διαγινώσκοντα ὅτι τοι ζῷον ὁ ἄνθρωπος, τὸ ὁποῖον ἠγνοηκότα καὶ ὅσα τούτῳ πρόσεστιν ἕτερα, ἵνα μὴ πλέον παραδειγματίσω τοὺς ἄφρονας, ἢ καὶ τὸν μὴ κατὰ σκοποῦ τὸ τόξον ἐντείνοντα, ὥσπερ νόμος ἐστὶ τοῖς βάλλουσι, μηδὲ τὸ βέλος πέμπειν πρὸς τοῦτον σπεύδοντα, ἀλλ' ὧδε κἀκεῖ τὰς ἀφέσεις ποιούμενον καὶ τοῦ εἰκότος διαμαρτάνοντα. ἔγωγ' οὖν ἐκεῖνον ἀναγινώσκειν εἴποιμι ἂν τὸν καὶ τὰ μέρη τοῦ λόγου διακριβώσαντα καὶ τὸ ὅλον σῶμα λεπτομερῶς ἐπιστάμενον (ἐπεὶ καὶ ζῴῳ τὸν λόγον Πλάτων παρείκασε· κεφαλήν τε καὶ χεῖρας τούτῳ προσέθετο καὶ τἆλλα πάντα σοφῶς ἐχαρίσατο. ἃ δὴ προοίμια καὶ διηγήσεις, κατασκευάς τε καὶ βάσεις καὶ ἐπιλόγους, διασκευὰς καὶ οἰκονομίας οἱ λόγου τρόφιμοι συνήθως ἐπονομάζουσιν), ἐκεῖνον τὸν προτροπῆς μὲν εἰδότα καιρόν, τὸν συμβουλῆς, τὸν ἀποτροπῆς, τὸν ἀντιθέσεως, τὸν ἐπιλύσεως, τὸν πανηγυρίσαι μὲν εἰκότως γινώσκοντα, δικανικῶς δὲ ἀντειπεῖν ἱκανὸν καὶ διαστεῖλαι δεόντως καὶ περιόδους στρέψαι καὶ μακρῦναι τὸ κῶλον καὶ διπλῶσαι τὸ ὄνομα καὶ τὴν περι βολὴν δεῖξαι καὶ τὰς ἐνεργείας τῶν προοιμίων καὶ τὰς ἀναφορὰς δηλῶσαι, τὰ ἰσοκατάληκτά τε τυπῶσαι καὶ τὰ γοργὰ καὶ τὰ κομματικὰ καὶ ἀσύνδετα, ἐκεῖνον τὸν καθ' ἑαυτὸ στῆσαι τὸ κόμμα γινώσκοντα †διὰ τοῦ λόγου ἴσως ἐλλείμματα† καὶ τὰ ὑπαρκτικὰ ῥήματα καὶ τὰ πολλάκις ἔξωθεν συνεξακουόμενα τὰ τέλη τε τῶν λόγων ἐπαναπαῦσαι καὶ στῆσαι τὰς ὑποκρίσεις δεόντως καὶ προσφόρως ἐπισφραγίσαι τὴν ἔννοιαν. ὁποῖον δὴ τὸν ἄνδρα τοῦτον τεθέαμαι, νῦν μὲν τὴν λέξιν ἐπαίροντα καὶ τὴν ἔννοιαν ἐπανάγοντα, νῦν δὲ τὸν λόγον διερμηνεύοντα καὶ συντιθέντα μὲν τὰ ὀνόματα, τὰς περιόδους δὲ λύοντα καὶ τὰ κῶλα διαναπαύοντα καὶ τὰ λοιπὰ πρεπόντως ποιοῦντα καὶ ἐργαζόμενον, ἐπεὶ καὶ ὁ πολὺς ἄνθρωπος, ὁ παρὰ πᾶσιν ἀγελαῖος ὀνομαζόμενος, εἴρειν μὲν λόγον μακρὸν δεδύνηται, τοῦτον δὲ ἀναλῦσαι εἰς ῥῆμα καὶ ὄνομα καὶ ταῦτα εἰς συλλαβὰς κἀκείνας εἰς στοιχεῖα