Οὐδὲν τῶν ὄντων ὑπὲρ τὸν Ὄλυμπον. καὶ ἵνα τὰ τελευταῖα τοῦ λόγου πρῶτα ποιήσωμαι, πεποίκιλται μὲν οὐρανὸς ἀστράσιν, ἀλλ' ἄψυχα ταῦτα σώματα καὶ μένοντα ἐφ' ἧς ἐγένετο τάξεως· ὁ δὲ λογικαῖς κατα κεκόσμηται φύσεσι προκοπτούσαις ἀεὶ καὶ εἰς θεὸν ἀναβαινούσαις διὰ τῆς τῶν ἀρετῶν κλίμακος. χωρίον τρυφηλὸν ἡ Ἐδὲμ καὶ ἐν καλῷ τῆς συμπάσης κείμενον γῆς, ἀλλ' οὔπω ἀνθρώπους θεῷ καθομοιωθέντας ἐκληρώσατο· ὑπερφυὴς ὁ παράδεισος, ἀλλὰ δυοῖν ποτε οἰκητόρων ηὐμοίρησεν, οὗτοι δὲ ἅμα τε τῶν ἐκείνου καρπῶν ἐγεύσαντο καὶ τῆς πανευδαίμονος ἐκείνης τρυφῆς ἀπηλάθησαν. τὸ δέ γε θεῖον τοῦτο καὶ πάμφορον ὄρος ἀνάγει μὲν ἀνθρώπους θεῷ, κατάγει δὲ ἀνθρώποις θεόν, καὶ κοινόν ἐστιν οἰκητήριον τῶν τε ὑπερφυῶν τάξεων καὶ τῶν τεταγμένων φύσεων, ὅ τε καρπὸς αὐτῷ ξύμπας τῶν ἀρετῶν οὐκ ἐδώδιμος μόνον, ἀλλὰ καὶ τρόφιμος καὶ πιαίνων τὸν νοῦν τῷ τε γλυκεῖ καὶ ζωηφόρῳ τοῦ πνεύματος. οὐ τὰ κρείττω δέ, ἀλλὰ καὶ τὰ πρὸς αἴσθησιν τούτῳ πάσης ἄλλης ἡδίω τέρψεώς τε καὶ χάριτος-ὑδάτων πηγαὶ καθαραί, πόαι μαλακαί, εὐθαλεῖς δένδρων τρυφαί, ὀρνίθων ᾠδαί, εὔπνους ἀήρ, ἡλίου βολαὶ διαυγεῖς, ὡρῶν συμμετρία, πνεῦμα μὴ λυποῦν. πάντων μέν ἐστιν ὀρῶν ὑπερκείμενος, βάσιμος δὲ μᾶλλον ἢ τῶν πεδίων τὰ ὕπτια, τό τε μετέωρον οὐχ οἷον ἀπότομον καὶ ἡ κάθοδος ἡρέμα ἐπικλινής. εἴπω τὸ ξύμπαν; οὐδὲν αὐτῷ τῶν πάντων πρὸς σύγκρισιν αὔταρκες. {1(ιι) Ὄλυμπε, θεῖον ὄρος αὐτῆς τε τῆς Σιὼν καὶ τοῦ Ἀερμὼν ὑπερκείμενον καὶ πηγὰς ἀρρήτους τὴν ἡδονὴν τῆς νοητῆς Ἱερουσαλὴμ καταχέον, τί ποτέ σοι προσφθέγξομαι; τίνα δέ σοι ἀναθήσομαι χαριστήρια; ἀπὸ ποίων δέ σε τῶν οἰκείων μερῶν ἀναδήσομαι; ὡς παντοδαπὸς εἶ οὐ τὰς θειοτέρας μόνον χάριτας, ἀλλὰ καὶ τὰς ἀνθρωπικὰς καὶ θελγούσας τὴν αἴσθησιν. καί σε κρᾶμα πεποίηκεν ὁ θεὸς τῆς διπλῆς ἀρετῆς, ὅση περὶ τὸν οὐρανὸν καὶ ὅση περὶ τὴν γῆν· οἷον μὲν γάρ σοι τοῦ ∆αυὶδ τὸ ψαλτήριον δέκα φθόγγοις