Oratoria minora

 ταῦτα· ὁ φαλαγγάρχης ἀνδρειότερος, ὁ τοῦ λόχου προηγούμενος στερρότερος, ὁ ὁπλίτης πρὸς τὰς ἐπὶ καιροῦ χρείας ἑτοιμότερος, ὁ ἐπὶ τῆς κούφης ὁπλίσεως τ

 Εἰρήνης ὁ σύλλογος σύμβολον, ὦ σοφὸν ἐμοὶ καὶ φίλον ἀκροατήριον, καὶ μελλούσης εἰρήνης σὺν θεῷ φάναι χαρακτὴρ ἀκριβέστατος. ἔχει δὲ καὶ πολέμου τινὰ ὑ

 φραγμοῦ, αὐτὸς καὶ νῦν εἰρήνην ποιήσαι τοῖς πράγμασι καὶ τὰς ἀντικειμένας συντρίψαι δυνάμεις καὶ τοῖς ἀπόροις πόρον ἐφεύροι καὶ μηχανήν, ὁ τῇ ἀρρήτῳ α

 δι' οὗ ἡ φθορὰ ταῖς ἡμετέραις εἰσεφθάρη ψυχαῖς. ἀλλ' οὐδὲ σοὶ τὰ τῆς βασκανίας ἐλεύθερα· ἐπὶ τῷ στήθει γὰρ καὶ τῇ κοιλίᾳ πεπόρευσαι καὶ τὸν τῆς γῆς ἀπ

 οὐδεὶς ὑμῶν κρινωνιᾶς καὶ ῥοδωνιᾶς ἀμέτοχος οὐδὲ τῆς ἄλλης εὐπνοίας, τίνων οὐκ ἂν ἀπολαύσοιτο χαρίτων ἐπιδημήσαντος ἔαρος; Ἀλλ' ἐπειδὴ τὰ μὲν τῶν τρυφ

 ἀρετάς, ὁ δὲ τάσδε ἤσκησάν τε καὶ ἐπετήδευσαν, νηστείᾳ δὲ πάντες τὸ σῶμα λεπτύναντες καὶ τὴν ψυχὴν τῶν τῆς φύσεως δεσμῶν ἀπολύσαντες οἱ μὲν καὶ μετὰ τ

 τὸν οὐρανὸν ὡς μέγας, ὡς ἀεικίνητος τὴν περιφοράν, ὡς τὴν φύσιν θαυμάσιος; καὶ τὸν ἥλιον ὡς πηγὴ τοῦ τῇδε φωτός, ὡς ἠρέμα κεράννυται τῷ ἀέρι καὶ προσ

 μὲν σημείοις ἀπείροις ἐτάζεται, Αἴγυπτος δὲ σκότῳ κολάζεται καὶ ὁ νέος ὑμεῖς Ἰσραὴλ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθητε· ἐντεῦθεν καὶ θάλασσα τέμ

 πάντων ἐγχειρίσει τὸ κράτος. καὶ πάντας τῷ λογισμῷ ἐξεληλυθὼς στρατιώτας τε καὶ πολίτας συγκλητικούς τε καὶ ἄρχοντας καὶ ὅσοι περιφανὲς ὄνομα ἐν στρατ

 χαῖρε καὶ ἀγαλλία ἐπὶ τῇ ἐμῇ ἀναγορεύσει ἣν ὁ θεὸς λαμπρὰν καὶ περιφανεστάτην ὡς οὐδέποτε ἄλλην ἀπέδειξεν. 6 {1Πρὸς τοὺς οἰομένους τὸν φιλόσοφον ἐρᾶν

 ὥστε τῆς οἰκουμένης μετενεγκεῖν, ἵνα μὴ λέγω εἰς οὐρανὸν ἀναγαγεῖν, ἀλλ' ἐντός εἰμι τῆς μεγάλης περιοχῆς, διὰ ταῦτα σταδιοδρομεῖν μὲν οὐ βεβούλημαι οὐ

 τῶν πράξεων, οὐ ποιεῖς δὲ τὸν καθήκοντα τρόπον, οὐδὲ ζηλοῖς τοὺς ἀρχαίους ἐκείνους ῥήτορας, τὸν Περικλέα, τὸν Κίμωνα, τὸν ∆ημοσθένην καὶ τοὺς ἄλλους ὅ

 πράγματος ἡδονὴ ἐφελκομένη τὸν γέλωτα καὶ ὁ φιλόσοφος μόνος. ἐνταῦθα δὲ τοὐναντίον ἐπὶ τοῦ σοῦ πλάσματος· σὺ μὲν γὰρ ὁ δραματουργὸς εἷς, οὐδ' ὅσον ἐν