πάντως ἀδυνατεῖ. Ὡς δ' οὖν ἐγὼ τὸν ἄνδρα τοῦτον ἀποσκοπεύσας τηνικαῦτα τεθέαμαι, οὐχ ὁ αὐτός μοι πολλάκις, κἂν αὐτός, κατεφαίνετο, ἀλλ' οἷά τι Λιβυκὸν θηρίον τεχνικῶς μετεμορφοῦτο καὶ διεπλάττετο καὶ τὸ πρόσωπον εἰς ἰδέας ἀνομοίους μετήλλαττεν, ὥσπερ καὶ τὸν Πρωτέα λόγος εἰς εἴδη πολλὰ καὶ παντοδαπὰ διαλλάττεσθαι, κἂν οὐχ ὁμοία τούτοις ἡ μεταμόρ φωσις οὐδὲ τοῦ σχήματος ἡ μετάπλασις καὶ ἡ ἀνομοιότης τοῦ πράγματος· τοῦτο δὲ πάντως ψυχῆς εὐτυπώτου πέφυκεν ἀποτέλεσμα καὶ γνώμης εὐείκτου πρὸς πάντα τὰ κάλλιστα. ὁ γάρ τοι νοῦς (δότε γάρ μοι καὶ φιλοσοφῆσαι μικρόν) θείας οὐσίας μέτοχος ὢν κηρὸς ὥσπερ τις λελειωμέ νος ἐστί, καὶ ὅ γε μὴ τῇ σωματικῇ πέδῃ καταληφθεὶς καὶ ὑπὸ ταύτῃ δεσμευθεὶς ἄφυκτα μηδὲ δοῦλον ἑαυτὸν ποιήσας καὶ ὑποχείριον, ἀλλὰ τὸ δεσποτικὸν τηρήσας ἀξίωμα ὅπερ ἄνωθεν εἴληφε (τὸ ἀναφὲς φημὶ καὶ τὸ ἀπερίγραπτον καὶ τὸ πανταχοῦ καὶ διὰ πάντων διήκειν καὶ ὅσα λόγος φέρει φιλόσοφος), πρὸς πᾶν καλόν ἐστιν ἐπιτήδειος καὶ ἀπομάττειν ὃ βεβούληται δύναται. τοῦτον γοῦν καὶ πηγὴν τροπικῶς ὁ Φίλων ἐπονο μάζει κάτωθεν μὲν ἀναβαίνουσαν καὶ τὸ πρόσωπον ἅπαν τῆς γῆς καταρ δεύουσαν· καὶ φυτὸν οὐράνιον εἶναι λέγει καὶ οἰκήτορα τοῦ παραδείσου καλεῖ καὶ τοῦτον μόνον τῇ ἐμπνεύσει τιμᾷ. εἰ δὲ τοῦτο τῇ ψυχῇ δέδωκα (λέγω δὴ τὸ εὐμίμητον) καὶ ὡς ἐξαιρετόν τι ταύτῃ παρέσχηκα, ἀλλ' οὐδὲ τοῦτο λόγου χωρίς· ἡ γὰρ ἡμετέρα φύσις τὸ σῶμα μὲν κινεῖ πρώτως, αὕτη δὲ κεκίνηται παρὰ τῆς ψυχῆς καὶ αὕτη παρὰ τοῦ νοῦ καὶ τοῦτον ἄγει θεός· ἃ γοῦν ὁ νοῦς ἐμελέτησε ταῦτα πλαξὶ κατέγραψε ψυχικαῖς. ὥσπερ δὲ τὸ πρώτως κινοῦν ἀκίνητον λέγουσιν οἱ φιλόσοφοι, οὕτω δὴ καὶ οὗτος (ὁ θαυμαστός φημι καὶ σεβάσμιος ἄνθρωπος) ἀμίμητός ἐστιν ἐν ἅπασι καὶ ἀσύγκριτος. Ἀλλ' ἐπανιτέον αὖθις ὅθεν ἐξέβημεν· εἰ γὰρ καὶ ἡ τοῦ λόγου ῥύμη ἑτέρωθί που παρήγαγεν, ἀλλ' ἐπαναστρέφω πάλιν πρὸς τὸ προκείμενον. ἑώρων γοῦν αὐτὸν