τεταγμένος παρὰ θεοῦ. Τῶν δ' ἄλλων οἱ μὲν ταῦτα, οἱ δ' ἐκεῖνα ἠρίστευσαν, καὶ οὐδεὶς ξύμ παντα, εἰ δέ τις, ἀλλ' οὐχ ὡς ἐγώ (καὶ αὐτοὶ φαίητε ἄν), οὐδ' ἐννόμως καὶ μετὰ τῶν ἀμέμπτων θεσμῶν. εἶτα τί; λῦτο δ' ἀγὼν ὅσα γε ἐπὶ τῇ ἱππασίᾳ καὶ ταῖς ἡνιοχήσεσι, συνειστήκει δὲ ἔτι τὸ θέατρον, καὶ ὑψοῦ βραβευτὴς ὁ ἀγωνοθέτης μετρῶν ἑκάστῳ τὰ τοῦ καιροῦ καὶ τῆς ἕξεως· ἐνταῦθα τοὺς μὲν ἄλλους ἀπηριθμήσατο καὶ κατὰ συνέχειαν ἔταξεν, ἐμὲ δὲ ὡς κορυθαίολον καὶ τῶν ἐπικούρων καὶ τῶν Τρώων προέκρινε, καὶ τοῖς ἀριστείοις στεφάνοις μᾶλλον τῶν ἄλλων ἐκόσμησε, καὶ ἀσύγκριτον τὴν πρὸς τοὺς ἄλλους τιμὴν οὐ τῷ ὀνόματι μόνον ἀλλὰ καὶ τῷ πράγματι τέθεικε. Κἀμοὶ μὲν οὐδὲν ἧττον καὶ αὖθις τὸ ἦθος ὁποῖον καὶ πρὸ τοῦ, ὑμῖν δὲ τοιοῦτον μέν, οὐ τοσοῦτον δέ, ἀλλὰ πλέον ἢ πρόσθεν <καὶ> κάκιον. ἕως τίνος οὖν οὐχ ἑαυτῶν γένοισθε οὐδὲ τὴν ἧτταν ἐνέγκοιτε, ἀλλ' ἑαυτοῖς τε καὶ ἀλλήλοις διαφθαρήσεσθε; ἆρ' οὖν εἰ ἐπίγρυπος μὲν ἐγὼ τὴν ῥῖνα, ὑμεῖς δὲ σιμοὶ ξύμπαντες, οὐκ ἦν δὲ ὅ τι ἂν πεποιηκότες ἢ πεπραχότες ἐκοινωνήσατέ μοι τοῦ σχήματος, οὐκ ἂν ἡσυχάζειν εἵλεσθε τὴν δημιουργὸν ἴσως φύσιν ἐπαιτιώμενοι; οὕτω τοιγαροῦν τῆς ἐμῆς ἥττους τυγχάνοντες φύσεως, Σπάρταν λαχόντες ταύτην κοσμεῖτε, μᾶλλον δὲ μὴ ἥττους ἐμοῦ τοῖς ὅλοις ὁμολογοῦντες εἶναι ἐπὶ τῇ ἀνισότητι παραβιάζεσθε τὴν ἰσότητα. εἰ μὲν γὰρ οὕτως ἔχοιτε, τοιούτων ἀεὶ λόγων ἀκούσεσθε, εἰ δ' ἑαυτῶν συνίετε κἀμοὶ τῶν κρειττόνων ἐθελονταὶ παραχωρήσετε, δυοῖν θάτερον, ἢ ἐμαυτῷ συμμετεωρίσω ὑμᾶς, ἤ, τό γε μετριώτερον, ἑαυτὸν συγκαταβιβάσω ὑμῖν. 10 Πρὸς τοὺς βασκαίνοντας αὐτῷ Ὑμεῖς μὲν οὕτως (λέγω δὲ τοὺς βασκαίνοντας)· ἐγὼ δέ, ὥσπερ παρ' οὐδενὸς ὑμῶν βασκαινόμενος, ἡδέως τε πᾶσι προσφέρομαι καὶ τὴν αὐτὴν ὁμιλίαν προσάγω ἣν καὶ πρὸ τοῦ, τὴν συνήθη καὶ νενομισμένην. τί ποτ' οὖν τὸ ποιῆσαν ὑμᾶς μὲν ἐξηλλάχθαι, ἐμὲ δὲ μὴ ἠλλοιῶσθαι; ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἐατέον. ζητῶ δὲ εἰ παρ' ἐμοῦ τὸ αἴτιον ἢ παρ' ὑμῶν αὐτῶν. εἰ δὲ ἐγὼ μὴ ἠλλοίωμαι, λείπεται παρ' ὑμῖν εἶναι τὴν αἰτίαν· καὶ μὴν τὸν πρὸ τοῦ χρόνον ἀνεπίφθονος ἐγὼ παρ' ὑμῖν, καί μοι τῶν κρειττόνων ἁπάντων παρεχωρεῖτε ἐθελονταὶ καὶ τῶν ἐμῶν ὡς ἥδιστα πηγῶν ἠρύεσθε καὶ ἐπίνετε. πῶς οὖν ἀθρόον μεταβεβλήκατε; ἤ, ὥσπερ καὶ οἱ παρὰ τῷ ποιητῇ ἥρωες εἴποιεν, ἡδέως μὲν ἐξίστασθε τῷ τοῦ Πηλέως υἱῷ ἀνδρείας τε καὶ στρατηγίας καὶ τῆς ἄλλης περὶ τὸν πόλεμον ἐμπειρίας, οὐ μὴν καὶ τῆς περὶ τοὺς λόχους δεινότητος καὶ εἴ τις ἄλλη τέχνη τοῖς παραστρατηγεῖν εἰωθόσιν ὑπονοουμένη; ἀλλ' ἴσως ἐκεῖνος, ὦ μακάριοι, τάδε μὲν τῆς τέχνης ἠπίστατο, ὑστέρει δὲ τῶν λοιπῶν· ἐγὼ δέ, εἰ πρὸς πάντα εὔθετός εἰμι, αὐτοὶ ἂν εἰδείητε, καὶ οὐ πάνυ τι βούλομαι τῷ πράγματι ἐμφιλοχωρεῖν. διὰ τί οὖν δέον, ὥσπερ φιλοσοφίας ἐμοῦ μεταλαγχάνειν αἱρεῖσθε, οὕτω καὶ τῶν λοιπῶν, ἐκεῖνο μὲν ποιεῖτε καὶ ὑπεξίστασθέ μοι τοῦ κρείττονος, διαμφισβητεῖτε δέ μοι τοῦ ἥττονος καὶ τῶν τῆς πολιτείας πραγμάτων ἀπρὶξ ἔχεσθε ὥσπερ ἐμοὶ τούτων οὐ μετόν; ἐγὼ δέ, εἴ μοί τις ἐξετάζει τὴν γνώμην, τούτων μὲν καὶ πάνυ κατωλιγώρηκα, οὐ νῦν πρώτως ὅτε παρήκμακα ἀλλ' ὅτε καὶ ἤκμαζον. οὐ μὴν ὥσπερ τῇ γνώμῃ οὕτω δὴ καὶ τοῖς πράγμασιν ἔχω· ἀλλ' ὥσπερ οἱ ἑκουσίως τῶν προτέρων ἐθῶν ἀπεχόμενοι ἢ τεχνῶν, οὐχ ὥσπερ τῷ <τοιούτῳ> τρόπῳ οὐ προσάπτοιντο τούτων, οὕτω δὴ οὐδὲ δύνανται κατὰ ταῦτα ἐνεργεῖν, τὸν αὐτὸν δὴ τρόπον κἀγὼ οὐκ, ἐπειδὴ τῶν πολιτικῶν νομίμων καταπεφρόνηκα, οὐδέν τι περὶ ταῦτα δεδύνημαι. ἀλλ' ὑμεῖς θορυβεῖσθε ὅτι μὴ μόνον τὰ πρῶτα φιλοσοφίας νομίζομαι, ἀλλ' ἤδη που καὶ τοῖς πολιτικοῖς πράγμασι κανὼν