 γλυκύτητα ἀνδρὶ φιλοσόφῳ προσμαρτυρῶν. Πλάτων δὲ ∆ίωνι πολλάκις ἐπιμέμφεται τὸ σκυθρωπὸν καὶ ἀμειδὲς τῆς ψυχῆς· αὐτὸς δὲ ὁ φιλόσοφος οὐ χαρίεις; ὃν δὲ

 δευτέρα ὕλη κοσμεῖταί τε καὶ τάττεται. ταύτην κἀγὼ τὴν φιλοσοφίαν ἐζήλωκα· κἂν μὲν πρὸς τὴν ἑτέραν ἐξετάσῃς, μετὰ Σωκράτους ἀριθμήσεις καὶ Πλάτωνος (π

 ἀριστοκρατίαν διῄρηνται, περὶ ἐλάττονος εἶναι σπουδῆς, ὅτι δέον τὴν ἐντὸς φύσιν κατακοσμεῖν, αἱ δὲ ἐπιπλάστως τὴν ἐκτὸς καλλωπίζουσιν· ὅθεν τὰ μὲν ἄλλ

 κατορθώματα. Ἀριστοτέλης δὲ καὶ τὴν πᾶσαν αὐτοῦ διῄρει δύναμιν εἰς ἱππικήν τε καὶ πεζικήν. καὶ τοῦ πεζοῦ τὸ μὲν ψιλὸν ἐτίθετο λίθοις βάλλον καὶ τοξεύμ

 παρ' ἐκείνοις νόμιμα ἀξιοῦν πρὸς φιλοσοφίαν συγκρίνειν) ἐκεῖνα μὲν ὅλῳ τῷ πτερῷ ὑπὲρ τὸν αἰθέρα κουφίζουσι, ταύτην δὲ ὥσπερ οἱ μῦθοι τὴν Ἕλλην τῇ θαλά

 τὰ στερεὰ διαιρῶν καὶ ἀναχωννύς. ἀλλὰ καὶ τῶν ἐν κατόπτροις εἰδώλων συχνὰ ὑμῖν παρυπέδειξα ὀπτικῶς τε ὑμῖν τὰ μεγέθη ἐμέτρησα τὰς ἀρχὰς αὐτῶν ἀπὸ τῶν

 Πρὸς τοὺς βασκήναντας αὐτῷ τῆς τοῦ ὑπερτίμου τιμῆς Οὔθ' ὑμῖν βασκανίας περιλελείψεται ἀφορμή, οὔτ' ἐμοὶ τιμῆς ὑπόθεσις καὶ αὐξήσεως· ἐμοί τε γὰρ οἱ βα

 τεταγμένος παρὰ θεοῦ. Τῶν δ' ἄλλων οἱ μὲν ταῦτα, οἱ δ' ἐκεῖνα ἠρίστευσαν, καὶ οὐδεὶς ξύμ παντα, εἰ δέ τις, ἀλλ' οὐχ ὡς ἐγώ (καὶ αὐτοὶ φαίητε ἄν), οὐδ'

 ὀνομάζομαι· εἰσὶ γὰρ ὅσοι μοι τοῦτο διδόασι τοὔνομα. εἰ μὲν οὖν ἐπιβατεύω τοῦ πράγματος ὥσπερ οὐκ ἐξὸν ἢ ἀτέχνως, αὐτὸ δὴ δείξατε καὶ ἀποβήσομαι τοῦ π

 ἑαυτοῖς τὸν ἐμὸν τρόπον μεμίμηνται. Ἀναβλέψατε δὲ καὶ πρὸς οὐρανὸν νυκτός, αἰθρίας ἐχούσης τὸ πᾶν, καὶ θεάσασθε ὡς οὐ πάντα τὰ ἄστρα ἀλλήλοις ἰσότιμα

 παροράσεις, καὶ τἆλλα ὧν οἱ τραγικοὶ δαίμονες χορηγοί· ἄφθονα γὰρ πάντα ὥσπερ ἀπό τινος πηγῆς τῶν κακῶν ἀποστάζοντα. οὐκ ἔστιν ἀνάνευσις ἐν ἡμῖν, οὐκ

 βαρύτερόν τι κακὸν καὶ ἀνιαρότερον. ὡς λίαν δὲ θυμῆρες τούτοις καὶ τὸ κλητώριον. ὥσπερ γὰρ ἐν στενῷ τινι χωρίῳ καὶ μή τινα διέξοδον ἔχοντι συγκλειόμεν

 ἐπ' ἄθλῳ προκειμένῳ τὴν ἰσχὺν τῶν λόγων ἐδείκνυεν, ἀλλ' ἐπὶ πράγματι ᾧ ἀπὸ βωμολοχίας καὶ ὕβρεως καρπώσασθαι οὐκ ἦν. οὐκ ᾐσθάνοντο δὲ οἱ ταλαίπωροι ὡς

