δευτέρα ὕλη κοσμεῖταί τε καὶ τάττεται. ταύτην κἀγὼ τὴν φιλοσοφίαν ἐζήλωκα· κἂν μὲν πρὸς τὴν ἑτέραν ἐξετάσῃς, μετὰ Σωκράτους ἀριθμήσεις καὶ Πλάτωνος (προὔστην γὰρ πάσης ἐπιστήμης καὶ πᾶσαν ἰδέαν λόγων ἠκρίβωκα), κἂν δὲ πρὸς τὴν ἑτέραν με παραθεωρήσῃς μερίδα, μετὰ Περικλέους τάξεις καὶ Κίμωνος. πρὸς γὰρ ἀμφοτέρους τοὺς βίους διῄρημαι καὶ θεὸς μὲν οὕτω μοι τὴν φύσιν ἡρμόσατο, ἐγὼ δ' ἐπεβαλόμην τὴν ἄσκησιν καὶ τῇ γνώμῃ ἀπεχρησάμην πρὸς τὰ βελτίονα. Ὁρᾷς γοῦν μοι τουτονὶ τὸν λόγον; οἶδα γὰρ ὡς ἐντεύξῃ καὶ ἐρυθριάσεις. οὐχὶ φαύλη ζωὴ συνεπορίσατό μοι καὶ συνηρανίσατο, ἀλλ' εὖ ἠσκημένος βίος καὶ ἡ περὶ τὰ κρείττω σπουδὴ καὶ φιλοπονία ἐπιμελής. ἀστρονομίαν δὲ καὶ τὴν περὶ τὰς γενέσεις τέχνην καὶ τὰ συμβαίνοντα οἶδα μὲν ὑπὲρ τοὺς πολλούς, καὶ οὐδένα τόπον τῶν περὶ τὴν σφαῖραν ἠγνόηκα, οὔτε τῶν κινουμένων οὔτε τῶν ποιούντων ἢ σημαινόντων. ἀλλὰ καὶ τὸν τοῦ οἴκου δεσπότην ἐπίσταμαι ὅστις ἐστὶ καὶ τὴν ἐκεῖθεν διδομένην δύναμιν καὶ τοὺς σχηματισμοὺς καὶ τὰς ἐκεῖθεν πρὸς ἡμᾶς ἀπορροίας, τὰ μὲν ὡς τὸ μάθημα ἐπιστάμενος, τὰ δὲ ὡς πρῶτος φιλόσοφος. εἰς δέον δὲ καὶ τούτῳ ἀπεχρησάμην, ὥστε τὰς φύσεις μόνον εἰδέναι καὶ τοὺς τρόπους τῶν γινομένων καὶ μηδέν τι πλέον περιεργάζεσθαι· χρόνους δὲ τῶν πάντων οὐδενὶ ἐμαντευσάμην ζωῆς, οὐδέ τινας τῶν αὐτοκρατόρων ἐπὶ τούτῳ ἠπάτηκα, οὐδ' ἐντεῦθέν μοι τὰ τῶν διαθέσεων θήρατρα, ἀλλὰ καὶ παρρησιασάμενος πολλάκις καὶ φορτικὸς πρὸς τὸ παρὸν δόξας, εἶθ' οὕτως ὕστερον τιμῶν ἠξιώθην καὶ ἀναρρήσεων. εἰ μὲν οὖν τοιοῦτος καὶ αὐτὸς ὤν, οἷος ἐγώ, ἔπειτα καταπεφρόνησαι καὶ διέρριψαι, χρῶ θαρρούντως τῇ βασκανίᾳ καὶ πλάττε λόγους καθ' ἡμῶν, ὧν τὸν λόγον ἐζηλωκὼς τῆς ὁμοίας τύχης ἀπέτυχες· εἰ δέ τις φλύαρος καὶ ἀγύρτης τυγχάνεις ὢν μηδένα τῶν ἀγαθῶν ἀνδρῶν