ἔχειν τὴν περὶ ταῦτα θεωρίαν, ἀπὸ δὲ τῆς ἡμετέρας σοφίας τὸν τύπον γινώσκειν καὶ τὴν ἀλήθειαν, καὶ τὸ μὲν γράμμα ἐπιθραύειν ὥσπερ ἔλυτρον, τὸ δὲ κεκρυμμένον πνεῦμα ὥσπερ μαργαρίτας ἀναχων νύειν· καὶ μήτε τὰ Μωσέως ὡς τέλη τῆς ἀληθείας οἴεσθαι, μήτε τὰς τοῦ κρείττονος διατυπώσεις ὑπολαμβάνειν αὐτοτελεῖς, ἀλλ' ἐκεῖνα μὲν εἰς ταῦτα φέρειν, τὰ δὲ εἰς ἑτέραν ἀποκατάστασιν· μὴ πάντῃ δὲ καὶ τὰ Ἑλλήνων παραιτεῖσθαι ἐν οἷς θεολογεῖν οἱ ἄνδρες προῄρηνται, ἀλλὰ τὸν μὲν πατρικὸν βυθὸν καὶ τὰς τρεῖς τριάδας καὶ τὰς δέκα κοσμαγωγοὺς καὶ τὸν ὑπεζωκότα καὶ τοὺς λαγόνας τῆς Ἑκάτης καὶ τὰς χαίτας ἄλλα τε ἕτερα μέρη μετὰ τῶν μύθων συναριθμοῦντες, ἐν οἷς περὶ τῆς τῶν πάντων θεολογοῦσιν ἀρχῆς, καὶ ὅτι ἐκεῖθεν τὰ πάντα συνέστηκε, καὶ ὅτι ὄν ἐστιν αὕτη οὐκ ἔχουσα γένεσιν, καὶ τἆλλα ὡς τοῖς τῆς ἡμετέρας παρεοικότα αὐλῆς, συγκολλᾶν πειρᾶσθαι θείοις λογίοις καὶ κοινὸν ἀμφοῖν κρατῆρα ποιεῖσθαι τὴν ἡμετέραν ψυχήν. τὴν δὲ Ἑρμαϊκὴν μονάδα καὶ τὰ λοιπὰ τοῦ ἀνδρὸς τούτου συγγράμματα ἃ δὴ πρὸς τὸν ἑαυτοῦ παῖδα τὸν Τὰτ ὑπηγόρευσεν, ἐν οἷς μὴ καθαρῶς ταῖς ἀληθέσι δόξαις ἐναντιοῦται, προσίεσθε· κρείττονα γὰρ ἢ κατὰ τὴν Πλάτωνος φιλοσοφίαν καὶ χρησμοῖς ἀκριβῶς ἐοικότα καὶ τὴν ψυχὴν ἐκ τῆς ὕλης ἀνάγοντα. καὶ τὸν Ποιμάνδρην τούτου (οὕτω γὰρ τὸν οἰκεῖον λόγον ἐπέγραφεν) ὡς ὀνειρώττοντα δια πτύετε, ὡς δὲ καὶ τὴν Ἐμπεδοτίμου τοῦ νοῦ ἁρπαγήν, ἣν ἐξαίρει μὲν ὁ Ἰάμβλιχος, Ποσειδώνιος δὲ ἀθετεῖ ὁ φιλόσοφος. ἃ δέ φασιν οὗτοι περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ αὐτοκινήτου καὶ τοῦ διαστατοῦ ἀποδείξεσι διδόντες, εἰ μὲν συμβαίνοντα ταῖς ἐκεῖθεν ἐφόδοις εὕρητε, δέχεσθε· εἰ δ' ἀπᾴδοντα, διαπτύετε. ἀτιμάζοιτε δέ μοι καὶ τὰς Πλάτωνος τῶν ψυχῶν περιόδους καὶ τὴν Ἀριστοτέλους τῶν ψυχῶν ἐντελέχειαν καὶ τὴν ἐν