ἡ γεωμετρία ἀπὸ τῶν σωμάτων τὴν ἀρχὴν λαβοῦσα εἰς νοῦν κατέληξεν, οὐχ οὕτως ἔχουσα τῇ φύσει. οὐ γὰρ ἡ αἴσθησις νοῦν οἶδε γεννᾶν, ἀλλ' ἐκ τῶν τελείων τὰ ἀτελέστερα πρόεισιν. ἀλλ' ἐπειδὴ οὐ κατ' εὐθεῖαν ἡμῖν ἡ κατάληψις του ὄντος, ἀπὸ <δὲ> τῶν αἰσθητῶν ἀνεγειρόμεθα πρὸς τὰ νοητά, οὐκ ἀξιόχρεως νοῦς πρὸς γεωμετρίαν καταβαίνων τοῖς ὑλικοῖς, καὶ τὸ μὲν θεῖον ἀνάκτορον ἀφείς, πρὸς ἄλλο δὲ χωρῶν τῶν ὀνομαζομένων μὲν τιμίων, ὄντων δὲ ἀτίμων καὶ ἀποβλήτων. πῶς δὲ καὶ νηπενθὴς ἔσῃ, ὅπερ ἡ γεωμετρία κατεπαγγέλλεται, καὶ χορεύσεις ὑφ' ἡδονῆς καὶ τὸν ἐν τῇ ψυχῇ ᾄσεις παιᾶνα, ἀποστερούμενος ἴσως τῆς κάτω τιμῆς ἐφ' ἣν μᾶλλον ἢ ἀπλανὴς ἔδραμες; Πλάτων δὲ ἀποδεικνὺς χορεύων πολλάκις κατελαμβάνετο. καὶ ἵνα τι σοὶ γελοῖον εἴπω διήγημα, ῥήτορά τις, τὸν τὰ Ξέρξου καὶ ∆αρείου ἐν ταῖς δημηγορίαις ἤθη ὑποκρινόμενον, εὔωνόν τι εὑρηκὼς ὠνούμενον ἔδεσμα «πῶς», ἔφη, «ὦ βέλτιστε, Ξέρξης καὶ ∆αρεῖος γενήσῃ τοιαῦτα σιτούμενος;» τὸν αὐτὸν οὖν σοι κἀγὼ λόγον ἐρῶ ὅτι πῶς ἂν χρηματιζόμενος τὸ ὑπερφυὲς θηράσῃς χρῆμα, τὴν γεωμετρίαν φημί; τί δὲ μὴ περὶ τὴν χρηματιστικὴν πραγματεύειν αἱρῇ; ἔστι γὰρ καὶ χρημάτων συλλογιστικὴ ἐπιστήμη καὶ λόγοι κερδαλεώτατοι, ὥσπερ δὴ καὶ παρ' Ἕλλησιν ὁ Κερδῷος θεός· τὸ γὰρ οὕτως εἰπεῖν ἢ οὕτως καὶ καπηλεῦ σαι τὸν ἀνθοσμίαν καὶ νοθεῦσαι τὸ στάθμιον καὶ τὰ ζυγὰ διαφθεῖραι καὶ καταχαλκεῦσαι τὸν ἄργυρον καὶ τὰς ἀκάνθας τῶν ὑφασμάτων συστεῖλαι λειώσαντα τοῖς κυλίσμασι καὶ τὸν δάκτυλον ὡδὶ παρενεγκεῖν σταθμώμενον καὶ τἆλλα ἀφορμὴ τοῦ κερδαίνειν εἰσί. Τί δὲ σοὶ καὶ τῇ γεωμετρίᾳ, ἀνδρὶ οὔτε τῆς Χαλδαίων ἀφωρμηκότι οὔτε πατρίδα αὐχοῦντι τὴν Αἴγυπτον, παρ' οἷς γενεθλιαλογίαι καὶ ἀποδείξεις ἄλυτοι; Σπάρταν ἔλαχες, ταύτην κόσμει. Ῥώμην ᾤκηκας (μᾶλλον δὲ ταύτης ἐξέθορες), ἀφ' ἧς οὐδεὶς ἠστρολόγησεν ἢ ἐγεωμέτρησε πώποτε, ἀλλὰ πάντες Βροῦτοι καὶ Κάτωνες καὶ Κικέρωνες, Λεύκουλοί