1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

82

ἀναπτερωθεῖσα καὶ ζωπυρήσασα, προ- θύμως αὐτὴ παρώρμα καὶ ἐξέπεμπε τὸν υἱὸν πρὸς τὴν βασιλεύ- ουσαν, καὶ οια μήτηρ ἐνουθέτει καὶ παρεκάλει τόν τε θεῖον φόβον διηνεκῶς εχειν ἐν τῇ ψυχῇ, καὶ νομίζειν ἀεὶ τὸν τῆς προνοίας 223 ὀφθαλμὸν πᾶσαν πρᾶξιν αὐτοῦ καὶ πᾶν νόημα ἐφορᾶν καὶ μηδὲν ἀνάξιον τῆς τοιαύτης ἐφορείας σπουδάζειν, ἀλλὰ τῷ προσήκοντι καταστήματι τὰς οἰκείας ἀρετὰς ἐπιδείξασθαι καὶ ἐν μηδενὶ τὴν προγονικὴν καταισχῦναι εὐγένειαν. 9 Αρας ουν ἐκ Μακεδονίας τῆς Θρᾴκης πρὸς τὴν αρχου- σαν ταύτην τῶν πόλεων πασῶν ἐπορεύετο, τῶν δυνατῶν τινὶ καὶ περιφανῶν προσμῖξαι βουλόμενος καὶ εἰς θεραπείαν καὶ δουλείαν αὐτοῦ ἑαυτὸν ἀποτάξαι καὶ καταστῆσαι. καὶ τὸ μεταξὺ διανύσας διάστημα, καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι' αὐτῶν ηδη καταφερομένης τῆς ἡμέρας εἰσελθών, πλησίον τυγχάνοντι τῷ τοῦ ἁγίου μάρτυρος ∆ιομήδους προσπελάζει μονα- στηρίῳ, καὶ ἀπὸ τῆς ὁδοιπορίας κατάκοπος ων αὐτοῦ που πρὸ τοῦ πυλῶνος ἐν τοῖς ἐκεῖσε βάθροις ἀτημελῶς ουτως ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο. καὶ δὴ περὶ πρώτην τυχὸν φυλακὴν νυκτὸς οναρ τῷ τῆς μονῆς καθηγουμένῳ ὁ μάρτυς ∆ιομήδης ἐφίσταται, κελεύων ἐπὶ τὸν πυλῶνα τῆς μονῆς ἐξελθεῖν καὶ ἐξ ὀνόματος καλέ- σαι Βασίλειον, καὶ ος αν αὐτῷ ὑπακούσῃ καλοῦντι, τοῦτον εἰσα- γαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι, τροφῆς τε καὶ σκέπης καὶ ἐνδυμάτων καὶ πάσης μεταδόντα τῆς ἐνδεχομένης χρείας καὶ θεραπείας· κεχρισμένον γὰρ εἰς βασιλέα τυγχάνειν παρὰ θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αυξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὡς δὲ φαντασίαν αλλως καὶ κενὸν διανοίας ἀνάπλασμα δόξας τὸ ὁραθὲν ὁ ἡγούμενος ἐν οὐδενὶ λόγῳ 224 εθετο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ υπνῳ ἐκδέδωκεν, ἐκ δευτέρου βλέ- πει καὶ ἀκούει τὰ ομοια. ὡς δὲ καὶ ετι νωθὴς καὶ ὑπνώδης, ὡς εοικεν, ων οὐκ ἀνέφερεν, ἐκ τρίτου βλέπει τὸν μάρτυρα, οὐκέτι πράως καὶ ἱλαρῶς παρακελευόμενον ἀλλὰ σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπιφέρειν πειρώμενον, εἰ μὴ θᾶττον ὑπηρετή- σει πρὸς τὰ λεγόμενα. τότε δ' ουν μόλις οἱονεὶ ἀνανήψας καὶ τὸν γείτονα θανάτου υπνον τῶν ὀφθαλμῶν ἀποτιναξάμενος τῷ πυλῶνι ἐφίσταται, καὶ κατὰ τὸ τοῦ μάρτυρος πρόσταγμα ἐξ ὀνό- ματος ἐκάλει Βασίλειε. ὁ δὲ εὐθὺς ἀπεκρίνατο "ἰδοὺ ἐγώ, κύ- ριε· τί προστάσσεις τῷ δούλῳ σου;" εισω δὲ αὐτὸν τῆς μονῆς ποιησάμενος, καὶ ἰδὼν ῥυπῶντά τε καὶ αὐχμῶντα καὶ πολὺν ἐπὶ τοῦ προσώπου τὸν ηλιον φέροντα, τῆς δεούσης ἐπιμελείας καὶ θε- ραπείας ἠξίωσεν καὶ πάσης φιλανθρωπίας μετέδωκεν. ειτα τὸ μυστήριον παρ' ἑαυτῷ φυλάττειν καὶ πρὸς μηδένα ἐκλαλῆσαι διὰ τὸ κινδυνῶδες εἰσηγησάμενος, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν καὶ πρὸς τὸ μεμνῆσθαι μετὰ τὴν εκβασιν ἠσφαλίσατο. τοῦ δέ, ὡς ὑπὲρ αὐτὸν οντος τοῦ πράγματος, μηδὲ παραδέχεσθαι δόξαντος, ἀλλὰ μᾶλλον δι' αὐτοῦ ἀξιοῦντος εἰσοικισθῆναι καὶ πρὸς δουλείαν δοθῆναι τῶν ἐμφανεστέρων τινί, προθύμως ἑαυτὸν εἰς τοῦτο ἐπέδωκεν ὁ ἡγούμενος. καὶ ἐπεὶ συνήθως ειχε πρὸς τὴν τοιαύτην μονὴν καὶ πολλάκις ἐτύγχανεν ἐκεῖσε φιλίως φοιτῶν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ Βάρδα τοῦ Καίσαρος συγγενής, ον ὑποκοριζόμενοι Θεοφιλίτζην ἐκάλουν, ἐπώνυμον φέροντα τὸν Παι- 225 δευόμενον, τούτῳ συνέστησε τὸν Βασίλειον ὁ ἡγούμενος· ἐτύγ- χανε γάρ πως τὸ Θεοφιλίδιον τοῦτο γαῦρον ον τῷ φρονήματι καὶ μεγαλοφροσύνης οὐκ ἀφεστώς, ἀλλὰ εἰς σπουδὴν εχον γενναίους ανδρας καὶ εὐειδεῖς καὶ εὐήλικας καὶ ἐπ' ἀνδρίᾳ μάλιστα καὶ ῥώμῃ σώματος διαφέροντας κεκτῆσθαι περὶ αὐτὸν καὶ ἐπὶ τούτοις μέγα φρονεῖν καὶ σεμνύνεσθαι· ους εὐθὺς ην ὁρᾶν σηρικαῖς τε κοσμου- μένους ἐσθῆσι καὶ τῇ αλλῃ καταστολῇ διαπρέποντας. τούτοις καταλεγέντα τὸν νέηλυν νεανίαν Βασίλειον, καὶ κατὰ πολὺ προέ- χειν δόξαντα τῶν λοιπῶν κατά τε σωματικὴν ἀλκὴν καὶ ψυχικὴν ἀνδρίαν, πρωτοστράτορα αὑτοῦ πεποίηκεν ὁ Θεόφιλος, καὶ ἡμέ- ραν ἐξ ἡμέρας ἐπὶ πλέον