1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

122

καὶ τὸ ἐπ' ὀνόματι τοῦ πολυπαθοῦς καὶ καρτερικωτάτου τῶν μαρτύρων Κλήμεντος εὐκτή- ριον ἀνεδείματο, ἐν ῳ καὶ τὴν θείαν τούτου κάραν καὶ αλλων πολ- λῶν μαρτύρων ἱερὰ ἐναπέθετο λείψανα, ἀφ' ων ἐκεῖνός τε καὶ οἱ μετ' αὐτὸν ψυχῆς τε καὶ σώματος τὴν ῥῶσιν λαμβάνουσι. γειτο- νεῖ δὲ τούτοις καὶ ὁ ἐπ' ὀνόματι τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ κατα- σκευασθεὶς ὑπ' αὐτοῦ εὐκτήριος οικος, ου τὸ πολυτελὲς καὶ ὑπέρ- τιμον τοῖς οὐκ ἰδοῦσιν απιστος νομισθήσεται· τοσοῦτος αργυρος καὶ χρυσὸς καὶ τιμίων λίθων καὶ μαργάρων πλῆθος ἐν τῇ τούτου περιβολῇ καταβέβληται. τὸ μὲν γὰρ εδαφος απαν ἐξ ἀργύρον σφυρηλάτου καὶ στιβαροῦ μετ' ἐγκαύσεως, τὸ τῶν χρυσοχόων ἀκριβὲς τῆς τέχνης ἐπιδεικνύμενος, κατεσκεύασται, οἱ δὲ ἐξ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῖχοι αργυρον αφθονον καὶ αὐτοὶ ἐπικείμενον εχουσι, διηνθισμένον χρυσῷ καὶ τιμίοις πεποικιλμένον λίθοις καὶ μαργάρων λαμπρότησιν. ἡ δὲ διείργουσα τὰ αδυτα τοῦ θείου οικου τούτου κιγκλίς, ̔Ηράκλεις, οσον ολβον ἐν ἑαυτῇ περιείλη- φεν! ης οἱ στῦλοι μὲν καὶ τὰ κάτωθεν ἐξ ἀργύρου διόλου τὴν σύ- στασιν εχουσιν, ἡ δὲ ταῖς κεφαλίσι τούτων ἐπικειμένη δοκὸς ἐκ καθαροῦ χρυσίου πᾶσα συνέστηκε, τὸν πλοῦτον πάντα τὸν ἐξ ̓Ιν- δῶν περικεχυμένον πάντοθεν εχουσα· ἐν ῃ κατὰ πολλὰ μέρη καὶ 331 ἡ θεανδρικὴ τοῦ κυρίου μορφὴ μετὰ χυμεύσεως ἐκτετύπωται. αὐτὸ δὲ τὸ αδυτον οσα κάλλη καὶ αγια περιείληφε καὶ ἐν ἑαυτῷ θησαυροφυλακεῖ, ὁ λόγος παραιτεῖται δηλοῦν, ἐᾶν δὲ μᾶλλον ὡς αδυτον καὶ τοῖς λόγοις αβατον βούλεται· ἐν γὰρ τοῖς ἐπέκεινα λό- γου εὐλογωτέρα ἡ σιωπή. καὶ τὰ μὲν ὡς αν ειποι τις ἑῷα κάλλη τῶν ἀνακτόρων, απερ ἐκ τῆς τοῦ ἀοιδίμου βασιλέως Βασιλείου πί- στεως ἐξανέτειλεν, ταῦτα ἐστίν. 