παρ' ἐκείνοις νόμιμα ἀξιοῦν πρὸς φιλοσοφίαν συγκρίνειν) ἐκεῖνα μὲν ὅλῳ τῷ πτερῷ ὑπὲρ τὸν αἰθέρα κουφίζουσι, ταύτην δὲ ὥσπερ οἱ μῦθοι τὴν Ἕλλην τῇ θαλάττῃ καταπον τίζουσι· κἀκεῖνα μὲν ὥσπερ αὐτὴν τὴν Ἥραν προσάγουσι τῷ ∆ιί, ταύτην δὲ ὥσπερ εἴδωλον ἀληθείας ἡμῖν διδόασι τοῖς Ἰξίοσιν. ἀλλ' ὁ μὲν πρὸς ἐκείνους λόγος ἀναβεβλήσθω τανῦν, μᾶλλον δὲ μηδέποτ' ἂν πρὸς ἐκείνους ἀντικριθείην αὐτός· ἔστων γάρ, ὅπως ἂν βούλοιντο, σοφοὶ τὰ κρείττονα καὶ πρὸς φιλοσοφίαν ἀπότροφοι. ἐγὼ δὲ μικρὰ περὶ ἐμαυτοῦ οὐ πρὸς τοὺς Τελχῖνας ἐκείνους, ἀλλὰ πρὸς ὑμᾶς διαλέξομαι, ὧν δὴ τὰ πλείω καὶ αὐτοί μοι σύνιστε· «οὐ γὰρ ἄλλοθί που βεβίωκα ἢ παρ' ὑμῖν», φησὶν ὁ Παιανιεύς. Ἔγωγ' οὖν, ὦ φιλοσοφίας τρόφιμοι, δυοῖν ὁδοῖν ἐκ πρώτης ἐμαυτὸν ἐπι στήσας τῆς ἡλικίας, τῇ μὲν ἐπὶ λόγους καὶ φιλοσοφίαν φερούσῃ, τῇ δὲ ἐπὶ πολιτείαν καὶ πράγματα, οὐ τὸ τῶν πολλῶν φιλοσόφων πέπονθα, μᾶλλον δὲ τῶν ἄκρων καὶ ὀλίγων, ὥστε πρὸς μὲν τὴν εὐθὺς ἰέναι, τῆς δὲ παντελῶς ἀποσχέσθαι, ἀλλὰ κατατείνας ἐμαυτὸν ὥσπερ ἐπὶ ζυγοῦ καὶ τὰς ὁδοὺς πρὸς ἀλλήλας ἀντισυγκρίνας προσεθέμην μὲν τῇ καλλίονι, ἀφωσιωσάμην δὲ καὶ τῇ χείρονι. διὰ ταῦτα οὔτε ἐν οἰκίσκῳ καθείρξας ἐμαυτὸν φιλοσο φεῖν μόνον ἐκέλευον, οὔτε παρωσάμενος τὰ βιβλία ταῦτα δὴ τὰ ἐν δικα στηρίοις μόνα ποιεῖν, γράφεσθαί τε καὶ διώκεσθαι καὶ ξυνηγορεῖν τοῖς ἑκάτερα δρῶσιν ἢ πάσχουσιν, ἀλλὰ καὶ ἐν χεροῖν ἔχων ὅσα δὴ ἐς μνήμην τῆς ἑαυτῶν προαιρέσεως ἄνδρες φιλόσοφοι ξυγγεγράφασιν, οὐκ ἠμέλουν τῶν ἐν ταῖς πολιτείαις γινομένων καὶ πολιτεύων δὲ ἐναργῶς ἑωρώμην φιλοσοφῶν· ὅθεν καὶ τοῖς μὲν μόνως πολιτεύουσι καλλίων ἐφαινόμην τὰ πολιτικά, τοῖς δὲ φιλοσοφοῦσιν [***]. Ἐντεῦθεν οὗτοί με ἐμακάριζον καὶ βασιλεῖ γέ τοι τῷ μεγάλῳ ἐντεῦθεν μᾶλλον, ἀλλ' οὐκ ἀπὸ τῆς φιλοσοφίας κρείττων, ὡς ἐδόκει, ἔδοξα. ἐγὼ δέ τι κἀνταῦθα τῶν φιλοσοφουμένων καταμιγνὺς λόγοις καλλίοσι τὰ ἐκείνου ἐκόσμησα