δι' οὗ ἡ φθορὰ ταῖς ἡμετέραις εἰσεφθάρη ψυχαῖς. ἀλλ' οὐδὲ σοὶ τὰ τῆς βασκανίας ἐλεύθερα· ἐπὶ τῷ στήθει γὰρ καὶ τῇ κοιλίᾳ πεπόρευσαι καὶ τὸν τῆς γῆς ἀπολιχμάζῃ χοῦν, καὶ τὴν ἡμετέραν πτῶσιν τηρῶν καὶ δάκνων ἐφ' ὁδοῦ τὴν κεφαλὴν συντέθλασαι καὶ συντέτριψαι. Πλὴν ἔδει μὲν μήτε ταῦτα γίνεσθαι μήτε τὰ πρῶτα γενέσθαι, ἀλλ' ἔχειν τὴν πρώτην καὶ μακαρίαν ζωὴν καὶ μὴ πραγματείας χρῄζειν καὶ περιόδων πολλῶν. ἐπεὶ δὲ γέγονεν, ὡς οὐκ ὤφελεν, ἀναλύσωμεν τὴν συνθήκην καὶ τὴν ἕνωσιν διέλωμεν καὶ θεοῦ μόνου κατατρυφήσωμεν· εἰ δὲ καὶ τῆς κάτω τρυφῆς ἐρῶμεν, φάγωμεν ἄρτον ἀγγέλων, πίωμεν νάματα ζωῆς. τί ποτε δὲ ταῦτα; αἱ θεωρίαι τῶν ὄντων, ἡ τῆς φύσεως κατάληψις, ἡ τῶν στοιχείων κατανόησις, πῶς ἥνωνται, πῶς διῄρηνται, πῶς παράλληλά τέ εἰσι καὶ συνάλληλα. κατατρυφήσωμεν κινήσεως οὐρανοῦ, χύσεως ἀέρος, στάσεως γῆς, ὑδάτων ῥύσεως. ἀλλὰ χαλεπὰ ταῦτα πρὸς γνῶσιν καὶ ὄντως ὑπερφυῆ; ἔστι τις καὶ μικρολογίας ἀπόλαυσις, τὰ μὲν τὸν ὀφθαλμὸν θέλγουσα, τὰ δὲ τὴν ἀκοὴν καθηδύνουσα. τρύφησον τὸ τοῦ ταὼ κάλλος, τὴν ἐν τῷ στήθει τῶν χρωμάτων μῖξιν, πῶς ἐπάλληλοι καὶ διάλληλοι αἱ βαφαί, τίς ἡ ἐν τῇ κορυφῇ τιάρα εὐδαιμονεστέρα τῆς Περσικῆς, ποταποὶ οἱ ἐν τῷ πτερώματι κύκλοι καὶ πῶς τοῖς ἄστρασι τὸ χθαμαλὸν τοῦτο ζῷον ἠγλάισται. οὐ φθονῶ σοι τῆς τῶν τεττίγων ᾠδῆς οὐδὲ βασκαίνω σοι τῶν τῆς ἀηδόνος τερετισμάτων. ἀλλ' εἰ μὴ βούλοιο <θεοῦ> μόνου κατα τρυφᾶν, προκείσθωσάν σοι τὰ παντοδαπὰ ταῦτα γένη τῶν ἀπολαύσεων· ἔστι σοι καὶ μεγέθους τράπεζα καὶ κάλλους ἀπόλαυσις καὶ πανδαισία ἠθῶν ἁπλουστέρων καὶ ποικιλωτέρων, αἱ δὲ τῶν ἀνθῶν χροιαί, αἱ δὲ τῆς γῆς πιότητες, αἱ δὲ τῶν φυτῶν χάριτες, τἆλλα, ἵνα μὴ καθεξῆς λέξω, ποταπόν τι χρῆμα τρυφῶν τε καὶ ἀπολαύσεων. Εἰ δὲ μὴ ταῦτα τοῖς πολλοῖς ἥδιστα εἰς ἀπόλαυσιν, ἀλλὰ δυσχερὴς ὁ λόγος, ἀντιτρυφήσωμεν ἀλλήλους. οὐ γὰρ φθονῶ ὑμῖν τῆς ἐνταῦθα ἰσότητος· ἀρκετὸν γάρ μοι ἡ χρυσοϋφὴς