 ἐγνώκαμεν σὲ τὸν τοὺς νόμους ταύτης παραχαράττοντα καὶ τῆς ἀληθοῦς σοφίας οὐδ' ἴχνος κατανοήσαντα. Ἀλλ' ὦ κάπηλε, μεταβέβλημαί σοι νῦν ἀθρόον καὶ μετα

 τῶν μὲν νόμων ὥσπερ οἰκείων μελῶν ἀποσπώμενος, ἑτέροις δὲ μέλεσι προσκολλώμενος ὧν οὔτε τὴν ἰδέαν ἠπίστασο οὔτε τὴν χρείαν διεμελέτησας; πῶς οὖν τοῦτο

 καὶ οὕτω τοῖς διαλεκτικοῖς ἐναρμόσας κανόσιν ἐκεῖθεν ἐπὶ τὴν θεολογίαν ἐπτέρου. σὺ δὲ τὰ τῶν νόμων ὥσπερ ὑπερβὰς τέμπη ἐπὶ τὸ ἄβατον ἄστυ κεχώρηκας ἐκ

 τούτοις γὰρ τοιοῦτόν τι συμβεβήκει, καὶ μέμνηταί γε τῆς ἱστορίας ἀρχόμενος εὐθὺς τῆς πρώτης τῶν Μουσῶν ὁ Ἡρόδοτος. εἰ δέ γε τῷ τρίτῳ ἐμβαίης ταῖς τρισ

 μὲν οὔδει καθήμε νος, εἰδὼς δὲ οὐδ' ὅσα ἡμίονοι. δέδοικα δὲ μή ποτέ σού τις τῶν παρεστώτων τοῦ ἱματίου λαβόμενος «ἑταῖρε», φαίη, «πῶς εἰσῆλθες ὧδε μὴ

 τὸν λῆρον εἰς ἀλήθειαν ἐκβιάζεται. Μὴ ὁμίλει οὖν τῷ ἀνδρί, μὴ θίγε, μὴ κοινώνει τραπέζης, μήτε ἁλῶν μήτ' ἄλλων, κἂν εἰ τὸν θεῖον δίσκον μετὰ τοῦ ἱεροῦ

 Μεγαρέων κεράμιον ἀπρὶξ ταῖν χεροῖν λαβόμενος καὶ ἀμφοτέραις μετεωρίσας καὶ τοῖς χείλεσι προσαρμόσας ἀπνευστὶ πίνει καθάπερ οἱ βόες. διηκριβώσατο δὲ ξ

 καθ' ἑαυτοὺς βίῳ τὰ πράγματα κρίνουσιν, ἀλλ' οὐ τῷ τῆς ἀληθείας κανόνι. ἐπειδὴ γὰρ οὗτοι τὸ ἀδιάφορον ἀπεστυγή κασι, ζῶσι δὲ κατὰ τὰς μελίσσας ὑφ' ἡγε

 γραφόντων ὑμῶν τῷ βίῳ ἱστάμενος. ἀλλ' ἀντιγραψόμεθα καὶ ἡμεῖς τοὺς διώκοντας. ὥσπερ γὰρ ὑμῖν τὸ εὐπρεπὲς τῆς κόμης ἤρεσεν, οὕτως ἡμῖν τὸ ἀτημέλητον· ὑ

 καθήμενον καὶ τοῖς δακτύλοις τοὺς ἐν σκιαῖς ἵππους ζευγνύοντα καὶ μεταζευγνύοντα· ἀλλ' ἐκεῖ μὲν τὸν ἀνέμων ἀντιπνοίαις μαχόμενον καὶ ταχὺ πρύμναν κρου

 ἡ γεωμετρία ἀπὸ τῶν σωμάτων τὴν ἀρχὴν λαβοῦσα εἰς νοῦν κατέληξεν, οὐχ οὕτως ἔχουσα τῇ φύσει. οὐ γὰρ ἡ αἴσθησις νοῦν οἶδε γεννᾶν, ἀλλ' ἐκ τῶν τελείων τ

 ἄττα τῆς ὑποθέσεως προεισόδια τέθεικεν, εἶθ' ὥσπερ ἐξ ἀνάγκης πρὸς τὸ βουλό μενον τὸν λόγον μετέστρεψε. καὶ ἀνθυβρίζειν μὲν οὐδ' οὕτως προῄρηται τοὺς

 ἀλληλουχεῖται δὲ τοῖς ἐνθυμήμασι καὶ διῆρται ταῖς ἐπιπλοκαῖς καὶ πρὸς ἑαυτὸν ἐπέστραπται. εἰ δὲ οἱ τοιοίδε τῶν χαρακτήρων τοῖς τελείοις ἀπονενέμηνται

 κατακοιμίζει. οἱ δὲ ἄλλος ἀλλαχόθεν τῶν μυωξιῶν καὶ τῶν σπηλύγγων ἐκπεπηδήκασιν, ὁ μέν τις παλαιστιαῖος, ὁ δὲ καὶ παρ' ἐνίους τῶν δακτύ λων, καὶ ἄλλος

