τοῖς φιλοσόφοις τὰ τεχνικά, τὰς εἰσαγωγὰς μαθεῖν, τὰς πίστεις, τὰ ἐπὶ ταῖς ἀποδείξεσιν, ὡς ἀναμιμνήσκει, ὡς διερεθίζει, ὡς πραΰνει τὸν δικαστήν, περὶ μνήμης τεχνολογῆσαι, περὶ ἀναμνήσεως, περὶ τῆς μέσης αὐτῶν ὑπομνήσεως· ἐῶ τἆλλα, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἀδόλεσχον φιλόσοφος εἴποι ἀνήρ. Ἀλλ' ἴσως ἔστι τις ἐν ὑμῖν (εἴητε δὲ οὕτω σύμπαντες) ὅς γε οὐκ ἐάσει οὕτως ἐπικειμένους ἡμᾶς καὶ βαρυνομένους καὶ ὑμᾶς γε βαρύνοντας τοῖς ὀνείδεσι καὶ πολλῷ τῷ βαπτίζοντι λόγῳ τὴν ὑμετέραν διάνοιαν ῥέοντας, ἀλλ' ἐπίσχῃ καὶ ἀναστήσεται καὶ τοιαδὶ φθέγξεται· «ὁ δὲ τὸν ψιττακὸν ἐπαινέσας ∆ίων καὶ τὴν μύαν σοφιστὴς ἕτερος καὶ ἄλλος τὸν κώνωπα καὶ ὁ ταῦτα χαλκευσάμενος Φειδίας ἢ ∆αίδαλος ἤ τις ἄλλος ἀγαλματοποιὸς παρ' ἑτέρων ἐπὶ ταῦτα παρακληθέντες, ἵνα καὶ μᾶλλον τὴν τέχνην ἐπιδείξαιντο, ἆρ' ἐδυσχέραναν τὴν παράκλησιν καὶ τῶν εἰπόντων καθήψαν το, ἢ δεξάμενοι μᾶλλον οἱ μὲν τὴν γλῶτταν, οἱ δὲ τοὺς δακτύλους εὐδόκιμοι ὤφθησαν; πῶς οὖν αὐτὸς [ἄ]λλο τι παρ' ἐκείνους διανοῇ καὶ οὐκ ἐξεργάζῃ τὸν τέττιγα καὶ πλάττεις τῷ λόγῳ τὸν μύρμηκα, ἀλλ' ἐπεμβαίνεις καὶ ὀνειδίζεις τοῖς ἀξιώμασιν;» ὅτι οὐκ ἶσον, ὦ βέλτιστε, ἡ παλαιστὴ τῷ ποδὶ ἢ ὁ χοῖνιξ τῷ κεραμίῳ· ἐκεῖ μὲν γὰρ ὁ ψιττακὸς ἀμφοτέροις οἷος τὴν φύσιν ὑπέκειτο, καὶ διὰ τοῦτο ὁ μὲν τῇ γλώττῃ τοῦτον ἐξύμνησεν, ὁ δὲ τοῖς δακτύλοις ἀπεμιμήσατο. ἐμοὶ δὲ ὁ μύρμηξ ἤδη τῷ λόγῳ πεφι λοπόνηται, ἢ παρείληπται αὐτὸ τοῦτο φιλοπονῶν, καὶ ὁ τέττιξ τὴν ἐπὶ τῷ στήθει μαγάδα περὶ μεσοῦσαν ἡμέραν κινεῖ οὐ μᾶλλον ὑπὸ τῆς ὥρας κινούμενος ἢ τοῦ σοφιστοῦ. πῶς οὖν αὐτὸ τὸ ἤδη τεχνιτευθὲν ἐπιτεχνά σαιμι; οὐ γὰρ ἐλλέλειπταί τι· εἰ δ' οὐ, ἀλλ' οὐ βούλομαι περιττὸς εἶναι καὶ τῇ ἀρχαίᾳ Μούσῃ ἀντᾴδειν. ἢ τοίνυν τὰ αὐτὰ φθέγξαιμι ἢ ἕτερα καὶ ἀλαζονεύσαιμι· ἀλλ' ἀμφότερα πάλαι πεφεύγαμεν (καὶ ὑμεῖς μάρτυρες) καὶ οὐδέτερον ἑκόντες εἶναι δεξαίμεθα. Ἀλλ' ἐγὼ μὲν οὕτω τὴν