ἀλληλουχεῖται δὲ τοῖς ἐνθυμήμασι καὶ διῆρται ταῖς ἐπιπλοκαῖς καὶ πρὸς ἑαυτὸν ἐπέστραπται. εἰ δὲ οἱ τοιοίδε τῶν χαρακτήρων τοῖς τελείοις ἀπονενέμηνται ῥήτορσιν, ἀλλ' οὐδ' Ὅμηρος τοὺς μὲν Αἰακίδας ἐχαρακτήρισεν ἀκριβῶς· εἰ δέ τις ἐν τῷ στρατοπέδῳ ψυχαγωγὸς τοῦτον ἀφῆκεν ἀμόρφωτον, ἐπεὶ καὶ τὸ κάλλος πρῶτον μὲν ἐν τῷ νῷ, ἔπειτα καὶ οἷς ἐκεῖνο παραγεγένηται, ἀλλ' οὐδὲν ἧττον καὶ τὸ μετέχον καὶ τὸ μετεχόμενον ἐπαινοῦμεν. καὶ ἄλλως μὲν ἐν Πλάτωνι τὸ κάλλος τοῦ λόγου ἐπαινεσόμεθα καὶ τὸ μέγεθος, ἄλλως δὲ ἐν Ξενοκράτει καὶ ἄλλως ἐν Αἰσχίνῃ τῷ Σωκρατικῷ· καὶ οὕτω θαμὰ καταβαίνοντες Σκοπελιανοῖς καὶ Νικήταις αὐτὸ προσαρμόσομεν καὶ πρὸς τὴν ἑκάστου τέχνην καὶ δύναμιν τὰς ἀρετὰς τοῦ λόγου ἀκριβωσόμεθα. Μὴ τοίνυν μηδ' ὁ Ἰταλὸς ἀπαξιούσθω τῶν χαρακτήρων, ἀλλ' αὐτός τέ μοι κεχαρακτηρίσθω καὶ πᾶς ὅστις ἄλλος τῶν ὁμιλητῶν. ἀσπάζομαι γὰρ ὑμῶν καὶ τὰ νεογιλὰ τῶν λόγων γεννήματα· παρ' ἐμοῦ γὰρ ὁ τόκος ὑμῖν. καὶ ὁ προπάτωρ ἐγὼ οὐκ ἀπεχθαίρω τὸ ἔκγονον, ὁποῖον ἂν ᾖ, εἴτε κεφαλὴν συμπεπίεσται, εἴτε διηγκύλωται τὸν ἀγκῶνα, εἴτε τὸ γόνυ ἐξήρθρωται· ὑποδέξομαι γὰρ ἡδέως τὸ ὀλισθῆσαν καὶ τῇ μαιείᾳ τοῦ λόγου ἐπιχειρήσω καὶ πλυνῶ μὲν αὐτίκα διαπλάσομαί τε, πῶς ἂν εἴποιτε τεχνικῶς, καὶ ἀποδώσω τῇ τύχῃ τὸ παρεκνεῦσαν ἀσπάσομαί τε καὶ διεστραμμένως ἔχον. οὐ γάρ εἰμι τῆς Ἀτθίδος ἐκείνης περὶ τὰ ἔκγονα ἀστοργότερος (τοῦ δ' ὀνόματος ἐπιλέλησμαι). ἐκύει δὲ αὕτη, ὡς ἡ περὶ αὐτὴν ἱστορία, καὶ ὁ πατήρ, δόξαν οὕτως, οὐ συνεχώρει αὐτῇ μητρὶ ἔσεσθαι, ἀλλ' ἐβούλετο ἐπὶ τῷ τόκῳ τὸ βρέφος τεθνήξεσθαι καὶ πρὸς τοῦτο λεληθότως τὴν μαῖαν κατήπειγεν. ἡ δὲ ἕτερον τρόπον τῷ τοῦ πατρὸς βουλήματι ὑπηρέτησεν· ὄφιν γὰρ ἐγκολπισαμένη, ἐπειδὴ τῶν ὠδίνων τὸ βρέφος ὠλίσθησε, τὸ μὲν ὑπεξέθετο, τὸν