φραγμοῦ, αὐτὸς καὶ νῦν εἰρήνην ποιήσαι τοῖς πράγμασι καὶ τὰς ἀντικειμένας συντρίψαι δυνάμεις καὶ τοῖς ἀπόροις πόρον ἐφεύροι καὶ μηχανήν, ὁ τῇ ἀρρήτῳ αὐτοῦ σοφίᾳ τὰ πάντα διευθύνων καὶ κυβερνῶν καὶ ἐκ τῶν ἐναντίων πάλιν πολλάκις τὰ ἐναντία πανσόφως οἰκονομῶν. 3 Σελέντιον δημηγορηθὲν παρὰ βασιλέως κῦρ Μιχαὴλ τοῦ ∆ούκα Εἰ καὶ πολλοῖς τῶν βασιλέων ἔθος ἐστὶν ἐξ ὑψηλοτέρου φρονήματος τὰς ὁμιλίας ποιεῖσθαι πρὸς τὸ ὑπήκοον, ὅπως ἂν αὐτοῖς ἐντεῦθεν σῴζοιτο τὸ ἀξίωμα, ἀλλ' ἐμοὶ τοσοῦτον πρὸς ἐκείνους τὸ διαλλάττον, ὥσθ' ἑλοίμην ἂν ἡδέως πατρικὴν ἔχειν πρὸς ὑμᾶς εὔνοιαν ἢ βασιλικὴν μεγαλόνοιαν· εἰ δέ μοι πρὸς τὴν τοιαύτην σχέσιν ὁ τῆς ἡλικίας ἀπαντᾷ χρόνος, ἀλλ' ἐγὼ οὐκ ἂν ὀκνήσαιμι μεταβαλεῖν τὰ ὀνόματα. ἀσμένως οὖν ὡς ὁ υἱὸς πατράσιν ὁμιλήσω καὶ διαλέξομαι. ὦ πατέρες οὖν καὶ παῖδες ἐμοὶ καὶ εἴ τι ἄλλο τῶν ὀνομάτων ὁμοψυχίαν καὶ σύμπνοιαν δεικνύμενον, δέξασθε τὸν παρόντα λόγον, οὐ ῥητορικῶς συγκεκροτημένον ἀλλ' ἁπλοϊκῶς συντεθει μένον, οὐδὲ μεγαλοπρεπῶς συνεξυφασμένον ἀλλ' ἀφελῶς ἐκπεφωνημένον καὶ τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Τίς δὲ ὁ τοῦ λόγου σκοπὸς οὐκ ἀγνοεῖτε μέν, ἀλλ' ὅμως εἰδόσιν ἐρῶ· ἀδύτων μυστηρίων παρασκευή. πεπροοιμίασται δὲ ἡμῖν παρὰ τοῦ θεοῦ· τὰ μὲν οὖν ἄδυτα ἡ θεία καὶ μακαρία μετοχὴ τοῦ θείου σώματός τε καὶ αἵματος, ἡ δὲ πρὸς τοῦτο ἑτοιμασία ἡ τῆς ψυχῆς κάθαρσις καὶ ἡ τοῦ σώματος κένωσις. νηστεύσωμεν οὖν, ἵν' ὑφέλωμέν τι τῆς σαρκὸς καὶ προσθῶμεν τῷ πνεύματι· ἐγκράτειαν ἀσπασώμεθα, ἵνα τὴν τῶν παθῶν συντονίαν χαλάσαντες εὔλυτοι πρὸς τοὺς ἀκλύστους λιμένας κατάρωμεν· λεπτύνωμεν τοῦ σώματος τὸν δεσμόν, ἵν' ἐλευθερώσωμεν τῆς ψυχῆς τὸ πτερόν· καθάρωμεν ἑαυτούς, ἵνα κοῦφοι καὶ εὐσταλεῖς πρὸς τὴν ἄνω πορείαν γενώμεθα. σκοπὸς