κατορθώματα. Ἀριστοτέλης δὲ καὶ τὴν πᾶσαν αὐτοῦ διῄρει δύναμιν εἰς ἱππικήν τε καὶ πεζικήν. καὶ τοῦ πεζοῦ τὸ μὲν ψιλὸν ἐτίθετο λίθοις βάλλον καὶ τοξεύμασι, τῷ δὲ θώρακα καὶ κνημῖδας ἐνήρμοζε, τῷ δὲ κοῦφα ἐδίδου πελτάρια· ὣς δὲ καὶ τοῦ ἱππικοῦ τὸ μὲν ἀγχέμαχον ἦν ξίφεσι μᾶλλον ἢ δόρασιν ἢ ταῖς ἐκείνου σαρίσσαις (ἡ δὲ σάρισσα Μακεδονικὸν ὅπλον ἐκτεταμένον ἔχον τὸν στύρακα καὶ πρόμηκες τὸ σιδήριον), τὸ δὲ ἠκόντιζεν ἢ ἐτόξευε πόρρωθεν· ἐτόξευε δὲ οὐ κατὰ τὸν Ὁμήρου τοξότην προσάγον τῷ μαζῷ τὴν νευράν, ἀλλὰ κατὰ τὸ μέτωπον ἕλκον πρὸς αὐτὸ τὸ δεξιὸν οὖς, οὐδ' ὡς ὁ Τεῦκρος ὑπὸ τὴν τοῦ Αἴαντος ἀσπίδα κρυπτόμενος, ἀλλὰ καὶ διῶκον καὶ φεῦγον καὶ βεβηκός. καὶ τί δ' ἂν τὰ πλείω λέγοιμι ὧν Ἀριστοτέλης μὲν ἐπενόησεν, ἐνεργὰ δὲ δέδειχεν ὁ Ἀλέξανδρος; Ἀλλ' ἡμῖν ὁ λόγος εἰς τὴν οἰκείαν ἀνίτω ἀρχήν, ὅτι τοῖς ἄνω χρόνοις τὰ πράγματα λόγος ἐκόσμει καὶ σπουδάζουσα περὶ ταῦτα, ἢ παρὰ τούτων σπουδαζομένη, φιλοσοφία· ἔδει γάρ που λόγου τοῖς καθέκαστον βίοις. διὰ τοῦτο, ὅποι τύχοι συγκεραννύμενος, τάξιν ἐτίθει καὶ κόσμον ἐποίει, καὶ πάντα μετεῖχε νοῦ τε καὶ χάριτος. νῦν δὲ ἡ τάξις ἀντέστραπται καὶ τὸ μὲν ἄνω κάτω δοκεῖ, τὸ δὲ κάτω ἄνω τοῖς πολλοῖς ὑποπτεύεται. διὰ τοῦτο φιλοσοφίαν μὲν ἄνω που τῶν οὐρανίων νώτων προκαθημένην καὶ πάντα κοσμοῦσαν καὶ περιέπουσαν μετὰ τῶν ἐσχάτων οἱ πολλοὶ τῆς ὕλης ἀπορριπτοῦσιν, αὐτὰ δὲ τῆς ὕλης τὰ παίγνια, οἷς δὴ κακοδαίμονες ὑπόκειν ται ἄνθρωποι, μᾶλλον δὲ ἀνθρώπι' ἄττα πονηρὰ καὶ ἀνόητα, τῷ αἰθέρι ἐπελαφρίζουσι. κἂν μέν τις πρὸς αὐτὰ παραγίνηται ἢ καὶ τυγχάνῃ παραγενό μενος ἢ καὶ τοῦ παντὸς τύχῃ παραγεγονώς, ὄλβιόν τε τὸν ἄνδρα καλοῦσι καὶ τοῦ μακαρίζειν ἀφέμενοι ἐπαινοῦσι (τοῦ γὰρ μακαρισμοῦ ταῖς τύχαις προσαρμοζομένου ὁ ἔπαινος ταῖς ἀρεταῖς συνῳκείωται) περιέπουσί τε τοῦτον καὶ δορυφοροῦσιν ὥσπερ τοὺς πάλαι Ῥωμαίων ὑπάτους δωδεκα πελέκεις καὶ ἑξαπελέκεις σωματοφύλακες· ἢν