δὲ ὄφιν ἐπικαθημένη τῇ πρωτοτόκῳ ὑπέθηκε καὶ «φεῦ, οἷον», φησί, «τέρας ἑώρακα, ὄφις γὰρ ἀντὶ βρέφους τὸ κύημα». ἡ δὲ λεχὼ συμπαθῶς αὐτίκα «ἀλλά μοι, μαμμίδιον, τὸν ὄφιν», ἔφη, «περίθαλπε, ἔχομαι γὰρ αὐτοῦ ὡς ψυχῆς»· καὶ ταῖν χεροῖν λαβοῦσα ἐφίλησεν. Ἀττικὸς δὲ κἀγὼ ἀνὴρ καὶ φιλόπαις καὶ μᾶλλον ἤπερ ἐκείνη· ψυχικαῖς γὰρ ὠδῖσιν ἐγεννησάμην ὑμᾶς καὶ φιλῶ τὰ ὑμέτερα βρέφη τῶν λόγων, ἃ δήποτε καὶ ἀνδρωθεῖεν καὶ βραχίοσιν ἰσχύσαιεν καρτεροῖς. ἀλλά μοι τέως γεννᾶτε· οὐδὲν γὰρ ἀκμάσοι μὴ γεννηθέν. 20 Εἰς δύο τινὰς τῶν μαθητῶν αὐτοῦ λογογραφήσαντας πρὸς ἀλλήλους Οὐδεὶς παρ' ὑμῖν, οὔτ' αἰχμητὴς οὔτε ἀκοντιστὴς καί, ἵνα κατάλογον τῶν στρατιωτικῶν ὀνομάτων ποιήσωμαι, οὔτε πρωτοστάτης οὔτε δευτεροστάτης, ἀλλ' οὔτε ἐνωμοτίας ἢ διμοιρίτης, οὐδὲ τὸν λόχον τηρεῖν ἐπιστάμενος, οὔτε τάξεις εἰδὼς οὔτε ἐπὶ φάλαγγος οὔτε πρὸς φάλαγγα ἵστασθαι· ἀλλ' ὥσπερ δὴ τὸ ἔθνος (τοὺς ἐνειμένους φημὶ τὸν κάνδυν), βοηδρομεῖτε ἀσύντακτα καὶ διεσκεδασμένα θέοντες κατ' ἀλλήλων. καὶ ὁ μὲν Ἑλληνικὸς νόμος καὶ ἡ τῶν φιλοσοφησάντων διάταξις ἡσυχῇ προϊέναι κελεύει τοὺς ἐπὶ τῆς λογικῆς φάλαγγος καὶ ζυγεῖν ἀλλήλοις καὶ στοιχεῖν (τῷ πλάτει φημὶ καὶ τῷ μήκει). ὑμεῖς δὲ τοῖς ὄρνισιν ἐκείνοις ἐοίκατε οἷς ὁ ποιητὴς τὸ Τρωϊκὸν παραβάλλει στρατόπεδον· πλὴν ὅσον ἐκεῖνοι μὲν καὶ κλαγγῇ πετόμενοι, ἀλλὰ τοῖς μικροῖς ἐκείνοις ἀνδράσιν ἀξιόμαχοι πρὸς ἀλκὴν καθεστήκασιν, ὑμᾶς δὲ θᾶττον ἂν καὶ οὗτοι διαχρήσωνται οὐ σὺν τάξει τὴν πτῆσιν ποιουμένους τῶν λόγων, ἀλλ' εἰς πολλὰ κατατετμη μένους μέρη καὶ διαλελυκότας τὴν λογικὴν σύνταξιν. ὃ γοῦν τὸν Ἡρακλέα οἱ σμικροὶ οὗτοι τὸ μέγεθος πεποιήκασιν ἀφυπνώσαντα, τοῦτο ἂν ὑμᾶς ἐγρηγορότας ποιήσαιεν. Ἄγει γὰρ καὶ πρὸς τούτους ὁ λόγος τὸν ἀθλητὴν καὶ μεσημβρίας