1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

66

περὶ δέκα η ἐννέα ετη που ων· ονομα τούτῳ ̓Αντίγονος. ο καὶ θαυμάζειν μοι επεισιν, οπως ἀγχινοίας τε καὶ σοφίας, ὡς φασίν, ἀντιποιούμενος, ἑαυτῷ πάντα οιον λαφύσσων καὶ προσα- γόμενος, οὐχ ἑτέρῳ τὴν τοιαύτην ἐνεχείρει ἀρχὴν ἐν καιρῷ δεινῷ τε καὶ δυσχερεῖ. πλὴν ἐδίδου τὸ ταύτης προσωπεῖον τέως τῷ ἀδελφῷ. ὁ δ' ὡς τῶν βασιλικῶν ηκουσε γραμμάτων πρὸς τὸν ἐχθρὸν αὐτὸν καθοπλιζόντων καὶ ἀνδραγαθεῖν παρακελευομένων, ἀλλοιωθείς τε καὶ περὶ τῶν πραγμάτων τὴν οπως εξουσι καλῶς βουλευόμενος ἐν τῷ κατὰ τὴν Εφεσον ̔Αγίῳ ορει προσήδρευεν, ειτ' ἀπολεγόμενος ειτε καὶ τῆς ανωθεν ἐπικουρίας δεόμενος. ἐκεῖσε γοῦν αὐτοῦ τὸ τέως ἐνδιαιτωμένου, φήμη τις αγγελος προτρέχουσα ̓Ιωάννην ἐκεῖνον μοναχόν τε καὶ περιβόητον, μακρὸν οντα τὸ ειδος, ἀνυπόδετον τοὺς πόδας ἀεὶ καὶ κατὰ τὸ Λάτρος ἐνδιατρίβοντα, αὐτομολοῦντα διήγγειλεν. τοῦτον ἡσυχάζοντα καὶ τοῦ ἑαυτοῦ κελ- λίου μήποτε ἐξερχόμενον ὁ χρόνος ἐκεῖνος ἐθαύμαζεν. ὡς δ' ουν περὶ τοῦ ἀνδρὸς ὁ πατρίκιος διακήκοεν ὡς οτι που πλησίον ἐστὶν ὀνάριον ἐποχούμενος, ἀπήντα θέων τὸν μοναχὸν καὶ τοὺς πόδας αὐτοῦ κατελάμβανεν. ὁ δὲ μηδὲν μελλήσας "απιθί" φησι "κατὰ τῶν Σαρακηνῶν τοῖς βασιλικοῖς πειθόμενος γράμμασιν, απιθι· θεὸν γὰρ εξεις ῥυόμενόν σε καὶ προπορευόμενον, εἰ μόνον τὸν 181 αὐτῷ ἠγαπημένον ̓Ιωάννην ἀντ' αλλου τινὸς φυλακτηρίου ταῖς ἀσπίσι πάντων ἐγγεγραμμένον φέροις τρανῶς." καὶ αμα προσε- τίθει ὡς οὐκ αλλου τινὸς ενεκεν η τούτου τὴν ἐνταῦθα πορείαν πεποίημαι. τούτου ταῖς εὐχαῖς καθοπλισθεὶς κατά τινα τόπον ουτω λεγόμενον Πόσοντα, φυσικήν τινα ἀσφάλειαν διὰ πετρῶν εχοντα καὶ κρημνῶν, τὸν Αμερ καταλαμβάνει πανστρατιᾷ. τούτῳ καὶ ποταμὸς παραρρεῖ ἀπὸ τὸ ἀρκτῷον πρὸς τὸ μεσημβρινὸν ἐλαυ- νόμενος, Λαλακάων ὀνομαζόμενος, καὶ λιβάδιον παράκειται Γῦριν ἀγροικικῇ φωνῇ καλούμενον. εγνω γοῦν ὁ Πετρωνᾶς ἐκεῖσε τοῦ- τον ἐναυλιζόμενον, καὶ πάντῃ εσπευδεν ἀδιεξόδευτόν τε καταστῆ- σαι καὶ αφυκτον. καὶ δὴ τοὺς μὲν τὸ ἀρκτῷον μέρος καθέξοντας στρατηγοὺς τῶν ̓Αρμενιακῶν καὶ Βουκελλαρίων καὶ Κολωνείας καὶ Παφλαγονίας ἐπέστελλεν αὐθωρόν, τὸ δὲ μεσημβρινὸν τὸν ̓Ανατολικῶν τὸν ̓Οψικίου καὶ Καππαδοκίας στρατηγοὺς σὺν τοῖς Σελευκείας καὶ τοῦ Χαρσιανοῦ κλεισουράρχαις· αὐτὸς δὲ μετὰ τῶν βασιλικῶν τεσσάρων ταγμάτων καὶ τῶν Θρᾴκης καὶ Μακε- δονίας στρατηγῶν (καὶ γὰρ εἰρηνευόντων τῶν Βουλγάρων νόμος ην αὐτοῖς μετὰ τῶν ̓Ανατολικῶν συγκινδυνεύειν καὶ συστρατεύειν) τὸ δυτικὸν μέρος κατείληφεν, εχων καὶ τὸ θέμα τῶν Θρᾳκησίων μεθ' ἑαυτοῦ. ὡς γοῦν ουτω πάντοθεν περιφρουρεῖσθαι καὶ ὡς θηρίον ἐναποκεκλεῖσθαι παρὰ ̔Ρωμαίων ὁ Αμερ ἀκήκοεν, εγνω δεῖν οἰωνίσασθαι, καί τινα τῶν αἰχμαλώτων μετακαλεσάμενος ἠρώτα τήν τε τοῦ τόπου προσηγορίαν καὶ τοῦ λιβαδίου τε καὶ τοῦ ποταμοῦ. ὡς δ' ὁ ἐρωτηθεὶς αἰχμάλωτος μικρὸν παραγραμμα- 182 τίζων Πτώσοντα εφησεν ἀντὶ Πόσοντα, τὴν ἑαυτοῦ σημαίνειν πτῶσιν ὁ Αμερ διεσάφησεν, λαοῦ τε κάκωσιν παραφράζων τὸν ποταμόν, καὶ γυρισθῆναι δεινῶς αὐτοὺς παρὰ τῶν ̔Ρωμαίων ἐκ τῆς τοῦ λιβαδίου συνεμπτώσεως, οπερ ἐκαλεῖτο Γῦριν. "ἀλλ' ομως οὐκ ἀποκνητέον" φησίν, "ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αυ- ριον γενησόμενον πόλεμον ἀνδριστέον." καὶ αμα ὁπλίζεσθαι πάν- τας καὶ νεόσμηκτα δεικνύειν ὡς νεουργὰ τὰ ξίφη ἐκέλευσεν. ἐπεὶ δὲ ἡμέρα αρτι ἐξανατέλλουσα τὴν οπως περιγένηται τοὺς ̔Ρω- μαίους ἀνοχὴν ἐπέφερεν, δεῖν εκρινε πρὸς μὲν τὸ ἀρκτῷον φυλάτ- τοντας τὴν εξοδον αὐτῷ ἐκζητεῖν, ὡς δ' η τε τοῦ τόπου κακία καὶ τῶν ἐκεῖσε ταχθέντων στρατηγῶν εὐανδρία ἀπήντα τοῦτον καὶ διεκώλυεν, ἐπὶ τὸ μεσημβρινὸν ὁρμᾶσθαι ἐξεβιάζετο. ὡς δὲ κἀκεῖθεν τὴν ὁμοίαν ευρισκεν τῶν ἐναντίων παράταξιν, εγνω δεῖν ὑπὸ τοῦ τόπου ἐφελκόμενος (καὶ γὰρ ην λεῖος καὶ εὐπρόσιτος) τῶν λοιπῶν κατ' ἐκεῖνον μᾶλλον χωρεῖν, ῃ καὶ τὸν Πετρωνᾶν ἑώρα κατασκηνούμενον καὶ