1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

29

τῶν ὑφ' ἑαυτῷ καὶ πάντων τῶν θεματικῶν λαβών, βρέμων αμα καὶ πολλῷ φρονήματι παρενέ- βαλεν. καὶ ἐπείπερ οὐδ' ἐκείνοις ἐδόκει ὑποστέλλεσθαι ἀλλ' ἐς μάχην χωρεῖν τὴν τὰς ἑαυτῶν δυνάμεις καὶ γενναιότητας ἐπιδειξο- μένην (καὶ γάρ εἰσι τῶν αλλων ̓Αγαρηνῶν ουτοι δὴ εὐφυεῖς), συνέβαλλον δὲ τολμηρῶς ἑκάτεροι κατὰ τὸν ἀγῶνα χωρήσαντες αρτι δὴ τοῦ ἡλίου τὰς ἀκτῖνας ὑπὲρ γῆς ἐφαπλοῦντος, οὐδέτεροι 80 μὲν αχρι μεσούσης ἡμέρας ἐνέκλινον, ἀλλὰ γενναίως μαχόμενοι τὴν ἑαυτῶν ἐδείκνυον ἐμπειρίαν καὶ δύναμιν· ἐπεὶ δὲ πονήσαντες οἱ Κρηταιεῖς ηδη τοῦ ἡλίου κλίναντος ἐνέδωκαν πρὸς φυγήν, τότε δὴ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ τὰ οπλα ῥίψαντας αἰχμαλώτους ελαβον, ἐκ ποδὸς ἑπόμενοι. τάχα δ' αν σπουδά- σαντες ελαβον τὴν πόλιν αὐθημερόν, εἰ μὴ νὺξ ηδη φαινομένη ἀνέστρεψεν ὡς τὰ πράγματα καὶ ἀνάπαυλαν τούτοις ζητοῦσι φόνον ἀλλ' οὐ σωτηρίαν ἀπέτεκεν. οἱ μὲν γὰρ ὡς ηδη νενικηκότες, καὶ πάντας αυριον ἐν βραχεῖ βραχεῖς οντας ἐλπίσαντες συλλαβεῖν, πρὸς πότους καὶ τρυφάς, ὡς ἐν οἰκείᾳ ἀλλ' οὐκ ἐν ἀλλοτρίᾳ διά- γοντες, ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' αλλης σωτηρίας τῆς κατὰ τὸν πολεμικὸν νόμον γινομένης φροντίσαντες, υπνου δὲ μόνου καὶ τῆς τὰ πάντα ῥᾳδίως ἀνατρεπούσης καὶ ἀπολλυούσης ἀμελείας τε καὶ ῥᾳστώνης. οθεν περὶ μέσας νύκτας, ἐπεὶ διὰ τῶν ἑαυτῶν φυλάκων ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες οἱ Κρηταιεῖς υπνῳ καὶ οινῳ καθῃρῆσθαι τοὺς τῆς ̔Ρωμαϊκῆς παρεμβολῆς ἀνέμαθον, αὐθωρὸν ἐξελθόντες μαχαίρᾳ πάντας ἀπώλεσαν, ὡς μηδ' αγγελον, τὸ δὴ λεγόμενον, ὑποστρέψαι καὶ ἐκεῖθεν διασωθῆναι, η μόνον τὸν στρατηγὸν ἐμπορικοῦ ἐπιβάντα πλοίου καὶ τὴν σωτηρίαν ζη- τοῦντα. πλὴν καὶ τοῦτον ἐπεὶ πανταχοῦ ὁ τῶν ̓Αγαρηνῶν ἡγεμὼν ἀναζητῶν μὲν οὐχ ευρισκε φεύγειν δὲ διήκουεν, ὁλκάσι τοῦτον μεθ' ἡγεμόνων ἀναζητῆσαι ἐκέλευσεν· οι καὶ καταλαβόντες τοῦτον ἐν Κῷ ἐπὶ ξύλου κρεμάσαντες διαφθαρῆναι ἐποίησαν. καὶ τὰ μὲν 81 κατὰ τὴν μάχην ἐκείνην καὶ τὸν ἀγῶνα συμβεβηκότα τοιαῦτα, πολλὴν ἐνεγκόντα ̔Ρωμαίοις συμφοράν, οὐ τὴν ἐξ ηττης μόνον ἐκείνης, ἀλλὰ καὶ τὴν εκτοτε κρατήσασαν καὶ διαμείνασαν πολυ- κέφαλον υδραν, ἐκεῖσε καὶ ἀλλαχοῦ μὲν ἀποτεμνομένην ἀεί, ἀνα- θάλλουσαν δὲ ἀλλαχοῦ. 26 Μετὰ δὲ ταῦτα ἀνήρ τις στρατιωτικῆς πείρας, πρὸς δὲ καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ αμοιρος, ου τὸ ἐπώνυμον ̓Ωορύφας, στρατόν τινα ἀθροίσας τὸν τεσσαρακοντάριον τότε κα- λούμενον βασιλικῆς ἐκ προστάξεως, ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνων, τάς τε αλλας νήσους, αις ὀλίγιστοι ἐφέροντο, κατατρέχων, καὶ τοῖς μὲν λόχους ἐπάγων τοῖς δὲ καὶ φανερῶς πολεμῶν, ἐξωλόθρευσέ τε καὶ ἀπωλείᾳ παρέδωκεν· ταύ- την δέ, ὡς εοικεν, παρέπεμψεν εἰς ἡμᾶς. ἀλλὰ τὰ μὲν περὶ αὐ- τῆς θεῷ πάντως μελήσει, μελήσει δὲ καὶ ἡμῖν τοῖς νύκτωρ καὶ μεθ' ἡμέραν τὴν ψυχὴν δαπανῶσιν ὑπὲρ αὐτῆς. 27 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις κατὰ τὴν Σικελίαν τουρμάρχης τελῶν παρθένου τινὸς ηρα ἀσκητηρίοις ἐν- διαιτωμένης καὶ τὸ μοναχικὸν εκπαλαι ἀναλαβούσης σχῆμα, καὶ διὰ πολλοῦ ἐποιεῖτο τὸν αὐτοῦ ερωτα ἐκπληρῶσαι, τὴν παρθένον λαβών πως εἰς γαμετήν. ἐπεὶ γοῦν παράδειγμα οὐ πόρρωθεν ει- χεν οὐ κωλῦον οὐδ' ἀποτρέπον, τοῦτον δὴ τὸν Μιχαήλ (καὶ γάρ, 82 ὡς ειρηται, καὶ αὐτὸς τοιοῦτόν τι ἐτόλμησεν), ἀφαρπάζει τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν ακουσαν ὑπηγάγετο. ταύτης ουν οἱ ἀδελφοὶ τῷ Μιχαὴλ προσίασι, τὰ τοῦ δράματος διηγούμενοι. ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ ουτως φωράσοι εχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος Εὐφημίου ἀποτεμεῖν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. καὶ ὁ Εὐφήμιος μαθὼν δὴ ταῦτα καὶ τὴν εἰς αὐτὸν τοῦ νόμου τήρησιν καὶ τὴν βασιλικὴν ἀπειλήν, συνωμότας λαβὼν τούτους τε τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παρα- γινόμενον παρελαύνει ἐκεῖθεν, καὶ πρὸς τὸν ̓Αφρικῆς ἀποδιδρά- σκει ἀμεραμνουνῆ, πᾶσαν τὴν Σικελίαν ὑπ' ἐκείνῳ