ὥστε τῆς οἰκουμένης μετενεγκεῖν, ἵνα μὴ λέγω εἰς οὐρανὸν ἀναγαγεῖν, ἀλλ' ἐντός εἰμι τῆς μεγάλης περιοχῆς, διὰ ταῦτα σταδιοδρομεῖν μὲν οὐ βεβούλημαι οὐδὲ βαίνειν ἐφ' ἅρματος, ἐν παραβύστῳ δὲ τοῦ σταδίου καθήμενος ἀφοσιοῦμαι τὴν θέαν. εἰ δέ με ὁ τὴν ἀγωνίαν ποιούμενος βούλοιτό τι ἢ περὶ τῶν ἑλκόντων ἵππων ἐρεῖν ἢ τῆς ξυμπάσης ἡνιοχήσεως, εἰπὼν ἐν βραχεῖ ὅ τι δέοι γίγνεσθαι, εὐθὺς σιωπῶ. ἔδει δέ, ὥσπερ αὐτὸς οὐ βεβούλημαι τὰ κοινὰ πράττειν, οὕτως ὑμᾶς καὶ λίαν βούλεσθαι καὶ μάλιστα τοὺς προῃρημένους τὰ πάντα ἑαυτῶν ἐξαρτᾶν. διατί; ὅτι πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ πολλαὶ μὲν αἱ φυλαί, ἐκλελοίπασι δὲ οἱ δημαγωγοί. καὶ δέον ζητεῖν εἴ τίς που Μωυσῆς ἢ Σαμουήλ, λείψανα τῆς ἀρχαίας δημαγωγίας, κεκρύφαται, ὑμεῖς δὲ τούτοις μὲν τὰς ὁδοὺς ἀποφράττετε, τὸν δὲ Ταβεὴλ ἐπὶ τὴν ἀρχὴν προκαλεῖσθε ἢ εἴ τις ἀλλόφυλος. Τοῖς μὲν οὖν πράγμασι πάντοτε δεῖ τῆς ἀρίστης ἡγεμονίας, νῦν δὲ καὶ μάλιστα ὅσῳ χείρω παρὰ τὴν τῶν πολλῶν ἄγνοιαν γέγονε. κἀγὼ μὲν καταβήσεσθαι οὐδέποτ' ἂν βουληθείην τοῦ ἀξιώματος (τί γὰρ φιλοσοφίας ὑψηλότερον γένοιτ' ἄν ποτε καὶ τῆς ἐπὶ τοῖς λόγοις ἀρχῆς;), ὑμεῖς δὲ οὐκ οἶδα εἴ ποτε τοῦ πτώματος ἀναστήσεσθε. 7 Πρὸς τὸν λοίδορον ῥίψαντα χάρτην Πρὸς τὴν φλυαρίαν ὁ λόγος, μᾶλλον δὲ πρὸς σὲ τὸν ἀφανῶς ἡμᾶς τοξεύσαντα ἀπὸ σκοπιᾶς ἡ βολή. σὺ μὲν γὰρ οἷα δειλὸς στρατιώτης καὶ ἄναλκις τὴν Ἄιδος, ὅ φασιν, ὑποδὺς κυνέην τὸ βέλος ἀφῆκας, οὔτε φαρμάξας οὔτε μὴν ὡς ὁ Πάνδαρος ἐπιγράψας ἡμῖν τὸν ταρσὸν τοῦ ποδός, ἀλλὰ σκιαμαχήσας ἄντικρυς καὶ οὐδ' ὅσον ὁ Ἰξίων πρὸς τὸ τῆς Ἥρας ἐληλυθὼς εἴδωλον. οὐ γὰρ ἀλληγορεῖν νῦν τὸν μῦθον προῄρημαι. εἶτα οὐκ ᾔσθησαι ὅτι σὲ καὶ ὁ πολιτικὸς εὐθὺς ἀπελαύνει νόμος; μᾶλλον δέ. εἰ μὲν φωράσει, κολάζει· εἰ δ' οὖν ὥσπερ οἱ Ἀθηναῖοι