 μεταβάλλων τὰ μέλη τὴν αὐτὴν σῴζει τῆς ἠχοῦς ἰδέαν. ἐπιμελητέον δὲ ὑμῖν καὶ τῆς περὶ τὰς συντάξεις τοῦ λόγου τέχνης· καὶ μὴ ἐπὶ σαθρῷ θεμελίῳ τὸν λόγο

 μυστήρια, ἐκεῖ δὲ τὴν τῆς γεωμετρίας ἰσότητα ἐδιδάσκοντο, καὶ φιλοσο φεῖν μὲν δεῆσαν ἐπ' Αἴγυπτον ᾔεσαν, ἀστρονομεῖν δὲ προῃρημένοι τὴν Χαλδαίων διηρε

 ἐφ' ἑαυτοὺς δὲ ἐπισπασάμενοι· ὅθεν καὶ ἱεροσυλίας τις ὑμᾶς γράψαιτο τὰ θείοις ἀνδράσιν ἀνατεθειμένα ἀναιδῶς μάλα κλοποφορήσαντας. τοῦτο γὰρ ὑμῶν τὸ γε

 καὶ ζηλοῦτε· τὸν δὲ πρὸς τοὺς λόγους λόγον οὕτως ἀποδίδοτε ὥσπερ τι τῶν ἀναγκαίων ὀφλημάτων ἃ δή τινες ἀπαιτοῦνται καὶ μὴ βουλόμενοι. κἂν μὲν εἰς ἄλλο

 ἀποκύησιν ἡ τοῦ Πλάτωνος καὶ Ἀριστοτέλους ὠδίς, ὑφ' ὧν ἐγὼ καὶ γεννῶμαι καὶ διαπλάττομαι. ὁρᾶτε ὡς πάντοθεν ὑμῖν ὁ λόγος τὸ ἄλογον συνήγαγε καὶ οὐκ ἔχ

 μοι ἀποδιδόατε. Καὶ ἐγὼ μὲν τῶν ἄλλων κατολιγωρῶν φαίνομαι, διατριβὴ δέ μοι καὶ μέλησις τὸ ὑμέτερον· ὅθεν διαγρυπνῶν μέχρι πόρρω νυκτῶν παρανατει λάση

 ἔχειν τὴν περὶ ταῦτα θεωρίαν, ἀπὸ δὲ τῆς ἡμετέρας σοφίας τὸν τύπον γινώσκειν καὶ τὴν ἀλήθειαν, καὶ τὸ μὲν γράμμα ἐπιθραύειν ὥσπερ ἔλυτρον, τὸ δὲ κεκρυ

 μὴ ἀδικήσαντα· οὕτως ἐστὲ κομψοὶ καὶ σοφιστικοί, μᾶλλον δὲ δυνάσται καὶ τύραννοι, καὶ ἤθους ἐπιεικοῦς κατορχ[εῖσθε]. Ἀλλ' ὑμεῖς μὲν ἔτι νεάζετε καὶ τὸ

 τοῖς φιλοσόφοις τὰ τεχνικά, τὰς εἰσαγωγὰς μαθεῖν, τὰς πίστεις, τὰ ἐπὶ ταῖς ἀποδείξεσιν, ὡς ἀναμιμνήσκει, ὡς διερεθίζει, ὡς πραΰνει τὸν δικαστήν, περὶ

 διάτονον ἐναρμόσαιεν μέλος καὶ πρὸς τοῦτο συντάξαιεν τὰς χορδὰς προοιμιάζονται πρὸς αὐτὸ καὶ προαναβάλλον ται οὐχ ἅπαξ ἀλλὰ τοσαυτάκις ὁσάκις ἀγωνίζεσ

 ἂν ποιητὰς καὶ ῥήτορας καταλέγοιμι, οἳ τὰς ἀρχαιογονίας μύθοις ἐπραγματεύσαντο ἐξ αὐτῆς κρηπῖδος τῷ μύθῳ τὸν οἰκεῖον λόγον ἑδράζοντες; πῶς οὖν οὐχὶ κα

 ποιότητα καὶ ἀρύεται ὅσον ἐβουλήθη ἡ ὄρεξις· εἰ δὲ διεφθορότα τὸν χυμὸν ἴδοι τοῦ ὕδατος, ταύτην μὲν ἐᾷ τὴν πηγήν, ἐφ' ἑτέραν δὲ ἄπεισι καὶ τὴν κατάλλη

 27 Ἐγκώμιον εἰς τὴν ψύλλαν Τὸν κώνωπα φασὶν ὡς ἐλέφαντα. καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ, τῇ ψύλλῃ ὡς παρδάλει ἐπιχειρήσωμεν. οὐ γὰρ ἐπειδὴ κα