ἡμῖν, μᾶλλον δὲ δόγμα θεοῦ, ἀναβῆναι πρὸς οὐρανὸν οὐ ψυχῇ μόνῃ ἀλλὰ καὶ σώματι. πῶς οὖν ἀναβῶμεν τῷ τῆς σαρκὸς ἄχθει βαρυνόμενοί τε καὶ πιεζόμενοι; πῶς ὑψηλοὶ γενοίμεθα καὶ πορρωτέρω νεφῶν τοσοῦτον ἄχθος ἐπισυρόμενοι; λεπτύνωμεν οὖν διὰ νηστείας τὸ πάχος τοῦ σώματος, ὅπως ἂν ὁμόστολον τοῦτο τῇ ψυχῇ ποιησώμεθα καὶ πρὸς τὴν ὑπερνεφῆ πορείαν ὁμόδρομον. εἰ γὰρ ἀντίθετόν τι χρῆμα πρὸς ἀσιτίαν τρυφή, καὶ τὰ ἔργα ἀντίρροπα· εἰ γοῦν βαρύνει ἐκεῖνο, λεπτύνει αὕτη· καὶ εἰ πιέζει τρυφὴ καὶ συναρμόττει τῷ σώματι τὴν ψυχήν, ἐλευθεροῖ νηστεία καὶ θαυμασίαν διάθεσιν ἀπεργάζεται. οὐ γὰρ ζωογονεῖ μὲν ψυχήν, ἀναιρεῖ δὲ σῶμα, ἀλλὰ κἀκείνην συνάγει πρὸς ἑαυτὴν καὶ τοῦτο μᾶλλον ζωοποιεῖ τῶν περιττῶν ἐκκαθαίρουσα καὶ ὑγιὲς αὐταρκείᾳ καὶ λιτότητι διασῴζουσα. Ἦν ὅτε, φίλτατόν μοι ἀκροατήριον, ἀπροσδεεῖς τοιαύτης ἦμεν νηστείας, ἀλλὰ καὶ τρυφᾶν ἐξῆν ἐν τῷ παραδείσῳ καὶ παντοδαπῶν ἀπολαύειν καρπῶν καὶ μὴ δεῖσθαι καθαρσίων. ἀλλὰ τί σοι, γέρον Ἀδὰμ καὶ τοῦ γένους ὅλου πρωταίτιε (ὡς γὰρ ζῶντι καὶ παρόντι σοι διαλέξομαι), τὸ ἀπερίσκεπτον ἐκεῖνο ὅρμημά τε καὶ βούλημα; ἵλεως δὲ ἡμῖν εἴης, ὅποι ποτ' ἂν εἴης, καὶ μὴ μέμφοιο λέγουσι· τίς ἡ ἕτοιμος τῶν τῆς Εὔας λόγων παραδοχή; πῶς ὁ χερσὶ θεοῦ διαπεπλασμένος καὶ πρῶτος εἰκόνι τετιμημένος τῇ κρείττονι καὶ νομοθεσίαν δεδεγμένος ἴσως ἀπόρρητον οὕτως εὐθὺς μετηλλοίωσαι καὶ τῷ θανατηφόρῳ ξύλῳ τὴν χεῖρα ἐπέ βαλες, δέον φυλάξασθαι καὶ οὕτω τοῦ ζωηφόρου ἐφάψασθαι; ἀλλὰ σὺ μὲν ἴσως ἔχοις ἂν εἴ τι ἀπολογήσῃ, εἰ καὶ μὴ ἀναπόδραστά σοι τὰ τῆς ἐπιτιμήσεως. ἡ γὰρ τῆς γυναικὸς πειθὼ καὶ τὸ φαινόμενον κάλλος τοῦ ἀπηγορευμένου φυτοῦ καὶ ὁ ὑπονοούμενος γλυκασμὸς πρὸς τὴν γεῦσιν ἠπάτησάν σε καὶ ἐφειλκύσαντο. τῷ δὲ πονηρῷ ἐπαρῶμαι ὄφει ἐκείνῳ