88 Κατ' αλλα δὲ μέρη καθέστηκε τὰ λοιπά, ἐν οις τό τε τοῦ ἱεροκήρυκος Παύλου σεπτὸν τυγχάνει εὐκτήριον, τὸν αὐτὸν κεκτημένον δημιουργόν, μετὰ τῆς αὐτῆς πλουτοχορήγου χειρὸς καὶ αὐτὸ δομησάμενον· καὶ τὸ τούτου γὰρ εδαφος αργυρον εχει τοὺς κύκλους τῶν μαρμάρων ἐμπερικλείοντα, καὶ πολυτελείᾳ καὶ κάλλει τῶν αλλων κατ' οὐδὲν ὁρᾶται λειπόμενον. ὡσαύτως καὶ ὁ ἐπ' ὀνόματι τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου κατὰ τὸ ακρον τῶν Μαρκιανοῦ περιδρόμων ὡς ἀκροπύργιον ὑπ' αὐτοῦ κατασκευασθεὶς θεῖος ναός, ῳ καὶ τὸ τοῦ ἀρχιστρατήγου εὐκτή- ριον ηνωται. καὶ ο τῆς θεομήτορος αυθις ὑπέρκειται, ποίαν εὐ- πρεπείας καὶ ὡραιότητος ὑπερβολὴν οὐκ ἐπλούτησεν, η τίνος οὐκ αν ὀφθαλμὸν ἑστιάσοι καὶ ψυχὴν εὐφράνοι καὶ ολον ἡδίω ποιήσοι τὸν θεατήν; 89 Τὰ δὲ τῶν οικων κάλλη, απερ ὡς βασιλείων βασίλεια ἐν αὐτοῖς τοῖς βασιλείοις ὁ βασιλεὺς Βασίλειος ἀνεδείματο, λαμ- 332 προτέρων ἐδεῖτο κηρύκων λόγων εἰς δήλωσιν καὶ χειρὸς ἐντελεστέ- ρας εἰς τὸ δύνασθαι λόγῳ δηλοῦν α τοῖς εργοις ἐστὶν ἀμίμητα. ὁ γὰρ καινοπρεπὴς ουτος οικος, ου τὸ Καινούργιόν ἐστιν ἐπώνυ- μον, ον ἐκ βάθρων ἐκεῖνος ἀνήγειρεν, τίνα τῶν θεωμένων οὐκ ἐγείρει πρὸς εκπληξιν; ον ἑκκαίδεκα κίονες κατὰ στίχον ἑστηκότες ἀνέχουσιν, οἱ μὲν ὀκτὼ τούτων ἐκ λίθου τυγχάνοντες Θετταλῆς, η τὸ πράσιον χρῶμα κεκλήρωται· οἱ εξ δὲ τὴν τοῦ ὀνυχίτου προσ- ηγορίαν αὐχοῦσιν, ους ὁ λιθοξόος παντοίως ὡράϊσεν, ἀμπέλου σχῆμα κατ' αὐτοὺς μορφώσας καὶ παντοίων ζῴων ἰδέας ἐν ταύτῃ ἀπεργασάμενος. οἱ ετεροι δὲ δύο καὶ αὐτοὶ μὲν τὴν αὐτοῦ ὀνυχί- του φύσιν εἰλήφασιν, οὐχ ομοιον δὲ τὸ σχῆμα παρὰ τῶν λιθοξόων ἐδέξαντο, ἀλλὰ γραμμαῖς σκολιαῖς τὸ τῆς ἐπιφανείας ὁμαλὸν ἀφῃ- ρέθησαν, ουτω ποικῖλαι ταύτας τοῦ τεχνίτου θελήσαντος, ὡς ἐκ τοῦ πολυμόρφου θηρῶντος τὸ εὐπρεπὲς καὶ ἐράσμιον. ανωθεν δὲ τῶν κιόνων αχρι τῆς ὀροφῆς καὶ τὸ κατὰ ἀνατολὰς ἡμισφαίριον, ἐκ ψηφίδων ὡραίων απας ὁ οικος κατακεχρύσωται, προκαθήμενον εχων τὸν τοῦ εργου δημιουργόν, ὑπὸ τῶν συναγωνιστῶν ὑποστρα- τήγων δορυφορούμενον, ὡς δῶρα προσαγόντων αὐτῷ τὰς ὑπ' αὐ- τοῦ ἑαλωκυίας πόλεις. καὶ αυθις ανωθεν ἐπὶ τῆς ὀροφῆς ἀνιστό- ρηται τὰ