1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

175

συμβουλῇ καὶ εὐβουλίᾳ τοῦ παρακοιμωμένου ̓Ιωσήφ, ἐκ παν- τὸς τόπου ναῦς καὶ πλοῖα πολεμικὰ συναθροίσας μετὰ ὑγροῦ πυρὸς καὶ ἐπιλέκτου στρατοπέδου Θρᾳκικῶν Μακεδονικῶν καὶ Σθλαβησιάνων εἰς Κρήτην ἐκπέμψαι εδοξεν. ἐκ δὲ τῆς συγκλή- του οἰκείων δούλων αὐτοῦ ἐδυσχέραινον περὶ τῆς ἐκστρατείας τῆς Κρήτης, ἀναμιμνήσκοντες τὸν ανακτα τῶν ἐπὶ τῶν παρελθόντων βασιλέων ἐξόδων καὶ καινοτομιῶν καὶ χρημάτων ἀπείρων κατα- κενωθέντων καὶ μηδὲν ἀνυσάντων, μάλιστα ἐπὶ τοῦ εὐσεβοῦς τῇ θείᾳ λήξει Λέοντος βασιλέως καὶ τοῦ πορφυρογεννήτου Κωνσταν- τίνου, οσα χρήματα καὶ λαὸς ἀνήλωτο καὶ ἀπώλετο, δεδοικότες τὸν κίνδυνον τῆς θαλάσσης καὶ τὴν μεγάλην συμμαχίαν τῶν ὁμο- ρούντων Σαρακηνῶν καὶ τὸν στόλον τῶν Σπάνων καὶ ̓Αφρικῶν καὶ τὴν διατρέχουσαν φήμην, οτι δι' ου ἡ Κρήτη πορθηθῇ βασιλεύ- 475 σει καὶ τῶν σκήπτρων καθέξει τῆς ̔Ρωμαϊκῆς ἀρχῆς. (9) ὁ δὲ παρακοιμώμενος ̓Ιωσήφ, ὁ χρηστὸς καὶ ὀρθὸς καὶ αϋπνος νοῦς, εἰς μέσον σταθεὶς εφη "ἡμεῖς μέν, δέσποτα, ισμεν πάντες οσα δεινὰ ̔Ρωμαίοις συνέβησαν παρὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ εἰς ἡμᾶς· καὶ δίκαιόν ἐστι λογίσασθαι τὰς σφαγὰς καὶ τὰς τῶν παρ- θένων φθορὰς καὶ τὰς τῶν ἐκκλησιῶν καταστροφὰς καὶ τὰς τῶν παραλίων θεμάτων αἰχμαλωσίας, καὶ πρέπον ἐστὶν ὑπὲρ τῶν Χρι- στιανῶν καὶ ὁμοφύλων ἀγωνίσασθαι, καὶ μὴ δεδιέναι τῆς ὁδοῦ τὸ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη καὶ τῆς νίκης τὸ αδηλον καὶ τῆς φήμης τὸ ἀδύνατον. καὶ χρὴ μάλιστα τῇ θεοσυνεργήτῳ βουλῇ καὶ προστάξει σου πειθαρχεῖν ἡμᾶς, ὡς ἐκ θεοῦ σοι τοῦτο τὸ ἐνθύμημα. καὶ γὰρ καρδία βασιλέως ἐν χειρὶ θεοῦ· μάλιστα διὰ τὸν ὀρθὸν καὶ πιστὸν δοῦλον στέλλεσθαι τὸν δομέστικον τῶν σχολῶν παρὰ τῆς θεοκυβερνήτου βασιλείας σου." (10) ταῦτα ἀκούσας ὁ αὐτοκράτωρ κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο· καὶ ἐξοπλίσας καὶ ῥογεύσας τὸν στρατόν, καὶ τῷ μαγίστρῳ χρήματα