πάντοθεν ἰσότης τὸ νεάζον τῇ φύσει χαρίζεται. ἄνθρωποι μὲν γὰρ γηρῶντες, καὶ μάλιστα οἱ χαρίεντες καὶ εὐμήκεις τῷ σώματι, χαλαρᾶς τε ῥυτίδος ἀναπεπλήρωνται καὶ ὁ νωτιαῖος τούτοις συγκέκαμπται καὶ τὸ στίλβον τοῦ χρωτὸς ἀπολείπουσι· τὸ δὲ ἐν παντὶ τῷ βίῳ ὁμόχρουν ἐστι καὶ οὐδέν τι τούτῳ παρακεκίνηται τῶν μελῶν, ἀλλὰ τὴν γῆν ὑπεισέρχεται, ὁποῖον ἐκείνη τὸ ζῷον ἀνέδωκε, καὶ οὐ καινοτομεῖ τὴν ζωήν, ἀλλ' ἡ τελευτὴ γενέσει τούτῳ παρόμοιος. Οὗτος ὁ λόγος ἐγκώμιον ἅμα καὶ ἐπιτάφιος προήχθη τῷ ζῴῳ, τὴν διπλῆν ἡμῶν τῶν ὑποθέσεων ἐν οὕτω βραχεῖ τῷ ὑποκειμένῳ τέχνην ἑρμηνεύων καὶ δύναμιν. 30 Ἐγκώμιον εἰς τὸν οἶνον Οὐκ οἶδα πότερον ὡς ἀνθοσμίαν ἐπαινέσω τὸν οἶνον ἢ ὡς ἡδύν (ἄριστος γὰρ κατ' ἀμφότερα), πλὴν ἀλλ' ἄνωθεν, ὡς ἐγκωμίων νόμος, καὶ καθόλου χρὴ προδιαλαβεῖν καὶ μὴ παρέργως μηδ' ἐπὶ μέρους μόνον τὸν περὶ τηλικούτων λόγον ἐνστήσασθαι. ἄξιον δὲ προσέχειν τοῖς ὅσοι μὴ ποτοῖς μόνον ἀλλὰ καὶ λόγοις χαίρουσιν, ἵν' ὡς αὐτῷ τῷ οἴνῳ τὴν γεῦσιν μόνον οὕτω καὶ τοῖς ὑπὲρ αὐτοῦ λόγοις τὴν ἀκοὴν ἑστιάσωσιν· οὕτω γὰρ καὶ ἡμῖν οὐκ εἰς κενὸν ἔσται τὸ σπουδαζόμενον παιζόντων ὠσὶν ἐνηχούμενον, ὃ πᾶσα παθεῖν ἀνάγκη μὴ προσεχόντων τυχοῦσιν ἀκροατῶν. ἐν οἷς γὰρ τὰ παρὰ τῶν ἀκουόντων ἀνθίσταται, ∆ημοσθένης φησίν, ἡ τοῦ λέγοντος διακόπτεται δύναμις, ὀρθῶς ὁ ῥήτωρ εἰπὼν καὶ τῆς ἑαυτοῦ διανοίας ἀξίως· ἐπὶ γὰρ ἀσυνέτων ἀκροατῶν ἀργεῖν συμβαίνει τὴν τῶν λόγων ἐνέργειαν καὶ τὸν πάνυ δεινὸν εἰπεῖν περιττὸν εἶναι καὶ μάταιον. Ἐγὼ μὲν οὖν οἶμαι μέγιστον ἀνθρώποις εἶναι τῶν πρὸς τροφὴν εὑρημένων τὸ χρειῶδες ὂν μάλιστα, καὶ ὃ μόνοις ἰδίως ἡ φύσις ἡμῖν ἀπεκλήρωσεν (ἢ θεὸς μᾶλλον ὃς καὶ τὴν φύσιν ἐδημιούργησεν). εἰ δέ τι τοῦ οἴνου μεῖζον ἢ χρειωδέστερον μετὰ τὸν ἄρτον