1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

92

θηρίον βαλεῖν ἀκοντίσαι τὴν λόγχην κατ' αὐτοῦ καὶ ουτως αὐτὸν διαχρήσασθαι· οπερ εις, ως φασι, πεποιηκὼς καὶ ἀφεὶς τὸ ἀκόν- τιον αὐτοῦ μὲν ημαρτε, καὶ παραδραμὸν τὸ δόρυ προσεπάγη τῇ γῇ, αὐτὸν δὲ ὁ ιππος αιφνης τὸν χαλινὸν ἐνδακὼν καὶ συναρπά- σας κατὰ τοῦ κρημνοῦ ἀπεδίσκευσεν, ὡς ἀπ' ἐκείνου τοῦ πτώμα- τος καὶ τὸ τέλος ἐλθεῖν ἐπ' αὐτόν, οτε καὶ ἀνόνητα μεταμελόμε- νος, ως φασι, τοῖς συμμύσταις ἐπέσκηπτε μὴ τολμῆσαι κατὰ τοῦ ἀναιτίου ἐπιχειρεῖν τοῦ λοιποῦ, εἰ μὴ τολμῆσαι κατὰ τὸν ομοιον ολεθρον πεσεῖν καὶ αὐτοί· καί τινα τῶν εὐλαβῶν προσκαλεσάμε250 νος μετὰ τῶν λοιπῶν ἀτοπημάτων αὐτοῦ καὶ ἀνομιῶν καὶ τοῦτο ἐξωμολογήσατο καὶ ἐξηγόρευσεν. 25 ̔Ως δ' οὐκ ειχε λοιπὸν εὑρεῖν ὁ βασιλεὺς πρὸς τὸ ἀνελεῖν αὐτὸν πόρον η πρόφασιν, εἰς ἑτέραν ηλθε βουλὴν πονηράν τε καὶ αθεσμον. ἐβουλεύσατο γὰρ ἐπεμβαλεῖν τοῖς σκήπτροις καὶ ετερον σύγκληρον. καὶ δὴ τὸν κατ' ἐπωνυμίαν Βασιλικῖνον ἐκεῖ- νον, ενα καὶ αὐτὸν τοῦ παλαμναίου συνεδρίου τυγχάνοντα, φαῦ- λον καὶ μιαρὸν θηλυδρίαν τε καὶ φιλόκωμον, ἀπὸ τῆς Νικομήδους ὁρμώμενον, ὁμόγνιον ἀδελφὸν τοῦ κατὰ τὸν Καπνογένην Κων- σταντίνου, τοῦ δὶς τὴν τοῦ ὑπάρχου μετὰ ταῦτα ἐγχειρισθέντος ἀρχήν· τότε δὲ ἐν τοῖς ἐλαύνουσιν εἰς τὴν βασιλικὴν τριήρη κατ- ειλεγμένος ἐτύγχανε. τοῦτον δὴ τὸν δυσώνυμον Βασιλικῖνον ἐν- δύει ποτὲ τὴν πολυύμνητον βασιλικὴν πορφύραν καὶ τὸν περίοπτον καὶ ἐπίφθονον στέφανον χλαμύδα τε πάγχρυσον καὶ τὰ κοκκοβαφῆ καὶ διάλιθα πέδιλα καὶ ταλλα τῆς βασιλείας ἐπίσημα, ἐξάγει τε αὐτὸν πρὸς τὴν σύγκλητον τῆς χειρὸς αμα κρατῶν καὶ ὑπουργῶν αὐτῷ, ὡς ὁ Νέρων ἐκεῖνος πάλαι τὸν πολυθρύλητον Ερωτα, καί φησιν ἐπὶ λέξεως ιδετε πάντες ὑμεῖς, καὶ θαυμάσατε. αρα οὐ πρέπει αὐτὸν ειναι βασιλέα; πρῶτον μὲν ειδος αξιον τυραννίδος, τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος, απαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν. 251 καὶ οτι πόσον ην κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα η τὸν Βασί- λειον; ταῦτα πάντες οἱ κατὰ τὰ βασίλεια ἰδόντες τε καὶ ἀκούσαν- τες εμειναν ἀχανεῖς, ἐκπληττόμενοι τὴν παράλογον ἐξ ἀφροσύνης τοῦ βασιλέως ἐμβροντησίαν τε καὶ παρακοπήν. ουτως ην ανθρω- πος ὑπὸ τῆς κατακοροῦς μέθης καὶ τῶν ἀθέσμων καὶ ἀσελγῶν πράξεων ολως τῶν δεόντων ἐξεστηκὼς καὶ φρενοπλὴξ καὶ παρά- φορος. 26 Πλὴν οὐ τὸ μειλίχιον μόνον καὶ λυαῖον καὶ τρυφηλόν τε καὶ ἀνειμένον καὶ ἁπαλὸν καὶ παρακεκινηκὸς ἐκ τῆς μέθης ἐκέκτητο τοῦ χαριδότου ∆ιονύσου, ον μιμεῖσθαι ῳετο καὶ ἐσπούδα- ζεν· ἀλλὰ καὶ ὡς ὠμηστὴς πάλιν κατ' αὐτὸν ἐκεῖνον ειχε τὸ ἐρι- νυῶδές τε καὶ τιτανικόν, καὶ πολλάκις κωμικὴ παννυχὶς εἰς τρα- γῳδίαν συμφορῶν ἐτελεύτησεν. εκ τε γὰρ τῆς μέθης παροινῶν καὶ ἐκ τῆς εὐτυχίας παρανόμως εἰς απαν ἐξώκειλε δυσσεβές. οτε ουν ολος τοῦ ἀκράτου καὶ τῆς μέθης ἐγένετο καὶ πάντῃ τὰς οἰκείας φρένας ἀπώλεσε, πρὸς φόνους ἐχώρει καὶ πρὸς ἀναιτίων ἀνθρώ- πων ἀλλοκότους ποινὰς καὶ σφαγάς, καὶ τοῖς ὑπηρέταις ἐνεκε- λεύετο, τὸν δεῖνα, φησί, καὶ δεῖνα λαβόντες τῷ δημίῳ παράδοτε, καὶ ἑτέρου τοὺς ὀφθαλμοὺς ἐξορύξατε, καὶ αλλου τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκόψατε. καὶ ουτος κεφαλῆς τιμωρείσθω, κἀκεῖνος γινέσθω πυρίκαυστος. ους λαβόντες οἱ ὑπηρέται, καὶ τῷ εξω τῶν φρενῶν αὐτὸν τυγχάνειν, οταν ἐξῆγε τὰς ἀποφάσεις, γινώσκοντες, 252 ἐμφρούρους μὲν αὐτοὺς ἐποίουν, ταῖς ποιναῖς δὲ οὐ καθυπέβαλ- λον. πολλάκις δέ, εἰ ετυχέν τις πρὸς ον οὐκ ειχον ἡδέως ἀλλ' ἀπεχθῶς, ἀπεχρῶντο τῇ βασιλικῇ κελεύσει, καὶ τῇ τιμωρίᾳ τὸν ἀθῶον ἐξεδίκουν κατάδικον. ειτα ὁ δείλαιος ἐκεῖνος καὶ αθλιος τότε μὲν οὐδ' ἐν οις εστιν εἰδώς, παρὰ τῶν κατευναστῶν τῷ βα- σιλικῷ προσανεκλίνετο σκίμποδι καὶ τῷ γείτονι τοῦ θανάτου υπνῳ ὡς ἀνδράποδον ἐξεδίδοτο· εωθεν δέ, τοῦ υπνου τοὺς ἐκ τοῦ οινου ἀτμοὺς καὶ τὴν παχεῖαν ἐκείνην ἀχλὺν μόλις ἀπὸ τοῦ ἐγκεφάλου διασκεδάσαντος, ἐξεγειρόμενος οὐδὲν τῶν ἐν τῇ ἑσπέρᾳ ἐμέμνητο, καὶ ἐζήτει πολλάκις τινὰς ἀφ' ων