 τὸν γεννήτορα· ἀκριβῶς γὰρ μέλας ἐστίν, ὥσπερ ἑῷος Αἰθίοψ ἐξ ἡλιοκαΐας τὴν χρόαν μεταβαλών, καὶ τὸ θερμὸν τῆς γενέσεως εὐθὺς παρεμφαίνει ἐπὶ τοῦ σώματ

 λυποῦν. ∆ύο γοῦν τῶν ἁπάντων δεσπότας ἑαυτῷ προεστήσατο, τὸν μὲν ἥλιον τῆς γενέσεως, τὸν δὲ ἄνθρωπον τῆς αὐξήσεως· ἐκεῖθεν μὲν γὰρ εἰς τὸ εἶναι ἐλήλυθ

 ἀποπληξίας ποιῇ εἰς διαφόρους ῥαφὰς τὸ κρανίον ἡ φύσις κατέτεμεν· ἀλλὰ καὶ τὸ ἐκ τῆς ἁρμονίας σύμπαν ὀστοῦν τρηματίοις διεῖλε τισί, δι' ὧν ἡ ἀτμὶς ὥσπ

 φυλάττουσιν οἱ ἀνθέρικες, οὕτω δὴ καὶ τῆς φθειρὸς αἱ τρίχες πᾶν τὸ πλημμελὲς ἀποκρούονται. κἂν ἐν χρῷ ἡ θήρα γένηται, ἡ δέ, ὥσπερ τοὺς σπόγγους φασί,

 δὴ καὶ τουτὶ τὸ ζῷον πᾶσι τοῖς τοῦ σώματος μέρεσι τὴν φυσικὴν εἴληχε δύναμιν. τἆλλα μὲν οὖν τῶν θηρίων κατόπιν ἐνεδρευόμενα εὐάλωτα πέφυκεν, ὅτι ἐν το

 πάντοθεν ἰσότης τὸ νεάζον τῇ φύσει χαρίζεται. ἄνθρωποι μὲν γὰρ γηρῶντες, καὶ μάλιστα οἱ χαρίεντες καὶ εὐμήκεις τῷ σώματι, χαλαρᾶς τε ῥυτίδος ἀναπεπλήρ

 ἐκεῖνος ἐπιβουλευόμενος ἦν τῶν ἔνδον αὐτῷ στασιαζόντων τῷ μὴ παρεῖναι τὸν ἁρμοστὴν καὶ τῆς ὑγείας ὑπασπιστὴν καὶ τῶν νόσων ἀντίπαλον. Ἐν εἰρήνῃ συντελ

 τοῦτο δῆλον τῷ καὶ δίχα μὲν ἐκείνης ἐξεῖναι ζῆν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν εὐεκτεῖν, τὴν δὲ τούτων ἀργίαν νόσον ἀποτίκτειν καὶ θάνατον. «Ἁγίασόν μοι π

 βακχικῶς ἐκβοῶν καὶ τὸν ∆ιὸς καὶ Σεμέλης ἀνευφημῶν. καὶ «πόθεν σοι τοῦτο», φησί, «τἀγαθόν, ὦ μακάριε; μήπου καὶ σύ, ὥς ποτέ τις, ἐξένισας τὸν θεόν, εἶ

 πρὸς ἀλλήλους ὑμῶν κοινωνία μὴ ἐξ ἔθους ἐστὶ καὶ τῆς τῶν πολλῶν ὑπολήψεως, ἀλλ' ἐπιστήμην ἔχοι τὸν λόγον, καὶ τὸ τῆς φύσεως πεπλανημένον καὶ ἄτακτον τ

 ψυχάς; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ τὸ μὲν σῶμα οὐκ ἀντιπράττει τῷ σπερματικῷ λόγῳ (διὰ ταῦτα πρὸς ὃ ἐκεῖνος βούλεται πλάττεται), ἡ δὲ τῶν γνωμῶν ἡμῶν αἵρε

 ἐργαζόμενος· ὥσπερ γὰρ τὰ ποτιμώτατα τῶν ὑδάτων καὶ οἱ εὐκραεῖς τῶν ἀέρων τὰ σώματα διατιθέασιν εὖ καὶ τὴν ὁμοίαν γεννῶσι διάθεσιν, οὕτω δὴ καὶ τῶν λό

 ἀποτυγχάνων δὲ σεμνυνέσθω ὅτι κρείττων αὐτοῦ τυγχάνει ὁ ἀδελφός. Ἀγησίλαος τὰ πρῶτα τῶν Λακεδαιμονίων καὶ πρὸ τῆς ἡγεμονίας ἐτύγχανεν ὤν, ἤνδρωτο γὰρ

