ἀριστοκρατίαν διῄρηνται, περὶ ἐλάττονος εἶναι σπουδῆς, ὅτι δέον τὴν ἐντὸς φύσιν κατακοσμεῖν, αἱ δὲ ἐπιπλάστως τὴν ἐκτὸς καλλωπίζουσιν· ὅθεν τὰ μὲν ἄλλα τούτοις, ὅσα σπουδῆς ὁ πολὺς ἀξιοῖ, ἠτίμαστό τε καὶ ἔρριπτο, φιλοσοφίας δὲ μόνης ἀντείχοντο καὶ πάσης, ὡς ἁπλῶς εἰπεῖν, μουσικῆς (μουσικὴν δέ φημι οὔτε τὴν ἐν αὐλοῖς καὶ ῥυθμοῖς οὔτε τὴν ἐν ἁρμονίαις καὶ λόγοις, ἀλλ' ἣν ἡ περιβολὴ τῆς γλώττης εὖ ἠσκημένη τοῖς λόγοις χορηγεῖ δύναμιν). διῃρημένων γοῦν αὐτοῖς τῶν πάντων ὥσπερ εἰς ὕλην καὶ εἶδος τὰ μὲν ἐν τοῖς πράγμασι μετὰ τῆς ὕλης ἐτίθουν, τὸν δὲ λόγον τῷ εἴδει προσείκαζον· ὅθεν οἱ μὲν ἐπὶ καθαρὸν τὸ εἶδος ἀνῄεσαν ἀφέντες κάτω τὴν ὕλην, οἱ δ' ἐκεῖθεν ἀρξάμενοι καὶ τὰ τῇδε πράγματα κατεκόσμουν τῷ λόγῳ. οὐ γὰρ ἀπογνωστέον τῷ φιλοσόφῳ τῶν ἐν ταῖς πολιτείαις πραγμάτων, ἀλλὰ μετὰ λόγους πρὸς ταῦτα ἰτέον· σῶμα γάρ εἰσιν ἄντικρυς καὶ δέονται τῆς ὡς ἐν εἴδει ψυχῆς, ἵνα τὸν σκεδασμὸν ἀποβάλοιντο. Ταῦτ' ἄρα Πυθαγόρας μὲν καὶ Σωκράτης ἀφωσιοῦντο ταῖς πολιτείαις τὴν γνώμην καὶ ὁ μὲν τοὺς Ἰταλικούς, ὁ δὲ τοὺς Ἀττικοὺς νόμους ἐσέβοντο. Πλάτων δὲ καὶ Ἀριστοτέλης, ὁ μὲν δὴ καὶ πολιτείαν τὴν ἀρίστην τῷ λόγῳ συγκατεσκεύακε καὶ τὰς Ἀθήνας πρὸς ὀλίγον ἀφεὶς εἰς Σικελίαν ἔπλευσε διορθωσόμενος ∆ιονύσιον καὶ μὴ τυχὼν αὖθις ἀπέπλευσεν, οὐ μνησικακή σας κατὰ τοῦ παιδὸς τῷ πατρί· ἔνθα δὴ καὶ ∆ίωνι προσέμιξεν, ἀνδρὶ γενναίῳ καὶ φιλοσοφίας ἐραστῇ, καὶ φίλους ἄλλους συχνοὺς ἐποιήσατο καὶ τοὺς τοῦ τυράννου θησαυροὺς οὐκ ὀλίγοις τῶν Ἀκαδημαϊκῶν καὶ Στωικῶν φιλοσόφων ἐξήντλησε· τὴν δὲ τυραννίδα μεθαρμόσαι μὴ δυνηθεὶς εἰς ἐπιστασίαν ἔννομον αὖθις ἐπανῆλθεν εἰς Ἀττικήν, ὅλον ἑαυτὸν τοῖς λόγοις ἐμπαρασχών. Ἀριστοτέλης δέ, διὰ τὸν τοῦ Φιλίππου Ἀλέξανδρον τῶν Ἀθηνῶν τὴν Μακεδονίαν ἀνταλλαξάμενος, νόμους τε τῷ βασιλεῖ ὑπέθετο, καθ' οὓς ἐκεῖνον ἐδέησε ζῆν, φιλοσοφίᾳ τε τὸ τῆς ψυχῆς ἦθος