μιμησάμενος καὶ διὰ ταῦτα οὔτε δημοποίητος γέγονας οὔτε αὐθιγενὴς ὢν τῆς ὁμοίας μετέσχες παρρησίας, σαυτόν, ἀλλὰ μὴ τοὺς πολλοὺς ἡμᾶς, αἰτιῶ, μηδὲ κύκα πάντα καὶ τάραττε τοιούτου μὲν αὐτοκράτορος καθαπτόμενος, οἷον οὐδέπω ὁ μακρὸς ἤνεγκε χρόνος καὶ ὃς εὐθύς τε βεβασίλευκε καὶ ταῖς τῆς δικαιοσύνης ἀπαστράπτει περιβολαῖς, τοιοῦτόν τε ἀρχιερέα ἔργον τῆς σῆς κωμῳδίας ποιούμενος, ὃς δὴ μόνος οὐκ ἀναβέβηκεν εἰς τοῦτο τὸ μετέωρον ἀξίωμα, ἀλλὰ μόνος προσβέβηκε καὶ τὴν ἱερωσύνην δυοῖν μέσην βίοιν ἀπολαβὼν τῷ τε προηγησαμένῳ καὶ τῷ μετ' ἐκείνην ἑκατέρωθεν θαυμασίως ἐσέμνυνε. σὺ δὲ οὐδὲ θατέρου τῶν γενῶν ἐφείσω ἐφ' ἑκάστῳ φιλοτιμηθεὶς φανῆναι κακός. Ἀλλ' ἐπειδή μοι τὴν τῆς προρρήσεως τέχνην ἐπέσκωψας, ἐπὶ σὲ μόνον καὶ πρῶτον τῇ δυνάμει προσχρήσομαι τοῦ μαθήματος, ἵνα γνῷς ὅτι κἀπὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἔχων ἰσχὺν οὐ πάνυ τοι προσεποιησάμην τὴν ἐπιστήμην· πρῶτα μὲν οὖν ὑφ' ἑτέρῳ δραματουργῷ εἰσήχθης εἰς τὴν σκηνὴν καὶ διηκόνησας ἐκείνῳ τὴν γλῶτταν κάλαμος, ὅ φησι τὸ λόγιον, γραμματέως γενόμενος· ἔπειτα τὴν ἐκείνου καθ' ἡμῶν πικρίαν ἐξέχεες ἢ μᾶλλον ἐκεῖνος διά σου ταύτην ἀπήμεσε. καὶ σὺ μὲν ὑπ' ἐκείνῳ τελεῖς καὶ τυγχάνεις ὢν τῶν ἔξω τοῦ βήματος· ἐκεῖνος δὲ σοβαρὰν ἕλκει τὴν ὀφρὺν καὶ τοῖς βασιλείοις ἐγκαλινδεῖται καὶ τῶν πρώτων μεταποιεῖται τιμῶν. μῶν ᾐνιξάμην; ἢ καθάπερ ὁ Φινεὲς δι' ἀμφοτέρων τὸν σειρομάστην διήλασα; ἐξέφρασα δ' ἂν ὑμῖν καὶ τὰς τῶν σωμάτων μορφάς, ἀλλ' ἐπ οπτεύσω κάλλιον τοὺς ἀστέρας, ἵν' ἀκριβέστερον ὑμῖν ἐκεῖθεν γνῶ τὰ ἐπίσημα. 8 Ὅτε παρῃτήσατο τὴν τοῦ πρωτοασηκρῆτις ἀξίαν Ἐδόκει τοῖς ἄνω σοφοῖς, οἷς τὸ σοφοῖς εἶναι τῶν ἄλλων προκέκριτο, τὰ μὲν ἐν ταῖς πολιτείαις πράγματα, ταῖς τε μοναρχουμέναις καὶ ὅσαι εἰς δημοκρατίαν καὶ