1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

115

μενα. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι, καὶ πρὸς τῷ τόπῳ μετὰ τῶν ποιμένων γενόμενος, καὶ δι' αὐτῶν τοῖς δαίμοσι προσα- γαγὼν τὴν ἐρώτησιν περὶ τοῦ πότε καταλήψεται Συρακούσας, ηκουσεν οτι ηδη ἑάλω ἡ Συράκουσα. λύπῃ δὲ καὶ ἀμηχανίᾳ πε- ρισχεθεὶς ομως πάλιν ἀνέφερε, μὴ χρῆναι πιστεύσιν οἰόμενος τὰ παρὰ τῶν πονηρῶν δαιμόνων λεγόμενα ὡς οὐκ ουσης αὐτοῖς τῆς προγνώσεως, ἀγνοῶν οτι τοῦτο οὐχὶ πρόγνωσις ην ἀλλὰ τῶν ἀπο- βάντων καὶ τελεσθέντων δήλωσις, ἐκ τοῦ λεπτομεροῦς καὶ ταχυ- κινήτου τὴν ἐξ ἀνθρωπίνης ἐπιδημίας ἀπαγγελίαν προφθανόντων αὐτῶν. διαπιστοῦντος δ' ουν ομως αὐτοῦ, μετὰ δεκάτην ἡμέραν τινὲς τῶν διαδράντων τὸν ολεθρον, ἀπὸ τῶν κατὰ Πελοπόννησον Μαρδαϊτῶν καὶ Ταξατῶν τυγχάνοντες, αὐτάγγελοι τῶν ὀλεθρίων διηγημάτων γεγόνασιν. ἀφ' ων τὴν πληροφορίαν δεξάμενος ὁ ̓Αδριανός, ὡς ειχε τάχους, ἐπεὶ καὶ τὰ πρὸς τὴν κάθοδον ἐναν- τιούμενα πνεύματα ἐπιτήδεια πρὸς τὴν ανοδον καθεστήκεισαν, 312 καταλαμβάνει μετὰ τοῦ στόλου τὴν βασιλεύουσαν, καὶ τῷ μεγάλῳ τοῦ θεοῦ τεμένει, ἐν ῳ τὸ τῆς αὐτοῦ σοφίας ἐπικεκήρυκται ονομα, ὡς ἱκέτης προσέφυγεν. ἀλλὰ τοῦ μεγέθους τῆς συμφορᾶς τὰ βα- σιλέως σπλάγχνα δριμέως διασπαράξαντος καὶ πρὸς ἀμετρίαν σχε- δὸν θυμοῦ καὶ λύπης προαγαγόντος, οὐδ' αὐτὸς ὁ θεῖος ναός, οὐδ' ὁ ὑπὲρ αὐτοῦ πρεσβεύων ἀρχιερεὺς τῆς παντελοῦς τιμωρίας ἐξείλκυσε τὸν ̓Αδριανόν, ἀλλὰ τῆς ἐσχάτης μὲν καὶ προσηκούσης τυχὸν ἐλυτρώσατο, τῆς μετρίας δὲ καὶ πρὸς σωφρονισμὸν τῶν αλλων ἐπαγομένης καθάπαξ αὐτὸν ἀθωῶσαι οὐκ ισχυσεν. ουτως ἐν τοῖς ἰδίοις μέτριον εχων καὶ κεκολασμένον ὁ βασιλεὺς τὸν θυμὸν ἐν τοῖς κοινοῖς οὐ πάνυ τι ἐμετρίαζεν. 