οὐδεὶς ὑμῶν κρινωνιᾶς καὶ ῥοδωνιᾶς ἀμέτοχος οὐδὲ τῆς ἄλλης εὐπνοίας, τίνων οὐκ ἂν ἀπολαύσοιτο χαρίτων ἐπιδημήσαντος ἔαρος; Ἀλλ' ἐπειδὴ τὰ μὲν τῶν τρυφῶν μέλλει, τὰ δὲ τῆς νηστείας ἐφέστηκε, νῦν μὲν στενώσωμεν τὴν τράπεζαν ἑαυτοῖς καὶ πτερορρυείτω μὲν τὸ σῶμα, ἐπτερώσθω δὲ πρὸς τὸν θεὸν ἡ ψυχή. ὁπηνίκα δὲ ὁ κατὰ προ θεσμίαν ἀπαντήσει χρόνος καὶ ὁ τῆς πανδαισίας ἐπανέλθῃ καιρός, κοινῇ τῆς δημοθοινίας συνεφαψώμεθα καὶ ἀνταπολαύωμεν ἀλλήλων, ὑμεῖς μὲν τῆς ἐμῆς εὐμενείας, ἐγὼ δὲ τῆς ὑμετέρας εὐνοίας κατατρυφῶν. 4 {Λόγος τοῦ ὑπερτίμου ὃς ἐπικέκληται σελέντιος Ἐπὶ τὰς τοῦ ἡλίου καὶ πάλιν ἀνατολὰς ὁδῷ βαδίζοντες κατηντήσαμεν, τὰς τηλαυγεῖς τῆς νηστείας ἡμέρας φημί. ὥσπερ γὰρ ἀπὸ δύσεων τῶν ἡδυπαθειῶν τῇ περιόδῳ τοῦ χρόνου κινούμενοι καθ' ἑκάστην ἔτους περιφορὰν ἐπὶ τὰς ἡλιακὰς ταύτας ἀκτῖνας περιφερόμεθα, ἀφ' ὧν κατα λάμπεται μὲν ἡμῶν ἡ ψυχή, ὁ δὲ τῶν παθημάτων ζόφος σκεδάννυται καὶ ὁ νοῦς ταῖς φαεσφόροις καταστραπτόμενος τῶν ἀρετῶν ἐμβολαῖς πρὸς τὸν τῆς δικαιοσύνης ἐπιστρέφεται ἥλιον· καὶ αὐτὸ δὲ τὸ σῶμα καθαιρόμενόν τε καὶ λεπτυνόμενον ἐλαφρότατον ὄχημα τῇ ψυχῇ πρὸς τὴν εἰς οὐρανοὺς ἄνοδον γίνεται. ἀνεῳγόσι τοίνυν τοῖς ὀφθαλμοῖς τὸ τῆς νηστείας ὑποδεξώ μεθα φῶς, ἵνα τὴν θείαν ἰδόντες καὶ παθόντες λαμπρότητα φωτοειδεῖς καὶ αὐτοὶ τοῖς ὁρῶσι φαινοίμεθα. Ἀλλὰ πῶς ἐπαινέσομαι τῶν ἡμερῶν τούτων τὴν δύναμιν; πῶς δὲ κατ' ἀξίαν θαυμάσομαι; ξυμπάσης γὰρ ἀρετῆς ὅση τε πρακτικὴ καὶ ὅση θεωρητικὴ πέφυκεν ἀρχὴ καὶ τέλος αὕτη καθέστηκεν· ἐπέχει τοῦ σώματος τὰς ὁρμάς, ἐμφαίνει τοῦ πνεύματος τὰς αὐγάς, σβεννύει τὸ πῦρ, ἀνάπτει τὸ φῶς, κατέχει τὸν χοῦν, ἀνάγει τὸν νοῦν, τὴν σάρκα δουλαγωγεῖ, τὴν διάνοιαν ἐλευθεροῖ, δεσμεῖ τὸ σῶμα, πτεροῖ τὸ πνεῦ μα, ἐπιθυμίαν ἔκτοπον