ἐντεταμένον καὶ τὰς ἰσαρίθμους αἰσθήσεις τῆς τε ψυχῆς καὶ τοῦ σώματος ἀντὶ χορδῶν προβαλλόμενον καὶ ἕκαστον ἑκάστῳ καὶ πάντα πρὸς ἄλληλα ποιοῦν σύμφωνα· οἵα δὲ ἡ τῆς ἀηδόνος ἠχώ. παντοδα πὸν μέν σοι τὸ ἀμφιλαφὲς τῶν δένδρων καὶ σύσκιον, ὁποῖόν τε τὸ τῶν ἀρετῶν ὑψίκομον καὶ δασὺ πνεῦμα εἰσάγον τὸ μέτριον καὶ τὸ φλογῶδες ἀποτειχίζον τοῦ καύσωνος, ὅστις ποτὲ οὗτος ἐστί. τὸ δὲ ξύμπαν· ἤρισαν ἐπὶ σοὶ οὐρανός τε καὶ γῆ τίνος ἂν μᾶλλον γένοιο, ὑπερεβάλετο δὲ οὐρανὸς καί σε δικαίως Ὄλυμπον ἐπωνόμακεν ὡς δεύτερον οὐρανόν. {1(ιιι) Ὅπῃ σου τῶν μερῶν τρέψω τὸν ὀφθαλμόν, Ὄλυμπε, ἀκήρατοί μοι εὐθὺς προσβάλλουσιν ἡδοναί· λειμῶνες ἐνταῦθα, ἐκεῖσε δένδρων εὐθαλεῖς κόμαι, ἡ αὖλαξ βαθεῖα, ἐρίβωλος καὶ πίων ἡ ἄρουρα, ὁ καρπὸς τεθηλώς· ἀλλ' ἔαρος ταῦτα δῶρα. ἀλλὰ καὶ τὸ θέρος εὔπνουν καὶ οὐ μάλα σου τῶν μερῶν καταδυναστεύει ὁ ἥλιος· εἰ δέ ποτε τὰ μεσημβρινὰ καταφλέγει, ἀλλ' αἵ γε τῶν πηγῶν αὖραι ἀντὶ πάσης ἀρκοῦσιν ἀναψυχῆς. χειμῶνος δὲ ἡ μὲν ἄλλη ξύμπασα γῆ μετεσχηματίσθαι δοκεῖ καὶ τὸ ἐαρινὸν κάλλος ἀποκεκάρθαι, σοῦ δὲ οὐδέποτε ἡ καλλίστη τῶν ὡρῶν ἐπιλέλησται· χλοάζεις γὰρ ἁπανταχόσε ὥσπερ αἱ οὕτω τῶν λίθων ἐκ φύσεως ἔχουσαι. περικέχυνται γοῦν σε πάντοθεν καὶ μυρρίναι καὶ σμῖλαξ καὶ κιττός, ἥ τε δάφνη σε στεφανοῖ καὶ ἡ πίτυς καταγλαΐζει· οὐδὲ δρῦς ἐπὶ σοὶ γηράσκει οὐδὲ φυλλοβολεῖ ἡ συκῆ, ἀλλ' ἐπ' ἀθανάτῳ σοι καὶ ἀγήρῳ ἀθάνατα καὶ ταῦτα φύεται. ἀλλὰ πόθεν σοι οὕτως ἠρμένῳ τῆς γῆς αἱ ἀφανεῖς τῶν ὑδάτων πηγαί; ἦ πάντως ἐπὶ τῶν ἀθανάτων ἐκείνων πηγῶν ἔφυ τὸ ῥίζωμα ἃς Χριστὸς δίδωσι τοῖς διψῶσιν· ὅθεν οἱ τῶν ναμάτων σου ἐμφορούμενοι, εἰ καὶ μὴ ἀθάνατοι πάντῃ, ἀλλά γε καθεστᾶσι μακροβιώ τατοι. {1(ιῃ) Βασίλειά σοι, Ὄλυμπε, καὶ τὰ ὄρεια. καὶ ὅτι, κἄν τις ἐκεῖθεν ἥκων τὴν ἐπὶ σοὶ δυσχεράνῃ διαγωγήν, ἀλλ' εἰ βούλοιτο περιδραμεῖν σοι τὰς ἀφανεῖς οἰκήσεις, ὁπόσα τέ σοι κατὰ πετρῶν ὤρυκται ἢ