διορθωσάμε νος, καὶ μένοντι κατὰ χώραν συνῆν καὶ στρατευομένῳ συναπεδήμησε, νῦν μὲν τὸν Εὐφράτην διαπεραιουμένῳ κατὰ τῶν Πάρθων, νῦν δ' ἐκεῖθεν τῆς Αἰγύπτου ἐλαύνοντι, ἵνα χειρώσηται τὸν Ἰνδόν. καὶ ὁ Μακεδών, ἐφ' ἑκά στης ἡμέρας τροπαίων αὐτῷ ἐγειρομένων, τῷ τῷ Ἀριστοτέλει συνεῖναι μᾶλλον ἢ ἐκείνοις ἐκαλλωπίζετο. κἀκείνοις δὲ συνήδετο ὅτι μετὰ λόγου αὐτῷ προσεγίνετο τὸ νικᾶν· αἱ γὰρ πρὸς τοὺς πολέμους τάξεις καὶ τὰ κατὰ τῶν ἀντιμαχούντων μηχανήματα ἐκ τῶν Ἀριστοτέλους ἐπινοιῶν αὐτῷ συνειλόχατο. οἵ τε οὖν λόχοι αὐτῷ ἐν μέτρῳ καὶ αἱ φάλαγγες νῦν μὲν δίστομοι, νῦν δὲ ἀντίστομοι καὶ αὖθις ἀμφίστομοι τό τε πλῆθος ἄλλοτε μὲν κατὰ τετράγωνον σχῆμα συνείλεκτο καὶ αὖθις δεῆσαν κατὰ πρόμηκες ἢ ἑτερόμηκες· ἀντέστραπτό τε θᾶττον ἢ λόγος ἡ φάλαγξ ᾗπερ ἐβούλετο, ὡς τὸν μὲν οὐραγὸν λοχαγὸν γενέσθαι, τὸν δὲ λοχαγὸν εἰς οὐρὰν ἀπιέναι· τοῦ δὲ λόχου τὸ μὲν ἐζύγει, τὸ δὲ ἐστοίχει, τὸ μὲν πλάτος ἐζύγει, τὸ δὲ βάθος ἐστοίχει. ἐκεῖ μὲν γὰρ πρωτοστάτης παρὰ πρωτο στάτῃ, ἐνταῦθα δὲ πρωτοστάτης παρὰ δευτεροστάτῃ. ἦν δὲ τῶν μὲν ἄλλων κρείττων ὁ λοχαγός, τούτου δὲ ὁ φαλαγγάρχης (ὃν ἡμεῖς τὴν λέξιν μεθαρμοσάμενοι στρατοπεδάρχην κατονομάζομεν), μεθ' ὃν ὁ οὐραγὸς καὶ αὖθις ὁ δευτεροστάτης, μεθ' οὓς ὁ ἡμιλοχίτης (ὃν δή τινες ἐνωμοτίαν κικλήσκουσιν)· εἰ γάρ που ἐδέησε διχοτομῆσαι τὸν λόχον καὶ ἀντιστρέψαι τὴν διχοτομίαν, ὁ ἡμιλοχίτης τὸν τοῦ λοχαγοῦ τόπον ἀνεπλήρου. ἐπεὶ δὲ ἐβούλετο ὁ τοῦ Φιλίππου νῦν μὲν πολλαπλασίους τοὺς λόχους τοῖς πολεμίοις καταφαίνεσθαι, νῦν δὲ πολλοστημορίους, ἵνα δι' ἐκεῖνο μὲν φοβήσας ἀποσοβήσειε, διὰ τοῦτο δὲ ἀπατήσας ἐφελκύσειεν, ἐτριγώνιζεν ἐνταῦθα τὸ στράτευμα, καί, εἰ μὲν εἰς πλῆθος φαίνεσθαι, κατὰ τὴν βάσιν ἐτίθει τοὺς λοχαγούς, εἰ δ' ἐλάττους τῶν ὑπαρχόντων, τὴν κορυφὴν προτιθεὶς τὸ βάθος ὑπέκλεπτεν. ἐντεῦθεν αὐτῷ τὰ μεγάλα ἐκεῖνα προσεγεγόνεισαν