Μεγαρέων κεράμιον ἀπρὶξ ταῖν χεροῖν λαβόμενος καὶ ἀμφοτέραις μετεωρίσας καὶ τοῖς χείλεσι προσαρμόσας ἀπνευστὶ πίνει καθάπερ οἱ βόες. διηκριβώσατο δὲ ξύμπαντα τὰ καπηλεῖα τῆς πόλεως, πρῶτα δὲ τῶν πάντων τίθεται, ὡς αὐτοῦ πολλάκις ἠκροα σάμην, τὸ τοῦ Σανανοῦ καὶ τὸ τοῦ Μελιτράγου (τὸ γὰρ τοῦ Γοργοπλούτου φησὶν εἰς τὸ κατόπιν ἀναποδίσαι, τοῦ υἱέος ἐκείνου μὴ πάνυ τὴν τέχνην ἐξακριβοῦντος)· οἶδε δὲ παρὰ τίσι μὲν ἄκρατος πωλεῖται ὁ ἄκρατος, τίνες δὲ τοῦτον ἐπινοθεύουσι καὶ ποῦ μὲν ὁ μελάντατος πλείων, ποῦ δὲ ὁ κιρρὸς καὶ λεπτὸς καὶ ὅτι τὰ πρῶτα τούτου ὁ Χῖος (δυναμικώτερος γάρ, φησί, τῶν ἄλλων καὶ θρέψαι φύσιν σώματος αὐταρκέστατος). Ἆρ' οὖν ταῦτα μὲν τοιοῦτος καὶ τοὺς ἐπὶ τούτοις διαβοήτους ὑπερηκον τικώς, εὐπρεπὴς δὲ τὸ σχῆμα καὶ μέτριος; καὶ πόσα ἄν τις εἰπὼν τὰ διεστραμμένα τούτου ἐξαριθμήσαιτο σχήματα ἢ πῶς ἂν τὴν ποικιλίαν ἐκφράσειεν; ἃ μὲν γὰρ ἐξεπίτηδες παίζων καὶ φλυαρῶν διασχηματίζοιτο, μὴ κείσθω ἐν αἰτιάμασι νῦν, ἀλλ' ἔστω ταῦτα τῆς παιδιᾶς. οἷα δὲ αὐτῷ τὰ εὐσχήμονα, διαστρέφει τὼ χείλει μηδενὸς ἀναγκάζοντος νῦν μὲν ἐπὶ τὰ δεξιά, νῦν δὲ ἐπὶ τὰ εὐώνυμα ἀθρόον, καὶ τὸ αὐτὸ σχῆμα πολλάκις· σοβεῖ τοὺς ὀφθαλμούς, ὕβριν ἀποπνεῖ τῶν μυκτήρων καὶ περιφρόνησιν, διαλλάτ τει τὴν κεφαλήν, ἀνασηκοῖ τοὺς ὤμους, μετατίθησι τὰς χεῖρας, νῦν μὲν ὑπερωμίσας ἐπεκτείνει κατὰ τῆς ῥάχεως, νῦν δ' ἀμφοτέραις ἢ τὴν γαστέρα ἀντιθέτως διασπαράττει ἢ τοὺς μηροὺς διαξέεται ἢ ἄλλο τι τῶν ἀτοπωτέρων ποιεῖ. τοὺς πόδας οὐδέποτε συνηρμόσατο οὐδ' ἐπὶ τῆς αὐτῆς ἔστη βάσεώς τε καὶ τάξεως, ἀλλὰ τὸν ἀριστερὸν κατ' εὐθεῖαν ἐρείσας τῇ γῇ, ἐπὶ θάτερον νεύσας ἀντιπεριάγει τούτῳ τὸν δεξιόν· κἂν εἴ τις οὕτως ἰδὼν ἐπιπλήξειεν, ὁ δὲ διορθῶσαι τὸ σχῆμα βουλόμενος ἐναλ λάττει τὼ πόδε, καὶ ἔστιν αὐτῷ διόρθωσις ἡ ἀντίθεσις. ἀριστᾶν δὲ ἢ δειπνεῖν προελόμενος ἀνατροπεύς ἐστι τοῦ καθήκοντος, νῦν μὲν διασείων τοῖς συνδείπνοις τὴν τράπεζαν ἐξεπίτηδες καὶ ἀνατρέπων τοὺς πινακίσκους καὶ τὰ τρυβλία, νῦν δὲ ἄμφω τὼ χέρε βάλλων κατὰ τῆς χύτρας καὶ ὁμοῦ τήν τε λοπάδα καὶ τὸ τάγηνον ταῖς χερσὶν ἀμφοτέραις διασπαράττων καὶ ἀπογευόμενος κυνηδόν. Καὶ ἵνα δὴ κακὸς περὶ αὐτὸν καὶ ἄτεχνος ῥήτωρ γένωμαι ὕστερα τὰ πρῶτα τιθείς (οὐδὲ γὰρ δεῖ λόγον τοῖς ἀλόγοις ἐπαγαγεῖν), τοιοῦτος αὐτῷ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ ἀδελφός. ἀλλὰ τὰ μὲν τοῦ φύσαντος ἑτέροις ἀφίημι λέγειν· ἡ δὲ μήτηρ αὐτῷ, ἣν καὶ τεθέαμαι, μάγος καὶ φαρμακὶς καὶ οἵα ἐλευθέρας φύσεις ἀνδραποδίσασθαι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξαγαγεῖν, ὁποῖον αὐτὸς περὶ τὰ φίλτατα παρ' αὐτῆς πέπονθεν· ὁ δὲ ἀδελφός, καὶ ταῦτα οὔπω ἡβήσας, οὐδὲν αὐτῷ ἀπεοικώς ἐστιν. ἵνα συνελὼν εἴπω τὸ πᾶν, τοιοῦτος ὁ παπᾶς ὁ ἐμός, ᾧ τί ἂν ἄλλο ἐπαρασαίμην ἢ ταχὺ θανεῖν, ὥστε μὴ τοιοῦτον ἐν ἑαυτῷ θάλπειν κακόν; 17 Πρὸς τὸν οἰκεῖον γραμματικόν Ὑπὲρ σοῦ πρὸς τοὺς κατὰ σοῦ τὸν λόγον πεποίημαι, λογιώτατέ μοι γραμματικέ. ἐγράψαντο γὰρ καὶ σὲ Ἄνυτοί τινες καὶ Ἀριστοφάνεις καὶ Μέλητοι οὐχ ὅτι καινὰ τῷ βίῳ εἰσφέρεις δαιμόνια, ἀλλ' ὅτι δαιμονᾷς ἄντικρυς. καίτοι γε οὔτε ἀφρὸν παραπτύεις τοῦ στόματος οὔτε κατὰ γῆς ἔρριψαι πώποτε οὔτε ἄλλο τι δρᾷς ἢ πάσχεις τῶν ὅσα καταλαμβάνει τοὺς ἐνθεάζοντας· ἀλλὰ ἡ κόμη οὕτως ἔχουσα ἀτάκτως καὶ σεσοβημένως καὶ τὸ πεπλανημένον τῶν ὀφθαλμῶν οἵ τε τοιοίδε τοῦ προσώπου σχηματισμοί, νεύοντές τε σὺν οὐδενὶ λόγῳ καὶ ἀνανεύοντες, καὶ τὸ τοῦ γέλωτος πρόχειρον καὶ τἆλλα τὰ τούτοις παρεοικότα τὴν τοιαύτην δόξαν αὐτοῖς ἐμπεποίηκεν. Εἰσὶ δὲ ἄρα οἱ κατηγοροῦντες πολιτικοὶ μὲν τὸν τρόπον, οὐ μὴν δὲ τὴν γνώμην φιλόσοφοι· ὅθεν τῷ