δέ τις ἐπὶ φιλοσοφίαν ὁρμήσειε, τοῦτον εὐθὺς οἰωνίζονται· κἄν τις πρῶτον ἴδοι παρανατειλάσης ἡμέρας, καθαρσίων εὐθὺς δεῖται καὶ καθαγνίζεται, ὥσπερ οἱ τοὺς ἵππους ζευγνύντες, ἢν τριβωνοφόρον ἄνδρα θεάσωνται. τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ ναυτιᾶν, μᾶλλον δὲ μελαγχολᾶν ἄντικρυς; ὥσπερ γὰρ ἐκείνοις ἐναλλὰξ ὁρῶνται τὰ χρώματα, οὕτω δὴ καὶ τούτοις ἑτεροίως τὰ πράγματα. καὶ ἢν μέν τις αὐτοῖς τὰ περὶ τῶν ὀχημάτων ἀφηγῆται καὶ τὰ ἐν τοῖς θεάτροις γινόμενα καὶ τίνες μὲν ἐπὶ τοῦ βήματος ἐγράψαντο, τίνες δὲ ἑάλωσαν φεύγοντες, καὶ ὅπως τοῖς μὲν ηὐδρόμει ἡ γλῶττα συκοφαν τοῦσι, τοῖς δὲ ἐπεσχέθη ἐμβριμησαμένου τοῦ δικαστοῦ, καὶ ὡς ὁ στρατη γὸς τούσδε ἢ τούσδε τοὺς πολέμους νενίκηκε καὶ ηὔξηνται μὲν οἱ φόροι τῷ βασιλεῖ, κατὰ ῥοῦν δὲ τούτῳ τὰ πράγματα φέροιτο, ὑπερφυής τε δοκεῖ καὶ μετὰ τῶν ἡμιθέων ἠρίθμηται. εἰ δέ τις ἐπὶ νοῦν ἄγοι καὶ πρὸς τὰ τῆς φιλοσοφίας προβιβάζοι ἄδυτα καὶ δεικνύοι τί μὲν φύσις, τί δὲ ψυχή, τί δὲ νοερὰ ἕξις, τί δὲ οὐσιώδης νοῦς, πῶς τε περὶ τοῦτον ἔχοι ψυχὴ καὶ οὗτος περὶ τὸ ἕν, καταφρονοῦσιν ὡς μαινομένου καὶ θᾶττον ἀποπηδῶσιν ἢ τῶν βελῶν. γεωμετροῦντα δὲ εἴ ποτε θεάσαιντο καὶ μετροῦντα μὲν οὐρανόν, μετροῦντα δὲ ἥλιον, παραβάλλοντα δὲ σελήνην πρὸς γῆν καὶ τὸ μᾶλλον ἢ ἧττον ἐφ' ἑκάστῳ εὑρίσκοντα, ἐνταῦθα δὴ τὸ τοῦ Ἀριστοφάνους κατὰ τοῦ Σωκράτους προσεξευρίσκουσιν, ὡς τὴν ψύλλαν ὁ γεωμέτρης λαβών, εἶτα τῷ κηρῷ ἐμβάψας τὼ πόδε, ἐπειδὴ ψυγέντων περιέφυσαν Περσικαί, ταύτας λαβὼν ἀνεμέτρει τὸν οὐρανόν. τοῦτο γὰρ μόνον τῆς ἀρχαίας παραλλάττουσι κωμῳδίας καὶ οὐκ ἴσασιν ὡς, ἣν μὲν ἐκεῖνοι πολιτεύονται πολιτείαν, τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἐξορύττει, ἣν δὲ οὗτοι μετίασι φιλοσοφίαν, ἀναπλάττει καὶ ἀναζωπυρεῖ καὶ τῶν ἐν οὐρανῷ φώτων ἀνάπτει. οἱ δὲ τούτων σεμνότεροι (καὶ μέχρι τοσούτου συγκαταβαίνοντες, ὥστε τὰς Ἰταλῶν ξυνθήκας καὶ τὰ