τοὺς βλάπτοντας ἀναιροῦσι τὸν νόμον, οὕτω δὴ καὶ τὰς σὰς γραφὰς ἐμπιπρᾷ. καὶ τό γε μεῖζον ὅτι καὶ ὁ τοῖς σοῖς μυστηρίοις προσεσχηκὼς οὐχ ὡς ἀπὸ τῶν Ἐλευσινίων ἄπεισι λαμπρός τε καὶ γεγηθώς, ἀλλ' ἀπομόργνυται τοῦ μιάσματος. καὶ ἀποκλείει τούτῳ θύραν παρρησίας ὁ νόμος, ὥσπερ Μωαβίταις καὶ Ἀμμανίταις ὁ παλαιὸς εἰς θεὸν ἀσεβήσασι. τοσοῦτον τῆς νοσερᾶς ἐπεσπάσω ἀτμίδος καὶ τοσαύτης ἀνεπλήσθης τῆς λώβης καὶ τῆς τοῦ σώματος ὕβρεως, ὡς καὶ τοῖς ἐγγίσασιν εὐθὺς τοῦ λοιμώδους μεταδι δόναι νοσήματος. καὶ τοὺς μὲν ἄλλους ὁ νόμος πυρὸς ἀπείργει καὶ ὕδατος, ἤν τι τῶν ἐπιρρήτων φωράσῃ ποιήσαντας, σὺ δὲ ἑαυτὸν καὶ φωτὸς ἀπεστέρησας κολάσας τοῦ ἐνθυμήματος. καὶ ὁ μὲν ὄφις προσ ερπύσας εἶτα δακὼν αὖθις ὑπείσεισι τὴν χειάν, σὺ δὲ οὐδὲ τοσοῦτον τοῦ φωλεοῦ προελήλυθας οὐδ' ὄπισθεν βαλὼν ἀπελήλυθας, ἀλλ' ὑπὸ σκότῳ που κατὰ τῆς σκιᾶς ἡμῶν ψηφισάμενος, οὐδὲ ἀνέγνως ὥσπερ οἱ παλαιοὶ ῥήτορες τὴν συγγραφὴν ἐπὶ βήματος, ἀλλ' ἕτερον τρόπον τὴν τοῦ μύθου Ἔριν μεμίμησαι. ἐκείνη μὲν γὰρ χρυσοῦν ἀφῆκε μῆλον ἀμφίβολον ταῖς καλαῖς ἐπὶ τὸ συσσίτιον τῶν θεῶν, σὺ δὲ ἐναγὲς βιβλίον καὶ λοίδορον, οὐδὲ τοῦ συσσιτίου ἴσως ἀπελαθείς, ἀλλὰ καὶ αὐτὸς συνδειπνήσας τοῖς κρείττοσιν. ἀλλ' ἡ μὲν ἀπόσιτος ἐκείνη θεὰ οὐκ ἀφανὴς ἦν τὴν τῆς ἔριδος ἀνάψασα πρόφασιν, ἀλλ' αὐτὸ δὴ τοῦτο πρὸ τῶν ἄλλων προῄρητο γενναῖόν τι ποιοῦσα καὶ τὴν τῆς φύσεως παραδεικνύουσα δύναμιν· σὺ δ' ὥσπερ δίκας σαυτὸν ἀπαιτήσας τοῦ ἐγχειρήματος τῆς τῶν πολλῶν ἀνήρπασας γνώσεως. Ἡδέως δ' ἄν σου πυθοίμην πότερον βασκαίνων ἡμῖν τὸν λόγον πεποίησαι ἢ τῆς πολιτείας κηδόμενος ἡμᾶς ἀναιρεῖς ἐντεῦθεν ὡς νοσήματα πόλεως. εἰ μὲν γὰρ τὸ πρῶτον ὁμολογεῖς, αὐτόθεν ἐλήλεγξαι καὶ οὐ δεῖ λόγων πολ λῶν πρὸς σέ· εἰ δὲ τῷ λοιπῷ σεμνύνῃ, τί δὴ τὴν μὲν σεμνοτέραν αἱρῇ