Πρὸς τοὺς βασκήναντας αὐτῷ τῆς τοῦ ὑπερτίμου τιμῆς Οὔθ' ὑμῖν βασκανίας περιλελείψεται ἀφορμή, οὔτ' ἐμοὶ τιμῆς ὑπόθεσις καὶ αὐξήσεως· ἐμοί τε γὰρ οἱ βασιλεῖς εὖνοι, κἀγὼ δὲ ἐκείνοις ἐν καιροῖς λυσιτελής τε καὶ χρήσιμος, ὑμεῖς τέ μοι δύσνοι ἀεί, κἀγὼ πρὸς ὑμᾶς ἀλυσιτελής, οὐ γὰρ ἔσθ' ὅ τι ποιήσας νοσούσας ὑμῶν ἰάσομαι τὰς ψυχάς. εἴτε γὰρ λόγους δημιουργήσω καλούς, αὐτὸ δὴ τοῦτο βάσκανοι τῶν καλῶν, εἴτε τὸ ἦθος ἐνδείξομαι, ὃ δὴ πρὸς πάντας εἰμὶ εὐμενής τε καὶ ἵλεως, ὅτι τοιοῦτος ἀλλὰ μὴ τοὐναντίον, φθόνου μοι μεστὴν καὶ τὴν ὄψιν καὶ τὴν ψυχὴν δείκνυτε· εἰ δὲ καὶ εὔνοά μοι τὰ παρὰ τῶν βασιλέων γεγένηται, τοῦτο δὴ τὸ κεφάλαιον τῆς κακοηθείας ὑμῖν. ἡδέως δ' ἂν πυθοίμην ὑμῶν πότερον μᾶλλον αἱρήσεσθε, εἰ ἀλλοιωθεὶς αὐτὸς τὴν γνώμην ἄχθος ἀρούρης ἐτώσιον ἔσομαι, ἢ ἔχειν μὲν οὕτως τῆς ἕξεως, ἐλάττους δέ μοι οἱ στέφανοι γίγνοιντο. ἀλλ' εἴτε τοῦτο εἴτ' ἐκεῖνο κολο βωθείη μοι, δυσμενῶς αὖθις θατέρῳ ἕξετε· ἔστι γὰρ ὅτε παρὰ θάτερον τοῖν μεροῖν γίνομαι, οὐ γὰρ πάντοτε τοῖς ἀριστείοις στεφάνοις ἀναδοῦμαι τῶν λόγων, ὑμεῖς δὲ καὶ τότε τῷ φθόνῳ τηκόμενοι διαρρήγνυσθε. Θαυμάζω δὲ ὑμῶν ὅτι πολλάκις ταῦτα πεποιηκότες ἢ πεπονθότες ἐμοί, καὶ μηδὲν πλέον σχόντες τῆς κακοηθείας ἢ ἀβελτηρίας, οὐ πρὸς τὸ μέλλον ἐσωφρονίσθητε, ἀλλ' ὥσπερ ἐμὲ ἀναποδίζειν οἰόμενοι ἢ ἐμποδὼν ἵστασθαι, ἀλλ' οὐ σφᾶς ἑαυτοὺς συμποδίζειν, τοῖς αὐτοῖς ἐπιβάλλετε· οὐκ ἔστι δὲ ὁπότε προσκεκρουκότες ἐμοὶ μὴ πεπόνθατε μᾶλλον ἢ πε ποιήκατε. Κἀγὼ μὲν οὔτε ἀνταγωνίζομαι πρὸς ὑμᾶς οὔτε ἀντιπαλαίειν αἱροῦμαι, ἀλλ' ἢ ἀτρέμας ἵσταμαι ἢ βαδίζω τὴν τεταγμένην, οὐδετέρωσε ἐπινεύων οὔτε τοῖν ποδοῖν οὔτε τοῖν ὀφθαλμοῖν. ὑμεῖς δὲ κατόπιν ἐμοῦ ἐπιόντες κεκράγατε μὲν ὁπόσα πάγγλωσσοι κόρακες, τὸ τοῦ Πινδάρου φάναι, ἐμοὶ δὲ οὐδὲ τὴν ἀκοὴν βραχὺ κατασείετε ὥσπερ τινὲς ἀρουραῖοι μύες ἀετοῦ καθαπτόμενοι· κἀγὼ μὲν ἐπὶ μεῖζον αἴρομαι καὶ πτερύσσομαι, ὑμῖν δὲ αὖθις αἱ μυωξίαι ἡ συνήθης καταφυγή. ἐστὲ δὲ εὐήθεις οὐδὲν ἧττον ἢ κακοήθεις· δέον γὰρ τοῖς ἰσοπάλοις ἀνταγωνίζεσθαι καὶ τοῖς ἴσοις ὅλως ἀνθαμιλλᾶσθαι, ὑμεῖς ὥσπερ κακοὶ κύνες τὸν μὲν λαγωὸν οὐ μεταδιώκετε, εἰθισμένοι τοῦτο, ἀλλὰ καὶ τῶν ἠθάδων καὶ προσεχῶν ἀπογνόντες, ὧν οὐκ ἐφικνεῖσθε τῇ φύσει, κατὰ τούτων ἐνάλλεσθε. Εἰ μὲν γὰρ οὐ κρίσις καὶ ψῆφος οὐδὲ ἀντίδοσις ἔμμετρος αἱ τιμαί, ἀλλὰ πάντα, ὥσπερ αἱ χάλαζαι, καταρριπτεῖται ἄνωθεν εἰκῇ καὶ ὡς ἔτυχεν, εἶτα δὴ ἐμοὶ κατὰ τύχης ἀλογίαν τὰ κρείττω συνεπεπτώκει, εἶχεν ἂν ὑμῖν λόγον ἡ βασκανία. ἐπεὶ δὲ πάντα τοῖς κρατοῦσιν ἠρίθμηται καὶ ἠκρίβωται καί, ὥσπερ τῷ πρώτῳ ἀνθρώπῳ ἐπὶ τοῖς θηρίοις τὰ ὀνόματα τέθειται κατὰ λόγον τῆς φύσεως, οὕτω δὴ καὶ ἐφ' ἡμῖν τὰ ἀξιώματα ῥιπτεῖται κατὰ τὸ μέτρον τῆς ἕξεως, τί μὴ μᾶλλον τὸ εὐδόκιμον τῆς κρίσεως ἀποδέχεσθε, ἀλλὰ τὸ σὺν λόγῳ ὑμεῖς ἀλογίστως κακίζετε; λογίσασθε γάρ· ἦσαν πρὸ τῶν ἀντιδόσεων καὶ πόνοι καὶ κάματοι, τὰ μὲν ἐν λόγοις, τὰ δὲ ἐν πράγμασι. καὶ ἵνα συγκαλύψας ἐρῶ, ἔδει δραμεῖν, ὑμῶν πλέον δεδράμηκα, πυγμὴ προὔκειτο καὶ πυκτικώτερος τῶν ἄλλων ἐγώ, δίσκου βολὴ καὶ ἀνέρριψα ὑμῶν ὑψηλότερον, ἠκόντισα καὶ ἐτόξευσα ὁπόσον οὐδεὶς τῶν πάντων ὑμῶν, τὸν πένταθλον διηγωνισάμην καὶ τὸ παγκράτιον. εἴπω καὶ τὰ λανθάνοντα τοῖς πολλοῖς; προὔστην τῆς φάλαγ γος, ἐξιππασάμην, ἔννομά μοι πάντα καὶ οὐδὲν παρὰ τὸν κανόνα καὶ τὸ εὐθές, ἐχρησάμην καὶ τοῖς οἰκείοις ἐπειδὴ καὶ τούτων καιρός, ἔγραψα ὅ φησιν ὁ Παιανιεὺς καὶ ἐπρέσβευσα, καὶ οὐχὶ ταῦτα μέν, ἐκεῖνα δ' οὔ, ἢ τοῦτο μὲν πλέον, ἧττον δὲ τὸ λοιπόν, ἀλλὰ καὶ ἐδημηγόρησα ὁπόσα εἰκὸς καὶ σεμνότερον τοῦ Πυλίου γέροντος, καὶ προήγγειλα καὶ ἐξήγγειλα οὐδὲν ἔλαττον ἢ εἰ προφήτης ἦν καὶ ἐπὶ τούτῳ