δούς, ἀπεκίνησεν μετὰ τοῦ κοιτωνίτου Μιχαὴλ τοῦ ἐπιστάτου, μηνὶ ̓Ιουλίῳ ἰνδικτιῶνος πέμπτης. νῆες γὰρ ὑπῆρχον μετὰ ὑγροῦ πυρὸς δισχίλιαι, δρόμωνες χίλιοι, καράβια καματηρὰ σιτήσεις εχοντα καὶ οπλα πολεμικὰ τριακόσια ἑπτά. ὁ δὲ δομέστι- κος Νικηφόρος ἀπάρας τῆς βασιλίδος ἐν Φυγέλοις κατέλαβεν, καὶ τοῦτο ἐφρόντιζεν οπως ὁ σύμπας πλοῦς ἐπὶ τὸ αὐτὸ ειναι καὶ προσ- ορμίζοιτο. εμπροσθεν δὲ ὁ συνετὸς ταχυδρόμους γαλέας ἀπο- 476 στείλας κατασκοπῆσαι καὶ κρατῆσαι γλῶσσαν προσέταξεν. καὶ τούτων ἀφικομένων καὶ κρατησάντων, ηγαγον πρὸς τὸν μάγιστρον. καὶ ζητητικώτερον τούτους ἐξετάσας, μαθὼν τὸν ἀμηρᾶν τῆς Κρήτης καὶ τοὺς πρώτους τοῦ κάστρου εξω ειναι εἰς τὰ οἰκεῖα προάστεια, εὐθὺς τῷ δρόμῳ καὶ τῇ σπουδῇ κατέλαβεν καὶ προσ- ώρμισεν. καὶ ἀποβὰς τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασεν, καὶ πρὸς κοῦρσον ἐχώρει, καὶ πάντας παρῄνει ἐπὶ τὸ αὐτὸ ειναι καὶ μὴ ἐξελαύνειν, πρὶν αν τὴν δύναμιν αὐτοῦ γνώσωνται. πρὸς δὲ κάστρον χωρήσας πάντας τοὺς Κρητικοὺς τοὺς εξω οντας τοῦ κάστρου μετὰ φόβου εσω ἐπέκλεισεν. εκτοτε δὲ πολλοὶ καθ' ἑκάστην ηὐτομόλουν πρὸς τὸν μάγιστρον. μαθὼν δὲ ὁ Νικηφόρος οτι οἱ εξω τοῦ κάστρου ἀποκλεισθέντες εἰς τὰ στενώματα καὶ κλεισούρας καὶ ῥυάκια καὶ ελη καὶ ορη προσέφυγον, διακοσμήσας ουν στρατὸν καὶ ἱπποτοξότας καὶ ̔Ρὼς καὶ ̓Ανατολι-κοὺς αρχοντας καὶ Θρᾳκικοὺς καὶ Μακεδονικοὺς ἀπέστειλεν, αὐ- τὸς δὲ ὁ συνετὸς καὶ ἀνδρεῖος δομέστικος οπισθεν Σάκα κατελεί- φθη· καὶ πάντες τῇ εὐβουλίᾳ τοῦ ἀνδρὸς ὡς ἐν οἰκείῳ χώρῳ ἐλο- γίζοντο ειναι. οἱ δὲ καταλαβόντες καὶ καταδραμόντες ἐν ῳ τὰ κτήνη καὶ τὰ θρέμματα καὶ ἡ υπαρξις αὐτῶν κατεκρύπτετο καὶ αὐτοὶ ηὐλίζοντο, πάντα ληϊσάμενοι μετὰ χαρᾶς καὶ νίκης ὑπενό- στησαν. εκτοτε δὲ οἱ ̔Ρωμαῖοι ἀδεῶς καὶ ἀφόβως ἡπλίκευον ἐν ῳ ησαν αἱ διειδεῖς κρῆναι καὶ τῶν παντοδαπῶν ὀπωρῶν τὸ πλῆ- 477 θος, καὶ εκαστος τὴν καλύβην αὐτοῦ ἐν δένδροις ὀπώρας ειχον, καὶ τῶν καρπῶν ῥεόντων καὶ πάντων ἀπολαυόντων