ἔσται, θαυμάζοιμ' ἄν· οὐδὲ γὰρ ἰδιαίτε ρον· ὡς γὰρ τῷ λογικῷ διαφέρομεν τῶν ἀλόγων ζῴων κατὰ ψυχήν, οὕτω καὶ τῷ οἴνῳ κατὰ τὴν δίαιταν. εἰ δὲ καὶ τὸ γενέσει προέχον, ὥς πού τις εἶπεν, αἰδέσιμον, πῶς οὐ σεμνὸν οὗτος καὶ τίμιον χρῆμα καὶ πᾶσιν ἐπαινετόν, μηδενὸς τῶν κατὰ τὴν δευτέραν ἀρχὴν μεταγενέστερος ὤν, ἣν δεῖ καὶ πρώτην διὰ τοῦτον καλεῖν τῶν ὄντων οὐσίωσιν καὶ ἀληθῶς κόσμου γένεσιν; οὐδὲ γὰρ τοῖς πρὸ ταύτης ἐδόθη τουτὶ τὸ δῶρον, ἀναξίοις οὖσιν ὡς πονηροῖς ἐσομένοις καὶ κατακλύζεσθαι μέλλουσι. διὰ τοῦτον ∆ιόνυσος τιμᾶται θεὸς τοῖς Ἕλλησι, καὶ παρ' ἡμῖν ἀοίδιμος Νῶε δι' αὐτὸν οὐχ ἧττον ἢ τὸ πιστευθῆναι τὴν κιβωτὸν τοῦ παντὸς γένους σῴζουσαν ζώπυρον, ὃν κἂν τῷ προπάτορι φαίη τις τῶν πρωτείων ἀμφισβητεῖν, ἢ μᾶλλον οὐχὶ παραχωρεῖν· ἀμφότεροι γὰρ ξύλον ἡμῖν ἐφεῦρον, ἀλλ' ὁ μὲν ἐπιβλαβὲς καὶ θανάσιμον, ὁ δ' ἐπωφελὲς καὶ φυσίζῳον. Οἶδα μὲν ὡς οὐκ ἀναγκαῖον μακρολογεῖν ἐφ' οἷς ἡ πεῖρα τὸ πρᾶγμα παρίστησιν· οὐ γὰρ ποικίλων ἑρμηνευμάτων δεῖται τὰ ἔνδικα καὶ σαφῆ, κατὰ τὸν τραγικόν, ἀλλ' ἐπὶ τῶν αἰσθήσει καταληπτῶν οἱ λόγοι παρέλ κουσιν. ὅπως δ' ἐκ περιουσίας ὁ λόγος ἔχῃ τὸ πιθανὸν καὶ μὴ πολλῷ τοῦ πράγματος ἀποδέοι, μικρὸν ἐπεξεργασώμεθα. Ὁ οἶνος πάντοτε καὶ πᾶσι καλόν, εὐθυμοῦσι συνεργὸν εἰς εὐφροσύνης ἐπίτασιν, εὐεκτοῦσιν ἀγαθὸν εἰς ὑγείας συντήρησιν, ἀθυμοῦσι παράκλησις, ἀρρωστοῦσιν ἴασις. οὐ γὰρ ἂν ὁ σοφὸς ἐκκλησιαστὴς οἶνον διδόναι τοῖς ἐν λύπαις ἐκέλευσεν, ἵνα μὴ λέγω τὸν Ἡρακλέα τὸν τοῖς ἥρωσι θαυμαστὸν τὴν ἀνδρείαν ἢ τὴν σοφίαν, ὃς ἀχθομένοις παρῄνει τοῖς ἑαυτοῦ πίνειν φίλοις πάσης αὐτοὺς λύπης λέγων μεθορμιεῖν τοῦ σκύφου τὸν πίτυλον. οὐδ' ἂν Παῦλος ὁ μέγας τὸν μαθητὴν τούτῳ χρῆσθαι προέτρεπε πονήρως ἔχοντα τοῦ στομάχου καὶ ἀσθενοῦντα πυκνῶς· οἴκοθεν γὰρ