γλυκύτητα ἀνδρὶ φιλοσόφῳ προσμαρτυρῶν. Πλάτων δὲ ∆ίωνι πολλάκις ἐπιμέμφεται τὸ σκυθρωπὸν καὶ ἀμειδὲς τῆς ψυχῆς· αὐτὸς δὲ ὁ φιλόσοφος οὐ χαρίεις; ὃν δὲ ὑποδύεται Σωκράτην οὐ τοιοῦτος; ὅς γε δὴ καὶ μαιεύειν τοὺς νέους χαριεντίζεται καὶ τοιαύτην εἶναι αὐτῷ καὶ τὴν μητέρα τίθεται τὴν βλοσυρὰν Φαιναρέτην. Ἀλλ' ἀφῶμεν τοὺς Ἕλληνας. οἱ δὲ τοῦ καθ' ἡμᾶς λόγου προστάντες ξύμπαντες τὸ τοῦ ἤθους χρῶμα τοῖς λόγοις ἐπιδεικνύουσιν· ὅλως γὰρ οὐχ ἁρμονία περιόδων, οὐ μεταβολὴ εὔκαιρος, οὐ λέξις εὐάρμοστος, οὐκ ἄλλο τι τῶν κρειττόνων ἄνευ τῆς εὐκαίρου τοῦ ἤθους προέρχεται πλάσεως. ἐντεῦθεν γοῦν ἐμοὶ τά τε ἄλλα καὶ τὸ πρὸς τὰ μαθήματα περιγέγονεν εὐφυές· τορεύεται γάρ μοι ἐφ' ἑκάστῳ τούτων ἡ ψυχή, ὥσπερ τις κηρὸς εὔπλαστος καὶ εὐάγωγος, καὶ ὁμοῦ τε πρόσειμι ταῖς ἐπιστήμαις καὶ ἐναποτυποῦμαι τὰ τούτων εἴδη καὶ ἡ τοῦ εἴδους προδραμοῦσα χάρις ἐμμελῆ τε καὶ εὐπερίστροφον τὴν τῆς πλάσεως τορείαν εἰργάσατο. Εἰ δέ σοι μάγος ἐγὼ ἥγημαί τε καὶ κατωνόμασμαι, ὅτι δὴ χειροῦμαι καὶ ἰδιώτας καὶ αὐτοκράτορας καὶ πάντες μοι πρὸς τὸν λόγον κεχήνασιν, ἐντεῦθεν ἴσθι μοι τὰς πηγὰς τῶν ἐπῳδῶν· οὐ γὰρ κινῶ τὰ ἀκίνητα, οὐδὲ περὶ δυνάμεις βοτανῶν καὶ λίθων ἐπτόημαι, οὐδὲ συλλέγω πόας, οὐδὲ ὕλας συντίθημι, ἀλλὰ ταῖς φυσικαῖς πρὸς τοῦτο δυνάμεσι κατακέχρημαι, καὶ ὥσπερ οἱ ἐρωτικοὶ αὐτόθεν ἀπὸ τῶν εὐπλάστων σωμάτων ἐξήρτηνται, οὕτω δὴ κἀμοὶ τῆς γλώττης οἱ πλείους ἐκκρέμανται. καὶ ἵνα σοι τὸ πῦρ ἐπαυξήσω τῆς βασκανίας, οὐ τὴν ἀλυσιτελῆ φιλοσοφίαν προειλόμην ἐγώ, οὐδὲ μέχρι συλλογισμῶν προβαίνω καὶ ἀναλύσεων, οὐδὲ τὰς νοητὰς ἰδέας μόνας τῷ νῷ θεωρῶ, ἀλλὰ πρὸς πᾶσαν ἰδέαν περιτέτραμμαι τὴν ψυχὴν καὶ οἶδα ὅσα τε θεῖα καὶ ὅσα ἀνθρώπινα πολιτειῶν τε κόσμους ἐπίσταμαι καὶ τάξεων τρόπους καὶ μεταποιήσεις εὐκαίρους καὶ τἆλλα ὅσα τὰς πόλεις εἴωθε συνιστᾶν. κἂν γνώμην εἰσενεγκεῖν δέοι, τὴν ἀρίστην εἰσηγησαίμην· κἂν δημηγορῆσαι, εὐστρόφῳ χρησαίμην τῇ γλώττῃ καὶ ἀπολαμπρύναιμι τὴν φωνήν· κἂν ψηφίσασθαι, ψηφιοῦμαι κατὰ τοὺς νόμους· κἂν σχεδιάσαι λόγον, οὐκ ἄν με προβαίη ὁ γραμματεύς· κἂν ἐσκεμμένως εἰπεῖν, οὐδεὶς ἄν μοι μέμψοιτο οὔτε τοῦ προβουλεύματος οὔτε τοῦ σκέμματος. εἶτα δὴ ὥσπερ γῇ πολλῇ καὶ βαθείᾳ καὶ ὕδασι καταρδομένῃ πλείοσιν οὐδεμία μοι φαρμακώδης ἐπανατέλλει βοτάνη, ἀλλὰ πᾶσά μοι βλάστησις ἡδεῖα καὶ τρόφιμος· οὐ γὰρ καταχρῶμαι τῇ δυνάμει τῆς φύσεως, οὐδὲ δεινοὺς καὶ ἐντέχνους ποιοῦμαι τοὺς λόγους, οὐδὲ κατὰ τῶν πλειόνων δημηγορῶ, οὐδὲ ψεύδομαι πίστιν, οὐδ' ἔχει τις εἰπεῖν ἐμοὶ πολίτευμα πονηρὸν καὶ κακόηθες. ἐντεῦθεν τοίνυν ἐγὼ τοὺς πολλοὺς θηρῶμαι καὶ περιμάχητός εἰμι τοῖς κρατοῦσι. καὶ οὐδείς με τῶν ἁπάντων ἀπώσατο, ἀλλ' ὑπερβάλ λουσι τοὺς πρώτους ἐν ταῖς πρὸς ἐμὲ φιλοτιμίαις οἱ δεύτεροι. Εἰ δὲ φιλοσοφεῖν ἑλόμενος οὔπω τῆς πολιτείας ἀφέστηκα, καὶ τοῦτό μοι τῶν πάντων ἐπιφέρεις ἔγκλημα. πρῶτα μὲν ἁπλοῦν σοι πρὸς τοῦτο ποιοῦμαι τὸν λόγον, ὅτι βουλοίμην ἂν ἀνημέροις θηρσὶ συνοικεῖν ἢ πολιτείαις προσεῖναι καὶ πράγμασιν· ἀλλ' οὔπω τὰς λαβὰς τῶν κρατούντων ἐκπέφευγα. εἶτα σὺ μὲν οἴει τὴν φιλοσοφίαν δύναμιν εἶναι λόγων καὶ σχολὴν ἀλυσιτελῆ εἰδῶν τε θεωρίαν καὶ φύσεως κατανόησιν· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ὅπερ τὰ εἴδη ταῖς ὕλαις καὶ τοῖς σώμασιν αἱ ψυχαὶ καὶ αἱ ἁρμονίαι τοῖς μέλεσι, τοῦτο καὶ φιλοσοφία τοῖς πράγμασι πέφυκε, καὶ οὐδὲν ἂν τῶν ὄντων κοσμηθείη ὅ τι μὴ παρ' ἐκείνης. τοῦτο δὲ τῶν ψυχῶν τὸ γένος ἐπὶ τῇ τῶν πραγμάτων τάξει πλάττει θεὸς καὶ ἐκπέμπει πρὸς γῆν, οὐχ ἵνα γνῶσι μόνον τὴν ἀπλανῆ, οὐδ' ἵνα περὶ τῶν ἐν τῷ κύκλῳ φιλο σοφήσωσιν εὐθειῶν καὶ τὸ συνημμένον εἰδῶσι καὶ τὴν πρόσληψιν μάθωσιν, ἀλλ' ὥστε καὶ πολιτείας τάξαι καὶ νόμους εἰσενεγκεῖν καὶ ἐμποιῆσαι κόσμον τοῖς πράγμασι καὶ τὰ μὲν διελεῖν, τὰ δὲ συνάψαι, βασιλείαν εἰσενεγκεῖν, καθελεῖν τυραννίδα καὶ τἄλλα ποιῆσαι δι' ὧν ἡ