δόγματα καὶ τὰ θεσπιζόμενα ῥητορικώτερον ἐξεφώνησα. πολλά γέ τοι τούτῳ καὶ τῶν κοινῶν συνέπραξα καὶ περὶ πολιτείας ὑπεθέμην ἀρίστης καὶ πᾶσιν οἷς ἐμφαίνεται μοναρχία, ὥς γέ μοι δοκεῖ, συνήρμοσα. ἐπεὶ δὲ ἅπαξ ἐμαυτὸν εἰς τὰ πολιτικὰ φέρων ἐνέθηκα, οὐ τὸ τῶν πολλῶν πέπονθα, οὐδ' ἐπελαθόμην τῆς μοίρας τῆς κρείττονος, ἀλλὰ καὶ τὴν ἑτέραν ὁδὸν βαδίσαι κατὰ φιλόσοφον γνώμην ᾤμην δεῖν. καὶ ταὐτὸ τοῖς νέφεσι πέπονθα, μᾶλλον δὲ πεποίηκα ἄντικρυς. ἐκεῖνα γὰρ τέως μὲν πηγνύμενα καὶ συναγόμενα ἀπερίοπτα τοῖς πολλοῖς ἐδόκει τυγχάνειν, ὡς ἐς ὕδωρ ἀποθλιβήσεται, ἐπειδὰν δὲ ὕῃ, τότε συνίασιν ὡς ἐπυκνώθη τε πρὶν καὶ τοῦ ὄμβρου ἐνεπέπληστο· καὶ γὰρ αὐτὸς πρὶν οὔπω τοῖς πολλοῖς ἐδόκουν φιλόσοφος οὐδ' ὅτι πληροῦμαι τοῦ καλλίστου νάματος καὶ συνάγω τὸν νοῦν καὶ αὐτίκα τοῦτον ἀποθλίψω εἰς ὕδωρ. πόρρω γὰρ ἦν τοῦ τῶν θεωμένων με ὀφθαλμοῦ· οἱ μὲν γὰρ ἐπὶ γῆς, ἐγὼ δὲ ἐβεβήκειν ἐπ' οὐρανοῦ. διὰ ταῦτα στεγανὸν καὶ ἀνέφελον τὸν ἐν ἐμοὶ α᾿̣έρα ὑπώπτευον. ἀλλ' οὕτως ἔχουσι τὸ ἐπιπροσθοῦν ῥήξας νέφος ἀπείροις, ὡς ἴστε, κατέκλυσα νάμασιν, οὐ μονοειδέσιν οὔτε μὴν ἐπὶ τῆς αὐτῆς ποιότητος καὶ ποσότητος. ἀλλ' ἵνα τὸ τροπολογεῖν ἐάσω, φιλοσοφίαν ἐν παραβύστῳ κειμένην αὐτὸς μόνος ἐδημοσίευσα καὶ βραχεῖαν δοκοῦσαν καὶ ξυμμεμετρημένην αὐτὸς ὅση τὴν φύσιν ὑπέδειξα· διελόμενος γὰρ ταύτην εἰς μόρια καὶ μοίρας τὰς πρώτας ὅλον ὑμῖν τὸν Ἀριστοτέλους ἀνεκάλυψα νοῦν, ἰδίᾳ μὲν τὰς περὶ φύσεως θεωρίας ὑποδεικνύς, ἰδίᾳ δὲ τὴν περὶ τὰς πρώτας οὐσίας πραγματείαν, καὶ αὖθις τὴν τῶν μαθημάτων διάσκεψιν, νῦν δὲ καὶ ἀναμὶξ πάντα τιθείς, ἐπεὶ ἐν διαφορᾷ γέ τοι μεγάλῃ τυγχάνοντα δέονται τῆς ἐξ ἀλλήλων οἰκειότητος ὡς ἡ ὑπάτη χορδὴ τῆς νήτης. τῶν δὲ περὶ τὸν οὐρανὸν δρόμων μάτην τοῖς ἄλλοις φαινομένων ἐγὼ τὰς αἰτίας ὑμῖν τούτων παρέστησα συνήρμοσά τε τοὺς λόγους ὑμῖν καὶ συνεγεωμέτρησα καὶ συνηρίθμηκα, πῇ μὲν τὰ ἐπίπεδα, ἄλλοτε δὲ