ἀναφερόμενον οὐκ ἐπεστράφη; οὐ κατενύγη ἐπὶ σοὶ ὁ εὔσπλαγχνος; ἄθυτος διὰ τοῦτο ἔσται καὶ ἀκαλλιέρητος καὶ διαμενεῖ ἀμελῴδητος καὶ ἄψαλτος καὶ ἀπροσφώνητος καὶ ἀπροσαύδητος, ἀνθ' ὧν οὐκ ἔπαθέ τι ἐπὶ τῇ συντριβῇ σου, ἀλλ' ἔθηκε τὸ πρόσωπον αὐτοῦ ὡς στερεὰν πέτραν, ἵν' εἰδῇ καὶ αὐτός, εἰ καὶ νῦν ὡς ἔοικεν ἐπιλέλησται, ἵν' ἀνθρωπίνως εἴπω καὶ περιπαθῶς, ὡς ἄνθρωπός τε ἐγένετο καὶ τὰ σωματικὰ ἀνεδέξατο. Ὑμεῖς δέ, οἱ υἱοὶ Σιὼν οἱ τίμιοι, οἱ λειτουργοὶ καὶ ἱερεῖς καὶ θύται τοῦ μεγάλου καὶ καινοῦ θύματος, καὶ εἴ τι ἕτερον ἐν διακόνοις καὶ ὑποδιακό νοις καὶ τοῖς αἴρουσι τὰ σκεύη καὶ καθαίρουσι καὶ μελουργοῖς καὶ ὑμνῳδοῖς καὶ ψάλταις σύστημά τε καὶ πλήρωμα, οἱ, ὡς Ἱερεμίας φησί, τὰς ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι περιφέροντες, ποῦ νῦν μετετέθητε; ποῦ ἀθροίζεσθε; πῶς ἐτράφη εἰς πένθος ἡ χαρὰ ὑμῶν, πῶς αἱ ἑορ ταὶ εἰς θρῆνον; οὐ καλὸν ἦν ὑμῖν καὶ ὅσιον, ὡς καὶ ἐμοὶ καὶ πᾶσιν ἔδο ξε, προαποθανεῖν ἢ συναποθανεῖν τῷ συμπτώματι; ἐπεὶ δὲ ὁ θεὸς ζῆν ὑμῖν ἔδωκε καὶ ἐγκατάλειμμα ἡμῖν ὑμᾶς ὑπελείπετο, ζητῶ ποῦ τὸ ἱερὸν ὑμῶν κάθηται νῦν ἢ ἵσταται σεμνολόγημα, ποῦ ἡ σύνοδος, ποῦ ἡ συνέλευ σις, ποῦ ἡ συζήτησις τῶν γραφικῶν ῥητῶν, τί περὶ τῆς συμφορᾶς ἐκείνης φιλοσοφεῖτε, περὶ εὐδοκήσεως, περὶ παραχωρήσεως, περὶ οἰκονομίας. περὶ τῶν ἀνεφίκτων κριμάτων. εἴ τις ἐδόθη ὑμῖν ἢ ἀπεκαλύφθη λόγος, εἴπατε καὶ ἡμῖν καὶ μὴ ἐάσητε μόνῳ τῷ ἀποσπάσματι τοῦ ἱεροῦ ὕμνου προσανέχειν, «οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ» λέγοντες «ἄρχων καὶ προ φήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος». ἀλλ' ὑμεῖς μὲν καὶ σῴζοισθε καὶ ἴδοιτε τὴν νέαν Ἱερουσαλὴμ ἀναγομένην τε εἰς ὕψος καὶ ἀνακαινιζομένην, καὶ ταῖς εὐχαῖς συγκάμοιτε καὶ δοξασθήσοισθε ἐν αὐτῇ καὶ λαμπρυνθήσοισθε. Σὺ δὲ ἥλιε καὶ σελήνη καὶ ἀστέρες ὑμεῖς, ποῦ ποτε ἄρτι φαίνεσθε, ποῦ αὐγάζετε, ποῦ τὰς ἀκτῖνας ἀνίσχοντες πέμπετε; ποῖος ὑμᾶς ἕτερος οἶκος ἀρτίως ἐκδέχεται ἢ ἀποδέχεται; τίνι ἐναβρύνεσθε νῦν; τίνι ἀντιλάμ πετε; ποίῳ ἔργῳ ἐνσεμνύνεσθε; τίς ἰδεῖν ὑμᾶς ἄνω βλέπων ἐθέλοι; τίς οὐχὶ μᾶλλον ἐν σκότει κύπτων διαπορεύεται καὶ φῶς ἀποστρέφεται; οὐκ ἔδει σε περιβαλέσθαι σκότος τὸ πένθιμον ἐκεῖνο τοῦτο ἤδη δεύτερον, ὦ φωστήρων ἄριστε καὶ μέγιστε ἥλιε, οὐχὶ σέ, πανσέληνε, κωνοειδεῖ τινι σκιάσματι ὑποδραμεῖν καὶ ὑποκρυβῆναι ἢ ἐκλεῖψαι; ἀλλ' οὕτω παρείδετε τὸ γεγονὸς ὡς ἀγένητον. καὶ ποῦ δοξασθήσεσθε; ἔγωγ' οὖν πολλάκις ὑμᾶς εἶδον ἐν τῷ σελασφόρῳ ἐκείνῳ ναῷ· καὶ ἰδὼν ἐθαύμασα καὶ τὴν αἰτίαν ἠρεύνησα δι' ἣν τοῦτο ὑπέστητε, καὶ τὸ τοῦ νεὼ κάλλος αἴτιον ἔμαθον τῆς διατριβῆς ἐκείνης. καίτοι δυσέρωτας ὑμᾶς ᾤμην εἶναι καὶ ἀνέρωτας· ποτὲ δέ μοι καὶ δι' ὅλης ἐφάνης τῆς ἡμέρας, ἥλιε, ἐμφιλοχωρῶν ἐκεῖσε καὶ στρεφόμενος καὶ λάμπων, καὶ ἑκὼν οὐκ ἀφίστασο ἢ μεθίστασο τὴν διάδοχόν σου σελήνην φέρων. καὶ τοῦτο ἐγὼ βλέπων ἐλογιζόμην ὅτι καὶ γίγαντα καὶ νυμφίον ἐκ τοῦ παστοῦ ἐξερχόμενον ὁ μελῳδὸς ∆αυίδ σε προανεφώνησε· προεῖδε γάρ σε κἀκεῖνος τοῦ παμφαοῦς ἐκείνου ναοῦ ἐρῶντα καὶ ἐπῇδέ σοι ταῦτα. καὶ νῦν τοῦτον οὐκ ἐνετράπης πίπτοντα δι' ὃν ἦς μείζων, δι' ὃν ἐνδοξότερος, δι' ὃν φαιδρότερος; ἔσῃ καὶ σὺ πάντως ἀδόξαστος, ταπεινωθήσῃ μικρὸν καὶ στυγνάσεις ἐπὶ τῷ πτώματι, ἵνα μάθῃς ἀλλοιωτὸς καὶ αὐτὸς καὶ τρεπτὸς γεγονὼς καὶ φθορᾷ ὑποκεί μενος. Οὗτος δὲ εἰ μὲν ἀναστήσεται καὶ ὑψωθήσεται καὶ ἑδραιωθήσεται ἢ συντελεσθήσεται καὶ καλλωπισθήσεται οὐκ ἐμὸν εἰδέναι· τὸ δὲ ἐμὸν εἰ ἐπιβιώσω, εἰ εἰσέλθω, εἰ ἴδω, εἰ προσκυνήσω, εἰ θεοκλυτήσω, θεοῦ ἄρα τοῦτο κἀκεῖνο εἰδότος. 36 Τὰ πρὸς Ὄλυμπον (ι)