ἀτενῶς καὶ πάντοθεν λεπτολογούμενος ἀνηρεύνων εἰς τὰς ἐκτάσεις, εἰς τὰς ἀφέσεις, τὰς ὑποκρίσεις, τὰς μεταβάσεις, τὰς ἐκτοπίσεις, καὶ πάντοθέν μοι διέσῳζε τὸ ἀκέραιον. νῦν μὲν γὰρ λεῖος ὥσπερ ἐφαίνετο, νῦν δέ τις αὔρα νενόμιστο· πνεῦμά τε γὰρ παρεῖχε τῷ λόγῳ, καὶ ἐποίει τόνους ἐτραχύνετό τε πολλάκις καὶ τὴν φωνὴν ἐπτέρου καὶ τοῖς εὐήχοις ῥυθμοῖς τοὺς παρόντας κατέτερπε· καὶ τὰ μὲν κατὰ συμπλοκήν πως προῆγε, τὰ δὲ κατὰ μονομέρειαν, τὰ δ' ἄλλα συμβολῆς ἄτερ, τὰς δὲ πτώσεις πάντων τῶν λόγων, ἅσπερ δὴ πέρατα λέξεων ἢ συλλαβῶν ἀναλόγως ὀνομάζουσιν οἱ φιλόσοφοι, κατὰ τοὺς εἰκότας λόγους παρείχετο. Οὐκ ἔστιν οὖν ὅστις ἐκεῖσε παραγενόμενος καὶ τοῦ ἀνδρὸς ἀκούσας οὐκ εὐθὺς τὴν ψυχὴν ἠλλάγη καὶ πρὸς εὐθυμίαν μετεληλύθει, κἂν λίθος ἦν, κἂν πέτρα, κἂν σίδηρος, κἂν θὴρ αἱμοβόρος καὶ ἀκατάσχετος. τοσαύτη γὰρ χάρις τῶν τούτου χειλέων ἀπέσταζε καὶ τοιοῦτος ὑπῆρχε τὴν φωνὴν ἐναρμόνιος καὶ οὕτως κατέθελγε τοὺς ἀκούοντας καὶ κατεκήλει τοὺς εὔφρονας, ὥστε, κἂν εἴ ποτέ τις (δότε γάρ μοι καὶ βραχύ τι καυχήσασθαι περὶ τοῦ ἀνδρός) τὰς τοῦ Ὀδυσσέως εἶχε κακότητας ἀπολαβεῖν, αὐτὰς αὐτίκα καὶ θυμηδίας ἐμπλῆσαι τὴν ψυχὴν ἅπασαν. ὑπερενίκα γὰρ τῇ τῆς φωνῆς εὐμολπίᾳ τὰς καλουμένας ἐκεῖσε οὐπίγγας, ἃς δὴ τῆς Ἀρτέμιδος ὕμνον εἶναι καὶ τοῦ Ἱππολύτου φασί, καὶ τὰ τοῦ Θρᾳκὸς Ὀρφέως ἐμμελῆ κρούματα καὶ τὰς Κολοφωνείους ᾠδὰς καὶ Σειρηναῖα μέλη καὶ κη λητήρια· οἱονεὶ γὰρ φλεγμαινουσῶν ψυχῶν φάρμακα παιώνεια †ἐπίμπλη ὥς τινα καταιονήματα μέλη†. εἰ μὲν οὖν Αἰλιανὸς ἀληθεύει περί τινος Πολυμνάστου λέγων ὅτι καὶ ἀνέμους σκληρὸν πνέοντας κηλεῖσθαί τε καὶ πραΰνεσθαι τὴν ὁρμὴν τῇ ᾠδῇ θελγομένους ἐποίει καὶ τὴν θάλασσαν πολ λάκις οἰδαίνουσαν καταστρώννυσθαι, ἄδηλον ἴσως ἢ μᾶλλον ἄπιστον· ὃ δ' οὖν αὐτὸς καθεώρακα καὶ ὃ πολυπραγμονήσας ἀνεύρηκα (οὐδὲ γὰρ ψευ δὴς ἐγὼ τῶν τοιούτων κριτής· μὴ τοῦτό τις οἰηθείη ποτέ), τοῦτο δὴ καὶ τεθαύμακα καὶ τοῖς φιλολόγοις εἰς θαῦμα παρέπεμψα. Ὁ μὲν οὖν λόγος ὅρους καὶ κανόνας τιθεὶς τοῖς ἀναγινώσκουσιν, οἷον αὐτοῖς τὰς τρίβους καταλεαίνων καὶ ποδηγῶν ἢ καθοδηγῶν ἐπὶ προσήκοντα καταλύματα, «τὴν μὲν τραγῳδίαν ἡρωικῶς», φησίν, «ἀναγνώσεις, τὴν δὲ κωμῳδίαν Βοιωτικῶς, τὰ δὲ ἐλεγεῖα λιγυρῶς, τὸ δὲ ἔπος εὐτόνως, τὴν <δὲ> λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς· τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα», φησί, «παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρριπτεῖ καὶ» μετὰ τῶν ἄλλων «καταγελάστους τὰς ἕξεις τῶν ἀναγινωσκόντων ἐργάζεται.» εἰ δὲ τοῦτο παραστατικόν ἐστι τελειότητος καὶ δεῖγμα συνετωτέρων καὶ λογιωτέρων ἀνδρῶν, ὥσπερ ἑτέρωθεν ἀντιπνεύσας αὐτὸς τἀναντία ἐπαναφθέγγομαι. ὁ δὲ ταῦτα πάντα συλλεξάμενος καὶ τηρήσας, ὡς οὐκ ἄλλος ἐν ἅπασι, καὶ τοῖς ἄλλοις ἀγνοοῦσιν ὁσημέραι διεξηγούμενος καὶ τρόπους ἑτέρους εὑρηκὼς λόγου κρείττονας, οὗ καὶ μᾶλλον αἱ παρατροπαὶ περιπόθητοι καὶ τὰ καινὰ τοῦ λόγου παρὰ πᾶσι φιλούμενα καὶ αἱ συμπλοκαὶ τῶν λόγων τῶν ἀσυμπλόκων ἐρασμιώτεραι, τίνος ἂν εἴη καὶ πόσου λόγου κατάξιος; Ἄλλοι μὲν οὖν ἄλλα λεγέτωσαν τοῦ ἀνδρός, κἂν εἰ πάντων λεγόντων ἀδύνατον τὰ ἐκείνου καθαρῶς ἐξειπεῖν καὶ παραστῆσαι τὸ ἀκριβὲς ἀληθέστατον· ἐγὼ δὲ πολλοὺς ἐκεῖσε τηνικαῦτα ὁρῶν ἀκλινὲς πρὸς αὐτὸν βλέποντας ἄνδρας λογίους καὶ τῶν λογάδων ὑπάρχοντας, ὅσους τε σύνοδος ἔχει καὶ ὅσους τῆς γερουσίας κικλήσκουσιν, εἶτα δὴ καὶ τὴν αἰτίαν πυθόμενος καὶ τὸν τρόπον τὸν ἐναγώνιον καὶ ἐπιθυμίαν ἐκείνην τὴν ἄφατον (οἱονεὶ γὰρ ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἐπ' ἐκείνῳ ζῆν ἐνόμιζον ἅπαντες), παρ' αὐτῶν ἐκείνων τὸ ἀληθὲς ἐπανείληφα. ἔφασαν γὰρ ὡς «εἰ τὸ ἀκριβὲς ζητεῖς καὶ τὴν πᾶσαν τοῦ πράγματος ὁμολόγησιν καὶ τὴν ἄμεσον ὄντως ἀλήθειαν καὶ μὴ πλανᾶν εἰδυῖαν τὴν αἴσθησιν, οὐδεὶς ἐνταῦθα διὰ χάριν, εἰ καὶ τολμηρὸν φάναι, τῶν παρόντων