τούτοις γὰρ τοιοῦτόν τι συμβεβήκει, καὶ μέμνηταί γε τῆς ἱστορίας ἀρχόμενος εὐθὺς τῆς πρώτης τῶν Μουσῶν ὁ Ἡρόδοτος. εἰ δέ γε τῷ τρίτῳ ἐμβαίης ταῖς τρισὶν ἀντιστρόφοις κεφαλαῖς (προικί, φημί, δημοσίῳ καὶ δανειστῇ), οὐκ ἂν πολλάκις περιαχθείης στρεφόμενος καὶ ἀντι στρεφόμενος καὶ ὥσπερ ὁ Εὐθύφρων ὑπὸ τῶν Σωκρατικῶν λόγων ἀνθελιττόμενος; Πῶς δὲ τῆς μὲν καπηλείας ἡμμένος οὐκ ἄν ποτε μίξειας οὔτε οἶνον οἴνῳ οὔτε οἶνον ὕδατι, εἰ μὴ πρότερον γνοίης ποῖα μᾶλλον εὐκέραστα τῶν ὑγρῶν καὶ ὡς ὁ μὲν μέλας δυσκέραστος τοῖς λεπτοῖς διὰ τὴν παχύ τητα, οἱ δέ γε λεπτοὶ εὐκόλως ἀλλήλοις ἀναχυθεῖεν καὶ ἔστιν αὐτοῖς τό γε μίγνυσθαι καὶ μὴ μίγνυσθαι καὶ παρὰ τὴν χρόαν καὶ παρὰ τὴν ὑπόστασιν καὶ παρὰ τὴν γεννήσασαν ἄμπελον· λέγω δὲ οὐχ ὅτι μὴ φύσιν ἔχει πάντ' ἀλλήλοις τὰ ὑγρὰ μίγνυσθαι, ἀλλ' ὡς οὐκ ἂν τὰ τυχόντα καπηλευ θείη, εἰ μή τις αὐτοῖς ἐπισταίη κρίσις τε καὶ διάκρισις. καὶ ταῖς μὲν διαφοραῖς οὕτω προσέχεις τὸν νοῦν, τῆς δὲ ὀρθότητος οὐ πεφρόντικας, ἀλλ' οὐδὲ τοσοῦτον διέγνωκας, ὅτι τοιοῦτόν ἐστι, νόμον νόμῳ συνενεγκεῖν καὶ τὰ ὁμοειδῆ συνεισαγαγεῖν κεφάλαια καὶ τά γε νεώτερα τοῖς ἀρχαιοτέ ροις συγκαταλλάξαι, ὁποῖον ὁ παρὰ Πλάτωνι δημιουργὸς τὸν οὐρανὸν ποιῶν κάθηται ἐκ τεσσάρων μὲν αὐτὸν στοιχείων δημιουργῶν καὶ στερεὸν ἐργαζόμενος, τούτων δὲ πῦρ μὲν καὶ γῆν οἷον ὑποκείμενα πρῶτα τούτῳ ποιῶν, ἀέρι δὲ καὶ ὕδατι ἀντὶ δεσμῶν χρώμενος καὶ δύο μεσότητας ποιούμενος διὰ τὴν τοῦ σώματος στερεότητα. Καὶ τοῖς μὲν οἴνοις τὴν φύσιν πολυπραγμονεῖν ἐπίστασαι, ὡς ὁ μὲν μέλας δυναμικώτερος καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων ἄχρι πολλοῦ, ὁ δὲ λευκὸς ἀσθενής τε καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει μὲν ῥᾷον, ξηραίνει δὲ ἄντικρυς· φιλοσοφῶν δὲ οὕτω μεταξύ τι καὶ παραφθέγγῃ ὥσπερ Θεόπομπος ἐν ἑπτακαιδεκάτῳ Φιλιππικῶν, «σὺ δέ, ὦ παῖ, τοῦ μέλανος οἴνου λαβὼν δός μοι πιεῖν καταξήρῳ γενομένῳ διὰ τὴν ὥραν». καὶ γενεαλογεῖς δὲ τούτους, ὥσπερ τοὺς ἄνδρας καὶ τοὺς ἵππους οἱ ποιηταί, καὶ τὸν μὲν Φαλερῖνον πότιμον μὲν τιθεῖς, κεφαλαλγῆ δέ, τοῦ δέ γε Ἀλβανοῦ τὸν μὲν γλυκάζοντα λέγεις, τὸν δὲ ὀμφακίαν, τὸν δὲ Ῥηγῖνον λιπαρώτερον μὲν τοῦ Σορεντίνου, χρήσιμον δὲ οὐκ αὐτίκα ἀλλὰ γηράσαντα· καὶ ἀκμάζει μέν σοι τάχιον ὁ Φορμιανός, βραδύτερον δὲ ὁ Τριφολῖνος. καὶ ἵνα μὴ περιττὸς δόξω τὰ σὰ παιδικὰ ὑφαρπάζων, τοὺς μὲν οἴνους οὕτω φυλλοκρινεῖς, τοὺς δὲ νόμους ὥσπερ οἱ Λατῖνοι τοὺς πελάτας καὶ οἱ Ἀθηναῖοι τοὺς θῆτας παρεώρακας, καὶ ταῦτα μετὰ τῶν ἐπωνύμων ἀναγεγραμμένους καὶ προεδρείαν ἐν βήμασιν ἔχοντας. Καὶ τῶν μὲν παρ' Ἕλλησι μυστηρίων οὐδεὶς μετέχειν ἐθάρρει μὴ προτελεσθεὶς τὴν Μιθριακὴν τελετήν· καίτοι γε νόμος τοῖς τελουμένοις τὰ Ἐλευσίνια ἐχεμυθεῖν καὶ μηδεμίαν προϊέναι φωνήν, ὅπερ δὴ ῥᾶστον ἄλλως καὶ οὐδενὶ τῶν πάντων ἀντιπῖπτον. σὺ δὲ φιλοσοφεῖν μὲν μέλλων μετὰ τῶν Μουσῶν, νομοθετεῖν δὲ μετὰ σοφῶν, δικάζειν δὲ μετὰ τῶν κρειττόνων οὕτω πάντα τεθάρρηκας, ὥστε αὐτίκα τὰς χεῖράς τε ἀπο μάξασθαι καὶ τῆς οὐρανίας ἄντυγος ἀντιδράξασθαι· εἶτα τοσοῦτον ἠγνόησας ὡς ἡ τῶν νόμων ἐπιστήμη οὐ μόνον τὰ πολιτικὰ ἠκρίβωσε πράγματα, ἀλλὰ καὶ θεολογίας ἔχει μυστήρια καὶ περὶ φύσεως φθέγγεται καὶ τὴν ῥητορικὴν κατόπιν ἀφίησιν, ὥσπερ τὴν φύσιν ἡ Ἑκάτη, εἴ που τοῖς λογίοις προσέσχηκας. Ἔγωγ' οὖν τὸ κατὰ σὲ πρᾶγμα τοῖς ἐπὶ σκηνῆς ὑποκριταῖς εἴκασα. Πάταικος γὰρ καὶ Μίθαικος ὡς Κρεσφόνται καὶ Κρέοντες ἀπὸ σκηνῆς ἐξίασιν· ἴσασι γὰρ οὐ τὴν ἐκ ῥακέων τούτων ἐπιγουνίδα ἀλλὰ τὸν ἐξ ἀλλοτρίων πτερῶν κολοιόν. καὶ ὅσῳ δὴ ἐκεῖνοι τὰς ὀφρῦς ἀνατείνουσι καὶ μετὰ σοβαροῦ προΐασι τοῦ βαδίσματος, τοσούτῳ δὴ μᾶλλον γέλωτα τοῖς θεαταῖς ὀφλισκάνουσιν ὅθεν δὴ καὶ ἀσχημονοῦσιν ἐπὶ τοῖς ἡρωικοῖς συνθήμασι καὶ συρίττεται αὐτοῖς ὁ βίος καὶ κλώζεται. οὕτω δὴ καὶ αὐτὸς ἀπὸ συνήθους ἐργασίας ὥσπερ ἀνθρακεύς τις ἐπὶ τὰ δικαστικὰ παρακύψας ἀνάκτορα ἀσχημονεῖς καὶ συρίττῃ, ἐν θεῶν