τε καὶ Κάσιοι, ἄνδρες οὐδὲν ἄλλο ἢ θεράποντες Ἄρηος. μὴ καταίσχυνε τὴν πατρίδα μηδὲ τὸ μητρῷον παραχάραττε ἔδαφος. ἀφεὶς τοιγαροῦν τὰς γεωμετρικὰς δέλτους καὶ τὴν ἄλλην ἅπασαν μουσικήν, θυρεῷ τὸ σῶμά σου φράξον καὶ πελτάρια κοῦφα ἑλόμενος πρῶτα μὲν τὴν ἐνόπλιον κινήθητι ὄρχησιν, ἔπειτα λόχοις συναρμοσθεὶς πρὸς Σαβίνους μάχου καὶ Ἀλβανούς, τὰς γὰρ Λατίνων πόλεις ἀπόγνωθι, ἀλλ' οὐδὲ τὴν Καρχηδονίων αἱρήσεις, ἡ δὲ Σικελία ἤδη καὶ ἀφέστηκε. μὴ πάντα τῷ Ἁλικαρνασεῖ πείθου μηδὲ τῷ Πολυβίῳ· Ῥωμαῖοι γὰρ ὄντες ἐξῃρήκασί τε τὴν πατρίδα τῷ λόγῳ καὶ πόλεις ἀλλοτρίας κατεχαρίσαντο. 1 {1Ἔπαινος τοῦ Ἰταλοῦ Ὡς εὖ τῷ Ἰταλῷ, εἰ δὲ βούλοιτο Λατίνῳ καὶ Αὔσονι· ἐπικεχείρηκε γὰρ δεξιῶς καὶ ἐπεξειργάσατο ἀκριβῶς καὶ ἀπηκρίβωσεν εὐφυῶς, τοῦτο μόνον τῶν ἄλλων οὐκ ἀνασχόμενος, τὴν τοῦ θεοῦ κἀν τῷ λόγῳ διάστασιν. τἆλλα μὲν γὰρ ἐπιεικῶς ἤνεγκε καὶ τῶν ὕβρεων οὐδεμιᾶς πεφρόντικεν, ἀλλὰ φιλοσόφως τὰς κατηγορίας διήνεγκε, πρὸς δὲ τὴν τῆς διαιρέσεως ὕβριν θυμοῦ τε αὐτίκα πεπλήρωτο καὶ τολμηρότερος ἑαυτοῦ γεγονὼς διὰ τὴν πληγήν, ἐπιστραφεὶς εὐθὺς παίει τὸν τρώσαντα ὥσπερ δόρατι τῷ λόγῳ χρησάμενος. ἐπεχείρησε γὰρ σχῆμα ἕτερον τῆς ὑποθέσεως προ στησάμενος, ἵν' ὁμοῦ τε βάλλῃ καὶ μὴ δόξῃ τοῦτο ποιεῖν, ᾧπερ καὶ οἱ δεξιώτατοι τῶν ῥητόρων καὶ ἀκριβέστατοι τῶν φιλοσόφων ἐχρήσαντο, οἱ μὲν εὐμεθόδως ἐκ φαύλης τῆς ὑποθέσεως ἐς τὴν μείζονα τὸν λόγον μεταίροντες, οἱ δὲ τελεστικῶς ὑπὸ παραπετάσματι τὰ ἄρρητα κρύπτοντες. οὕτω καὶ Πλάτων Τιμαιογραφεῖν ἐπιχειρεῖ καὶ ὁ μετ' ἐκεῖνον τῶν φιλοσόφων ἅπας κατάλογος· ὁ μὲν γάρ τις τὸν ὕπνον προθέμενος περὶ τοῦ φανταστικοῦ διεξελήλυθε πνεύματος, ὁ δὲ «περὶ ἀνθρώπου φύσεως» ἐπιγράφων τῷ λόγῳ τὸν τῆς ψυχώσεως τρόπον διήρθρωσε. τούτους δὴ καὶ ὁ Ἰταλὸς οὗτος ἐζηλωκὼς ἀνὴρ ὃ ἐβούλετο μὴ σφόδρα βούλεσθαι βούλεται, ἀλλὰ τὴν ἀντιλογίαν σκοπὸν τοῦ λόγου προθέμενος ἕτερ'