ᾅδου τῶν ψυχῶν ἐν ποταμοῖς τοῖς θολεροῖς βάσανον, τὴν δὲ τοῦ Πρόκλου τερατουργίαν καὶ τερατολογίαν καὶ ἃ δὴ Πλωτῖνος δείκνυσι θεοκλυτῶν· ἀποτρέπεσθε δέ μοι καὶ τὸ τοῦ Σωκράτους δαιμόνιον, ᾧ δὴ ἐκεῖνος θαμὰ ὁμιλῶν κανόνι ἐχρῆτο πρὸς τὴν ἐνέργειαν. Εἰ οὕτω ποιεῖτε, κατὰ τοὺς ναυτιλλομένους ἐξ ἁλμυροῦ πότιμον ὕδωρ ἀρύσεσθε. τί δ' ἔστιν ὃ οὗτοι δρῶσιν; ἐπειδὰν ἐναποληφθέντες πελάγεσιν ὕδατος γλυκέος μὴ εὐπορῶσι, σπόγγους τῇ θαλάσσῃ ἐπικρεμάσαντες καὶ τὸν ἀτμὸν εἰς ὕδωρ ἐναποθλίψαντες ἀπορροφῶσιν ἡδίστου νάματος. καὶ ὑμεῖς τοιγαροῦν τὴν ὑμετέραν ψυχὴν ἐφ' ὕψους τῶν Ἑλληνικῶν δογμάτων ὡς ἁλμυρῶν ἀναρτήσαντες, τὴν ἐκεῖθεν φερομένην ἠχὼ βαρεῖαν καὶ γεώδη τυγχάνουσαν εἰς ὀξεῖαν καὶ κούφην μεταβαλόντες, τάχ' ἂν ὑπὸ τῆς ὑπάτης τῶν χορδῶν λιγυρωτάτου μέλους ἀκούσεσθε. 25 αδ δισξιπυλος δε πηιλοσοπηια ετ ρηετοριξα Ἀλλ' ἐκεῖ μὲν τὰ Μίθρου παίζειν, ἐνταῦθα δὲ τὰ ἐς Ἄμμωνος, τοῦ πνεύματος ὑμᾶς παίζοντος καὶ παρὰ μέρος κορυβαντιῶντος καὶ ὑπτιάζον τος. ἀλλὰ τί παρ' ὑμᾶς ὁ διδάσκαλος; οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος ἄμφω πεπώκαμεν, ἵν' ὑπὸ τῷ αὐτῷ ἀγοίμεθα πνεύματι. ὑμεῖς μὲν γὰρ ἴσως μουσόληπτοι καὶ νυμφόληπτοι καὶ Ἑρμῆς ἄγει πρὸς ὃ καὶ βούλοιτο, καὶ διὰ τοῦτο κάμπτεσθέ τε καὶ κλώζεσθε πρὸς ἑαυτοὺς συστρεφόμενοι. ἐγὼ δὲ τοῖς κάτω κανόσι καὶ τεχνικοῖς ἕπομαι καὶ μετὰ τὴν στοιχείωσιν μὲν οἶδα τὴν σύνθεσιν, μετὰ τὰς προτάσεις δὲ ἐπίσταμαι τὸ συμπέρασμα· οἰκείῳ δὲ κινούμενος πνεύματι οὐκ ἂν ἀναλύσαιμι ἀφ' ὧν εἰς τοῦτο προὐχώρησα, οὐδὲ τὸν Πηνελόπης ἱστὸν ἱστουργήσαιμι, οὐδ' ἀσφαλισά μενος αὐτὸν ὡς ἐνῆν νῦν αὖθις θείην κρηπῖδας καὶ πρώτην ἀρχὴν τῆς οἰκοδο μῆς καταβάλοιμι. ἀλλ' ὑμεῖς, εἰ μὴ κἀμὲ συμπαίστορα λάβητε καὶ τῆς ἀνακάμψεως προηγούμενον, μέγα κεκράγατε καὶ ἀδικεῖτε