 κεφαλαιώσωμεν, ἀρετῇ καὶ λόγῳ καὶ τοῖς πατρῴοις καλοῖς, τρισὶ τούτοις πρὸς τὰ κάλλιστα χρώμενοι, οὐδενὶ μέρει τῆς ἀειζωίας ἀπολειφθήσεσθε. 32 Πρὸς τὸν

 πάντα συγκέκραται. ἀποτυγχάνει δὲ τοῦ βουλήματος, σπασαμένου ἐπ' αὐτὴν τὸ ξίφος τοῦ ἥρωος, ὅθεν μικροῦ δεῖν καὶ ἀποπε πνεύκει· ἠλλοίωται γάρ, ὡς ὁρᾷς,

 τῷ λόγῳ· ὅρα γὰρ ὡς πρὸς τὴν φύσιν τὰ μέλη ἐνήρμοσται. μᾶλλον δὲ καὶ ἀπὸ τῆς λίθου τὸν τεχνίτην θαυμάσομαι· οὐ γὰρ τὸν ποικίλον ὑπέθετο τῇ αὐτοῦ τέχνῃ

 ἀναφερόμενον οὐκ ἐπεστράφη; οὐ κατενύγη ἐπὶ σοὶ ὁ εὔσπλαγχνος; ἄθυτος διὰ τοῦτο ἔσται καὶ ἀκαλλιέρητος καὶ διαμενεῖ ἀμελῴδητος καὶ ἄψαλτος καὶ ἀπροσφώ

 Οὐδὲν τῶν ὄντων ὑπὲρ τὸν Ὄλυμπον. καὶ ἵνα τὰ τελευταῖα τοῦ λόγου πρῶτα ποιήσωμαι, πεποίκιλται μὲν οὐρανὸς ἀστράσιν, ἀλλ' ἄψυχα ταῦτα σώματα καὶ μένοντ

 αὐτομάτως κεκοίλανται, εὑρήσει ὅπῃ τρυφήσειεν. εἰ μὲν γὰρ ὑπέλθοι δένδρου σκιάν, αὐτίκα τοῦτον ἐπιξενώσονται κάτωθεν μὲν γῆς εὐναὶ μαλακαί, ὑπὲρ δὲ κε

 εὐαρέστησιν, ἀλλ' ἦσαν πάντα πάντων μεστά- ἡ πρώτη σκηνή, τὸ ἱλαστήριον, τὸ καταπέτασμα, ὁ ναός, τὰ παρασκήνια, οἱ πρόνεῳ, τὰ ἐκτός, τἆλλα σύμπαντα. π

 διαγινώσκοντα ὅτι τοι ζῷον ὁ ἄνθρωπος, τὸ ὁποῖον ἠγνοηκότα καὶ ὅσα τούτῳ πρόσεστιν ἕτερα, ἵνα μὴ πλέον παραδειγματίσω τοὺς ἄφρονας, ἢ καὶ τὸν μὴ κατὰ

 ἀτενῶς καὶ πάντοθεν λεπτολογούμενος ἀνηρεύνων εἰς τὰς ἐκτάσεις, εἰς τὰς ἀφέσεις, τὰς ὑποκρίσεις, τὰς μεταβάσεις, τὰς ἐκτοπίσεις, καὶ πάντοθέν μοι διέσ

 ἐλήλυθεν, οὐδὲ καρποὺς δρεψόμενος ψυχικοὺς παραγέγονεν, ἀλλ' ἢ διὰ τοῦτον ὃν ὁρᾷς ἡδέως ἀναγινώσκοντα· ὥσπερ γάρ τις εἰς λειμῶνα παραγενόμενος πάμφορο

 Τίς σου τὴν ἐπὶ τοῦ στήθους μαγάδα διεξηγήσεται καὶ τὰ ἐπὶ τῆς γλώτ της ᾄσματα καὶ τερετίσματα, τὸ μέλος ἐκεῖνο τὸ παναρμόνιον, τὴν ἡδονὴν τὴν κόρον ο

 καὐτός, ὁποῖα δὲ τὰ λοιπὰ ἀγνοῶ. σχῆμά τε γὰρ ὁρῶ ἀνθρωπίνης ὕπερθε φύσεως, καὶ βλέμμα πῃ μὲν χερουβικόν, πῃ δὲ λεόντειον, πῃ δὲ πιθήκειον, πῃ δὲ παρό

 συμπάθειαν ἄρρητον καὶ αὖθις ἀντιπαθεῖ ὡς ἑνὸς ζῴου τοῦ κόσμου τυγχάνοντος, καὶ πῶς ὁ Πλάτων εὐθὺς γραμμικὰ τὰ στοιχεῖα θέμενος καὶ τὴν γῆν κύβῳ εἰκάσ