71 Ουτω τοίνυν τῶν κατὰ τὴν ἑσπέραν πάλιν κρατυνο- μένων ἐχθρῶν, καὶ ἀπὸ τῆς παρούσης εὐτυχίας καὶ κατὰ τῶν προσεχεστέρων ἐκστρατεῦσαι προσδοκωμένων, ἀποστέλλεται Στέ- φανος ὁ καὶ Μαξέντιος προσαγορευόμενος, ος ἐκ Καππαδοκῶν, στρατηγὸς τῶν ἐν Λαγοβαρδίᾳ δυνάμεων μετὰ Θρᾳκῶν καὶ Μα- κεδόνων καὶ ἐπιλέκτων Χαρσιανιτῶν καὶ Καππαδοκῶν. ος τὴν ἀποδειχθεῖσαν τῆς ἀρχῆς χώραν καταλαβών, καὶ τὴν πόλιν ̓Αμαν- τίας ὑπὸ τῶν Σαρακηνῶν κατεχομένην ἀφελέσθαι πειραθεὶς ἐξ αὐτῶν, καὶ διὰ τὴν προσοῦσαν αὐτῷ μέλλησιν καὶ ῥαθυμίαν, ὡς εοικε, μᾶλλον δὲ ἀνανδρίαν τε καὶ τρυφήν, μηδὲν αξιον λόγου καὶ τῆς περὶ αὐτὸν δυνάμεως καταπράξασθαι δυνηθείς, παρα- λύεται τῆς ἀρχῆς, καὶ ἀντ' αὐτοῦ ἀποστέλλεται Νικηφόρος ὁ 313 κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ ἐπιμελής τε καὶ αγρυ- πνος καὶ κατὰ χεῖρά τε καὶ βουλὴν γενναῖός τε καὶ συνετός, προσεπ- αγαγὼν καὶ πλείονα δύναμιν ἀπὸ τῶν κατὰ τὴν ἀνατολὴν ἀρχόν- των καὶ τὸν ∆ιακονίτζιν ἐκεῖνον, ος ὑπηρέτης ποτὲ τοῦ κατὰ τὴν Τεφρικὴν Χρυσόχειρος ην, στῖφος τῶν ἀπὸ Μάνεντος τὴν θρη- σκείαν ἑλκόντων προσεπαγόμενον. ἑνωθεὶς ουν ὁ Νικηφόρος ταῖς μετὰ Στεφάνου δυνάμεσι πολλὰ καὶ συνέσεως εργα καὶ πολεμικῆς ἀνδρίας καὶ γενναιότητος ἀπεδείξατο. τήν τε γὰρ πόλιν ̓Αμαν- τίας εὐθὺς ἐχειρώσατο, τοὺς ἀντιταξαμένους ἐχθροὺς φόνῳ πολλῷ τρεψάμενος, καὶ τὸ κάστρον ο Τρόπας κατωνομάζετο καὶ τὸ τῆς ἁγίας Σευηρίνης πρὸς τὴν προτέραν δεσποτείαν τῆς ̔Ρωμαϊκῆς ἀρ- χῆς μετηγάγετο, καὶ μάχαις αλλαις καὶ παρατάξεσι τοὺς ἐκ τῆς Αγαρ νενίκηκε, καὶ τοῖς ἐξ αὐτῶν λαφύροις τὸν ὑπ' αὐτὸν στρα- τὸν ἱκανῆς ὠφελείας ἐνέπλησε. καὶ ταῦτα μέν, εως ὁ ἐν βασι- λεῦσιν ἀοίδιμος εζη Βασίλειος, ὁ ἀνὴρ κατεπράξατο· τὰ δὲ λεί- ποντα προσέθηκεν υστερον ἐπὶ τοῦ πραοτάτου καὶ σοφωτάτου βα- σιλέως ἁπάντων Λέοντος τοῦ ἐκείνου υἱοῦ. εἰ δὲ μὴ συνημμέναι τοῖς χρόνοις ἀλλήλαις αἱ μάχαι ἐτύγχανον, ωσπερ ουν ἡ διήγησις, ἀλλ' ομως ἐπεὶ ὁ ἑκάστης πράξεως ἀκριβὴς ἠγνοεῖτο χρόνος, διὰ τοῦτο μίαν κατὰ τὴν ἐπαγγελίαν τάξιν ἐδέξατο απαντα. Καὶ τὰ μὲν ἐν πολέμοις καταπραχθέντα διά τε αὐτοῦ καὶ διὰ τῶν ὑποστρατήγων Βασιλείῳ τῷ βασιλεῖ, οσα εἰς ἐμὴν εφθα- 314 σεν ἐλθεῖν ἀκοήν, διά τε τῆς ξηρᾶς