ἀντιλογίαν ταύτην ἐθάρρησα δικαίαν οὖσαν καὶ ἀληθῆ, ὑμεῖς δὲ συγκέχυσθε ὡς ἐπί τινι τῶν ἀθέσμων ἑαλωκότες καὶ ἐπανθεῖ τοῖς προσώποις ὑμῶν τὸ ἐρύθημα, τὸ τῆς αἰδοῦς χρῶμα, καὶ ἅτερος τὸν ἕτερον προωθεῖ ἀπολογήσασθαί τι πρὸς τὸν διδάσκαλον οὐ μᾶλλόν γε ἢ πρὸς τὸν Σωκράτην φιλοσοφοῦντα περὶ ψυχῆς ἐν τῷ δεσμωτη ρίῳ οἱ τηνικαῦτα ἐπακροώμενοι. οὐ βούλομαι δὲ οὕτω κρατεῖν οὐδὲ καθ' ὑμῶν ἔχειν τὰ νικητήρια, ἀλλ' ἑλοίμην ἄν, εἴ γέ μοι αἵρεσις δοθείη, ἔλαττόν τι ἔχειν ὑμῶν ἢ νικᾶν· οὕτως ὑμῶν περιέχομαι μᾶλλον ἢ ἑμαυτὸν ἀγαπῶ. Τί οὖν; πρύμναν ὑμῶν χάριν τῷ λόγῳ κρουσάμενος ἑτεροκλινῆ τὴν νίκην ποιήσομαι, ὡς δεῖ παντὸς μᾶλλον ἀσκεῖν τὴν προπαιδείαν καὶ πολλοὺς χωρεῖν ἐπ' αὐτὴν καὶ ἀναστρέφειν ἐπὶ τῶν ἀγώνων καὶ πάλιν πρὸς αὐτοὺς ἰέναι, τὸ δὲ πλάσμα τῶν μ[ύθων] καὶ μᾶλλον ἐμὲ μὲν ἐπεξηγεῖσθαι, ὑμᾶς δὲ περὶ πλείονος ἔχειν. εἰ [μὲν γάρ] ἐστιν ἅπαξ στοιχειωθέντα τινὰ τοῖς γυμνάσμασι κεκτῆ[σθαι] ἀ[ν]επίληστον τὴν στοιχείωσιν ὥσπερ οὐσ̣[ι]ωθεῖσαν τοῖς μνημ[ο]νικοῖς τῆς ψυχῆς, περιττὸν τὸ παλινδρομεῖν πρὸς αὐτὴν ἔχο[ν]τ[α] πρὸς ὃ χωροῦσι τοῦ κτήσασθαι· ἐπεὶ δὲ λῆθαι καὶ ἀν[α]μνήσεις καὶ ὅσα τοῖς παλαιοῖς ὀνόματα πεποίηται οὐ μάτην οὕτω συντέθεινται, ἀλλ' ἐπὶ πραγμάτων ἀπολωλότων ταῖς μνήμαις ἐφεύρηνται καὶ αὖθις ἀναχωννυμένων ὥσπερ ἀπὸ βορβόρου τῆς λήθης, διὰ τί μὴ πολλάκις ἐπὶ τὴν προγυμνασίαν ἐπανακάμψομεν, ἐκεῖθεν τὰ ποιητέα καὶ μὴ τοῖς τεχνικοῖς λόγοις ποριζόμενοι; οὐ γὰρ ἀρχαὶ μόνον τὰ ἐκεῖσε λεγόμενα, ἀλλὰ καὶ οἷον ἔργα τὸ τῶν τεχνῶν πλάτος κεφαλαιούμενα. ὁρῶμεν δὲ καὶ τοὺς σταδιοδρομοῦντας οὐχ ἅπαξ ἑαυτοὺς προγυμνάσαντας, ἀλλ' ὁσάκις ἂν ἀγωνίζοιντο προελομένους τε καὶ προτρέχοντας καὶ οἷον ἐπελαφρίζοντας ἑαυτοὺς καὶ τοῖς σκέλεσι ἐλευθερίαν μνηστεύοντας· καὶ παλαισταὶ δὲ πολλάκις ἐπὶ τῶν ἀγώνων παλαίσαντες πάλιν γυμνάζονται καὶ δίαυλός τις οἷόν ἐστιν αὐτοῖς τὸ γυμνάσιον· μουσικοὶ δὲ οὐ πρὶν ἢ τὸ