 κατεξανέστη τινὸς οὐδὲ μεγαλαυχοῦντος τὸν ὅλον χρόνον ἀκήκοα, ἀλλ' ὥσπερ φασὶ τοὺς πολυ μαθεῖς ἀμαθίαν δεινὴν κατηγορεῖν ἑαυτῶν, οὕτω καὶ οὗτος καθ' ἡ

 εἰδέναι ὁποῖόν σοι χρῆμα ὁ πάππος ἐγεγόνει τῷ βίῳ καὶ οἵαν εἶχε τὴν τῆς γλώττης περιβολήν. ἐπαινέσομαι δέ σε οὐκ ἐπάγων ἔξωθεν τὰ ψευδῆ οὐδὲ πλάττων τ

 τρυφᾶν. ὁπηνίκα δέ σοι ὁ δεσμὸς ἐπελύετο καὶ ἀπεδύου τὸ σπάργανον, οὐκ εἶχες ὅ τι καὶ γένοιο, ἱλαρώτερον μὲν βλέπων, γλυκύτερον δὲ μειδιῶν καὶ παντοίω

μὴ ἀδικήσαντα· οὕτως ἐστὲ κομψοὶ καὶ σοφιστικοί, μᾶλλον δὲ δυνάσται καὶ τύραννοι, καὶ ἤθους ἐπιεικοῦς κατορχ[εῖσθε]. Ἀλλ' ὑμεῖς μὲν ἔτι νεάζετε καὶ τὸ σκῶμμα βραχὺ καὶ πρόχε̣ι̣[ρος] ἡ ἀπολογία καὶ τὸ παίζειν μετὰ σπουδῆς (οὐ γὰρ αὕτη μᾶλλον ἐκεῖθεν ἐπαιτιᾶται ἢ ἐκεῖνο ταύτῃ [σε]μνύνεται)· ἐγὼ δὲ προβέβηκά τε καὶ βέβηκα, καὶ τί ἂν πρὸς τοὺς ἐρεσχελοῦντας ἀπολογήσαιμι; ὅτι σύμμικτος ἡ παιδιὰ τῇ σπουδῇ; ἀλλ' αὐτὸ τοῦτο ἔγκλημα διὰ τὴν ἡλικίαν μὴ συγχωρού μενον. ἀλλ' ὅτι συμπροθυμοῦμαί γε ὑμῖν; ἀλλὰ τῆς κατηγορίας τοῦτο ὁ κολοφών. ἐχρῆν γὰρ ὑμᾶς ἐμὲ τῷ κανόνι συναπευθύνειν ἢ ὑμῖν διαστρέ φεσθαι· εἰ μὲν γὰρ αἰτιᾶσθέ με τοῦ μὴ πρόσω βαίνειν ὡς τυφλὸν ὁδηγὸν καὶ τοῦ χειραγωγοῦντος δεόμενον, τὸ τοῦ Σωκράτους ἂν εἴποιμι πρὸς ὑμᾶς ὡς πολλοὺς μὲν ἡ Ἑλλὰς τρέφει σοφούς, πολλοὺς δ' αἱ καθέκαστα χῶραι καὶ πόλεις (τί γὰρ εἰ μή; οὐχὶ μητρόπολις τὸ Βυζάντιον;), πρὸς οὓς δεῖ καὶ στέλλεσθαι καὶ φοιτᾶν Πρόδικον μὲν καὶ Καλλίαν μισθουμέ νους, τοὺς δ' ἄλλους προῖκα συνόντας καὶ συνδιάγοντας. οὐδ' οὐδενὸς ὧν ἐζητήκατε ἠπόρηκά ποτε πρὸς ὑμᾶς, ἀλλὰ καὶ πλείονα τοῦ πεφυκότος προστίθημι. ∆ιὰ τί κακοὶ {κακοὶ} τὴν φύσιν ἐστὲ καὶ οὐχ ὥσπερ οἱ γεωμετροῦντες τὸ πεντάγωνον ἀπὸ τοῦ προηγησαμένου λαμβάνετε λήμματος, ἀλλ' ἐπὶ τὸ ἰσόπλευρον τρίγωνον ἀναλύετε ἐξ ἀπείρου γραμμῆς πηχυαίαν ἀποτεμόν τες; ὁρᾶτε ὅπως με τὸν διδάσκαλον διεθήκατε ὡς παρὰ τὸ ἦθος ἀναγ κάζεσθαι φθέγγεσθαι καὶ δεινοπαθεῖν φιλοσοφεῖν προελόμενον; καίτοι γε πολλάκις ὑμᾶς ἠνεσχόμην ἀδολεσχοῦντας ἢ αὖθις ἐρραθυμηκότας καὶ νῦν μὲν κυνηδὸν τὰς ἀποκρίσεις ἁρπάζοντας, νῦν δὲ ὡς οὐ δέον ἀποκρίνα σθαι. καὶ πρὸς [οὐ]δὲν τούτων ἐδυσχέρανα ἢ ἀπεδυσπέτησα, ἀλλὰ πρὸς ἕκαστον δεξιῶς μεριζόμενος τὸ τῶν ἐρωτήσεων ἀόριστον περιώριζον. τραχὺ μὲν [οὐ]κ ἐφθεγξάμην ποτέ, εἰ μή γε τὴν φωνὴν ᾐτιάσασθε τραχυνομένην τῷ πνεύματι, οὐδὲ προσέβλεψα δυσμενῶς οὐδ' ἐσημηνάμην ὅτι ἀπαρεσκοίμην τῷ σχήματι· νῦν δὲ καὶ καθάπτομαι καὶ ἀγρίως πρὸς ὑμᾶς διατίθεμαι ὅτι διασχόντα τὴν ὕλην καὶ ἀναβάντα μέχρι πολλοῦ τοῖς εἴδεσι καθείλετε αὖθις καὶ κατεσπάσατε δεύτερόν μοι γεγονότες ἐφόλκιον πολὺ τοῦ συγκειμένου ἐπιβουλότατον, ἵνα μὴ λέγω βαρύτατον. Κἀγὼ μὲν ᾤμην συνεσπασμένους ἔχειν ὑμᾶς ἐμαυτῷ ὥσπερ ἐπὶ τούτῳ δοθεὶς ὑμῖν, ὥς πού φαμεν τῷ σώματι τὴν ψυχήν· ὑμεῖς δὲ ἄρα που ἦτε τῷ μελαναυγεῖ κατισχημένοι βυθῷ, ὅ φησι τὰ Ἑλληνικὰ λόγια. καὶ οὐ τοῦτό που δεινόν, καίπερ ὂν δεινόν, ἀλλ' ὅτι καὶ φιλοσοφίας ῥητορικὴν ἀνθελόμενοι, ἵνα τὸ τῆς δεινοπαθείας ἀνακαλύψω μυστήριον, καὶ τοῦ ὄντος τὸ φαινόμενον ἀσπασάμενοι ἐς τοὺς τέττιγας καὶ τοὺς μύρμηκας φέροντες ἀπερρίψατε, ἵνα τοῖς μὲν συνᾴσωμεν, τοῖς δὲ καὶ φιλοπονήσωμεν, ἀμφότερα κατὰ φύσιν, οἰηθέντες τάχα ὡς ἑστιάσοντας ὑμᾶς τοῖς μυθεύ μασι καὶ συγγελάσοντας μὲν τῇ ἀλώπεκι ἐμπαιζούσῃ τὸν λέοντα, θαυμά σοντας δὲ τὸ περὶ τὸν λίθινον λέοντα, τὸ δὲ τοῦ ἑτέρου κόρακος, οἷον καὶ τὸ ἐπ' αὐτῷ ἀπόφθεγμα μετὰ θαύματος ἀγαπώμενον. ἐχρῆν γὰρ ἐπὶ τὸ κομψὸν ἀπὸ τοῦ ἀληθοῦς ἀναλύοντας τὴν κάλλιστον προαιρεῖσθαι καὶ τεχνικώτατον λόγου δημιουργίαν, ἵνα συνελὼν εἴπω τὸ πᾶν, τὰς κατὰ μέρος τέχνας, οἷς εἰσάγεταί τι, οἷς μερίζεται, ὡς χρὴ προειπεῖν, ὡς ἐπειπεῖν, εἰκοτολογῆσαι, σημειώσασθαι, τὸ κοινὸν τοῦτο τεκμήρασθαι, προκαταγγεῖλαι, μηδὲν προειπεῖν, ἀθρό[ως] εἰσβαλεῖν, προσημᾶναι, δεσμῆσαι, λῦσαι, ἁπλῶς εἰπεῖν, ποιῆσαι κατὰ συμπλοκήν, ἀμφότερα μετὰ τοῦ δεινοῦ ἢ σύμπαντα, ἀ[ρ]χετύπους πλασμάτων ἰδέας εὑρεῖν, π[ερὶ] ῥυθμοῦ εἰπεῖν, περὶ σχημάτων διαλαβεῖν, βελτίστῃ λέξει συντεῖναι τὸ νό[η]μ̣α, νῦν μὲν στρέψαι, νῦν δὲ λῦσαι, καὶ νῦν μὲν στενῶσαι περιόδῳ τὸ πνεῦμα, νῦν δὲ ἀποτεῖναι ταῖς ὁμοίαις ἐπιφοραῖς, περὶ ἀγωγῆς εἰπεῖν τι, περὶ συλλογισμοῦ, ἐνθυμήματος πέρι καὶ παραδείγματος καὶ ἐπιχειρή ματος, καὶ τί ἐπὶ πάντων τὸ σημαινόμενον, τί τε ταῦτα ἐκείνοις ἐοίκατον καὶ τί διαφέρετον