στολὴ καὶ ἡ χρυσόδετος περὶ τὴν κεφαλὴν στεφάνη καὶ ἡ περιπόρφυρος ἐσθὴς καὶ τἆλλα, ὁπόσα τῆς βασιλείας ἐξαίρετα. ἐμοὶ δὲ καὶ τούτων τὰ πρὸς ὑμᾶς καὶ τὰ παρ' ὑμῶν προτετίμηται. καί, ἵνα πάντῃ τὸ νέφος διάσχωμαι καὶ τὸ τῆς ψυχῆς φῶς ἀνακαλύψω ὑμῖν, πατρῴα μοι πρὸς ὑμᾶς φιλία ἐστὶ καὶ σῴζω ἀκραιφνῆ τὴν διάθεσιν καὶ τὰ τοῦ πατρὸς ἤθη μεμίμημαι· καὶ ὡς φίλοις ὑμῖν πατρικοῖς διαλέγομαι. ἀκούοι θεὸς ἄνωθεν καὶ συμμαρτυροῖεν αἱ περὶ ἐκεῖνον δυνάμεις ὡς, εἰ μή μοι τὸ βασιλικὸν ἀξίωμα ἔπιπτεν, οὐδὲν ἂν ὑμῶν εἶχον πλέον, οὔτε τῆς συνδιαγωγῆς οὔτε τῆς διαλέξεως. οὕτως ἐκδεδαπάνημαι τῷ ἔρωτι πρὸς ὑμᾶς, οὕτως ἀντείλημμαι τῶν ὑμετέρων ψυχῶν. καὶ βουλοίμην μέν, εἴ γε δυναίμην, πᾶσαν μὲν χάριν, πάντα δὲ κόσμον ἑκάστῳ ὑμῶν τῆς κεφαλῆς καταχέαι. ἀλλ' οἱ καιροί, ἀλλ' αἱ τῶν πραγμάτων ἐπὶ τὸ ἧττον μεταβολαὶ στενοχωροῦσί μοι τὸ πλατὺ τῆς ψυχῆς καὶ φιλότιμον. οὐ μήν γε τοσοῦτον ἐστενοχώρησαν, ἀλλ' ὁρᾶτε ὅτι μοι τῶν πηγῶν πανταχοῦ πίδακες ἀναβλύζουσι· ἐπέχω δέ, μὴ ἔκρουν τὸ νᾶμά μοι γένηται καὶ ὄνομά τι κενὸν ἡ πηγὴ καθεστήκοι. Οὕτως ἠρέμα, ἵν' ἐφ' ἑτέραν μεταβαίην τροπήν, τῆς βασιλικῆς ἡνι οχήσεως ἅπτομαι· καὶ τὰ μὲν ἀνασειράζω τοὺς ἵππους, τὰ δὲ εὐθυδρομεῖν καὶ ταχυδρομεῖν δίδωμι. δεῖ δὲ μὴ τὸν κυβερνήτην ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς πλωτῆρας ὑμᾶς συνιθύνειν τὸ σκάφος καὶ μὴ ἀντιπίπτειν τῷ ἰθυντῆρι μηδὲ ἀντικωπηλατεῖν πρὸς τὸν οἴακα, ἀλλὰ συμπνεῖν καὶ ἰσοζυγεῖν καὶ τὴν μεγάλην τοῦ κράτους περισῴζειν ὁλκάδα. εἰ δὲ νῦν μὲν ἀπαρκτίαι πολλοὶ καὶ βορέαι καὶ Ἑλλησποντίαι λαμπροὶ μέγα κῦμα κυλίνδουσι καὶ τὴν θάλασσαν ἐξοιδαίνουσιν, ἀλλ' οὐ πολύς ἐστι χρόνος καὶ ἐμπνεύσειαν ἡμῖν νότοι καὶ ζέφυροι καὶ στορεσθήσεται μὲν τὸ κλυδώνιον, λειοκυμονήσει δὲ θάλασσα καὶ πράγματα ἡμῖν εἰς εὐφροσύνας καὶ χάριτας καταστήσεται. καὶ εἰ χειμῶνος ἔτι κρατοῦντος περιανθῶ πᾶσιν ὑμῖν καὶ περιανθίζω καὶ