ἀναιρεῖ, διάνοιαν ἀλόγιστον ἀθετεῖ, ἀθυμίαν κενοῖ, εὐφροσύνης πληροῖ, ὅρους ταῖς αἰσθήσεσι τίθησιν, ὀφθαλμὸν σω φρονίζει, γλῶτταν ῥυθμίζει, ἀρωμάτων ἀποφοραῖς οὐ θηλύνει τὴν ὄσφρησιν, μελισμάτων κατατομαῖς οὐκ ἐκλύει τὴν ἀκοήν, σωμάτων ἐπαφαῖς οὐκ ἀπα τᾷ τὴν ἁφήν, χρημάτων κατανομαῖς οὐ διαιρεῖ τὴν ψυχήν, πραγμάτων ἐπι φοραῖς οὐ βαπτίζει τὸν νοῦν. εἴπω τὰ μείζω καὶ τὰ τελεώτερα; ἁρπάζει κόσ μου, προσάγει θεῷ, ἐλευθεροῖ τῶν αἰσθήσεων, πρὸς οὐρανὸν ἀνάγει τὸν νοῦν μετὰ τῶν ἀγγέλων ἱστᾷ, πρὸς τὴν προτέραν ζωὴν ἀποκαθιστᾷ, μᾶλλον δὲ τὴν ὑψηλοτέραν καὶ κρείττονα· νηστεία σώματος νέκρωσις, πνεύματος ζώωσις, ἠθῶν κόσμησις, ψυχῆς κάθαρσις, διανοίας ἔπαρσις, νοῦ πτέρωσις· νηστεία τελείωσις ἀρετῶν, πλήρωσις ὀρεκτῶν, μετάδοσις ἐφετῶν· νηστεία τῆς ὕλης ἀπαγωγή, πρὸς τὸ θεῖον μεταγωγή, τῶν ἀγαθῶν ἐπαγωγή· νηστεία φύσεως κόσμος, πράξεως νόμος, γνώσεως ὅρος· νηστεία-ἀλλὰ τί ἂν εἴποιμι; πῶς δὲ καὶ φράσω ὁπόσον καὶ βούλομαι; ὠδίνει μὲν γὰρ ἡ ψυχὴ ἄρρητά τινα νοήματα καὶ ἀπόρρητα, ἡ δὲ γλῶσσα πρὸς τὴν ἔκφρασιν τούτων ἐπαπορεῖ. αὕτη πατρίδα μὲν αὐχεῖ τὸν παράδεισον, νομοθέτην δὲ τὸν θεόν· καὶ κύει μὲν ταύτην ἡ καθαρωτάτη ψυχή, ἀποτίκτεται δὲ ταῖς ὠδῖσι τοῦ πνεύματος· καὶ πρᾶξις μὲν ταύτης ἡ κάθαρσις, ἀποτέλεσμα δὲ ἡ πρὸς θεὸν ἐπιστροφὴ τῆς ψυχῆς. τελεία δὲ οὖσα καὶ γόνιμος τὰς ἀρετὰς πάσας ἀπογεννᾷ· ἀπὸ γὰρ ταύτης ἡ σωφροσύνη καὶ τὸ ἐγκρατὲς πρὸς τὰς ἡδονὰς καὶ ἀήττητον, ἡ κοσμιότης τοῦ ἤθους, ἡ κάθαρσις τῆς ψυχῆς, ἡ πτεροφυΐα τοῦ νοῦ καὶ πρὸς τὸν θεὸν ὕψωσις. Βούλει καὶ γονὰς ἑτέρας ἰδεῖν καὶ ἄλλα γεννήματα; ὅρα μοι τὸν Νῶε, τὸν Μωυσῆ, τὸν Ἐλισσαῖον, ξύμπαντας τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς αὐτόπτας τοῦ λόγου καὶ κήρυκας· τούτων γὰρ ὁ μὲν τάσδε τὰς