ὀνομάζομαι· εἰσὶ γὰρ ὅσοι μοι τοῦτο διδόασι τοὔνομα. εἰ μὲν οὖν ἐπιβατεύω τοῦ πράγματος ὥσπερ οὐκ ἐξὸν ἢ ἀτέχνως, αὐτὸ δὴ δείξατε καὶ ἀποβήσομαι τοῦ πολιτικοῦ ἄξονος· εἰ δὲ κἀγὼ ἡνιοχεῖν τε δεδύνημαι καὶ μέ τις εἰς τοῦτο ἀπαραίτητος εἰσβιάζεται δύναμις, τί δήποτε τεθορύβησθε ὅτι φιλοσοφίαν ἀφεὶς πολιτικῆς ἐπιστήμης ἀντιποιοῦμαι; Ἐγὼ δὲ πολλοῦ δέω ταύτην ἀφεῖναι· ὅτι καὶ παρείλημμαι ἐν τοῖς πράγμασι. ταύτῃ γέ τοι καὶ τῶν πολλῶν διαφέρειν δοκῶ· οὐ γὰρ ὥσπερ ὁρίοις διείργεται οὔτε φιλοσοφία πολιτικῆς οὔτε ἡ τῶν πραγμάτων τέχνη τῆς λογικωτέρας φύσεως, ἀλλ' ὥσπερ τἆλλα τῇ δυνάμει ταύτης ὑποβεβήκασιν, οὕτω δὴ καὶ τὰ πολιτικὰ πράγματα. εἰ δέ μοι καὶ ἡ φύσις πρὸς ἄμφω τὼ μέρη ἀρκεῖ, καὶ οὐχ ὥσπερ ἡ σελήνη ἐκ θατέρου μέρους πεφώτισμαι ἀλλ' ὥσπερ ὁ ἥλιος ἑκατέρωθεν, τί ποτε ὑμεῖς διὰ τοῦτο ταράττεσθε καὶ τὰ ἄνω κάτω ποιεῖτε, δέον θαυμάζειν μόνον καὶ μιμεῖσθαι εἰς δύναμιν, ἀλλ' οὐχὶ βασκαίνειν καὶ τὸν ζῆλον ἐᾶν; καὶ τό γε θαυμασιώ τερον ὅτι ἐμοὶ μὲν κατάβασις τὸ πρᾶγμα δοκεῖ καὶ δυσχεραίνω τὰ πολλὰ πρὸς τοὺς ἄγοντας, ὑμεῖς δὲ ἦρθαι οἴεσθέ με γῆθεν εἰς οὐρανόν· καὶ οὐ τοῦτο βασκαίνετε ὅτι βραχύ τι μετατέθειμαι, ἀλλ' ὅτι μετατεθεὶς ἥρμοσα καὶ τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ὡς, εἰ μὴ οὕτως ἔδοξα, οὐκ ἂν ᾐτιᾶσθέ με τῆς μεταθέσεως. Ὑμεῖς μὲν οὖν (ἐστὲ γὰρ περὶ τὰς ἀντιθέσεις δεινοί) ἄλλος ἄλλο τι πρὸς τοῦτο ἐρεῖτε, ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω μηδὲν αἰσχυνθείς. τέως μὲν τὴν ἐπὶ τοῖς λόγοις ἧτταν ἐμοὶ οὐ πάνυ τι ἐδυσχεραίνετε δοκοῦντες τῇ περὶ τὰ πράγματα προέχειν σπουδῇ· ἐπεὶ δὲ καὶ πρὸς τοῦτο ἀγὼν ἐγεγόνει μοι πρὸς ὑμᾶς κἆτα τῶν ὑπολήψεων διεψεύσθητε, ὡς πολλοὶ ἐλάττους ὀφθέντες ἑνός, ἀβίωτον ἑαυτοῖς τὸν βίον λογίζεσθε. ἐχρῆν δὲ ἐπὶ τοῖς καλλίοσι τὴν ἧτταν ἔχοντας μὴ δυσχεραίνειν ἐπὶ τοῖς χείροσι, μηδὲ οἴεσθαι ἑτέρων μὲν ἀρχῶν ἐκεῖνα ἠρτῆσθαι ἑτέρων δὲ ταῦτα· ἀφ' ὧν γὰρ ἐκεῖνα κατώρθωκα, ἀπὸ τούτων καὶ τὰ ἐλάττω μοι περιγέγονε. φύσει γὰρ καὶ μελέτῃ εἴς τε τὰ κρείττω προεβιβάσθην καὶ τῶν ἐλαττόνων οὐ διημάρτηκα. οὐδὲ γὰρ τὸν Θουκυδίδειον ἢ Ἀριστείδειον χαρακτῆρα ζηλοῦν ὥσπερ μοι φύσις ἐστίν, ἀλλ' αὐτὸ δὴ τοῦτο ζῆλος καὶ μίμησις, ἵνα τοῦ πολιτικοῦ πόρρω λογίζωμαι· ἀλλ' ὥσπερ ἐκεῖνον ἐμιμησάμην ἐμμελετήσας πολλά, οὕτω δὴ καταβὰς ἐπὶ τὸν πολιτικὸν λόγον ἀξιολόγους τὰς καὶ περὶ τοῦτον τριβὰς ἔσχηκα. καὶ φύσει μέν εἰμι ὅπερ εἰμί, γίνομαι δὲ καὶ ὑποκριτὴς ἀλλοτρίας μορφῆς· καὶ τοὺς μὲν ἐπὶ τῆς σκηνῆς οὐκ ἄν τις μέμψαιτο, εἴ τις Σάραμβος ὢν Κρεσφόντην μεμίμηται, ἐμὲ δὲ καταιτιά σαιτο, ἢ μᾶλλον εἰπεῖν φθονήσειεν, ὅτι τὴν χείρω μορφὴν ὑποδύομαι. Ἀλλὰ τί ποτε ἐβούλεσθέ <με> μὴ οὕτως ἔχειν φύσεως, ἀλλὰ τὸ μὲν σύντονον μέλος εἰδέναι, μὴ μέντοι γε καὶ τὸ ἐναρμόνιον; ἀλλ' οὔ μοι νόμος βασκάνων ψυχαῖς ἐξακολουθεῖν, προὔλαβε δὲ ἡμᾶς καὶ ἡ δημιουρ γικὴ ἐπιστήμη οὕτως, ὡς ὁρᾶτε, κατασκευάσασα. εἰ μὲν οὖν ἀμφοῖν ταῖν μερίδαιν ἔχων ἐπιδεξίως εἰς ὀφρῦν ἀναφέρω τὸ πρᾶγμα καὶ ἐνίων ὑμῶν κατεπαίρομαι, δικαία παρ' ὑμῖν ἡ μέμψις ἐμοὶ καὶ αὐτίκα μεταβληθήσο μαι· εἰ δέ μοι τὴν ἄγαν αὐτοὶ προσονειδίζετε ἐπιείκειαν καὶ τὸ πολὺ καταβαίνειν τοῦ ἀξιώματος, τί δήποτε, τοῦτο θαυμάζειν ἀφέντες ὃ δὴ τῆς γνώμης ἐστί, τὴν φύσιν καταιτιᾶσθε; τί δέ μοι μὴ τῶν διττῶν πίθων ἀρύεσθε (τοῦ τε τῆς σεμνότητος καὶ τοῦ τῶν χαρίτων φημί) καί, ὥσπερ κανόνας φιλοσοφίας παρ' ἐμοῦ λαβόντες ἔχετε, οὕτω καὶ τῆς περὶ τὰ πράγματα δεξιότητος; ἐγὼ δὲ ὁρῶ καὶ ἐνίους ὑμῶν, καθ' ὃν εἴωθα τύπον ἐγώ, οὕτω καὶ τὰς πολιτικὰς ὑποθέσεις μεταχειριζομένους, κατ' ἄρθρα μὲν διαιροῦντας καὶ τῶν μερῶν ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς νομικῆς ἐπιστήμης ἀνάγοντας, ἀλλὰ μὴ ἀναμὶξ πάντα συγχέοντας. εἰ δὲ μὴ τῇ γλώττῃ χρῶνται λαμπρᾷ μηδὲ θαρροῦσιν εὐφραδῶς ἀποφθέγξασθαι τὴν διαίρεσιν, τὴν φύσιν ἑαυτῶν αἰτιάσθωσαν· τὸ γοῦν ὅσον ἐφ'