1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

30

ποιῆσαι καθυ- ποσχόμενος καὶ διδόναι φόρους πολλούς, εἰ μόνον ἀναγορεύσει τοῦτον βασιλέα καί τινα παράσχοι βοήθειαν. ἀναγορεύει γοῦν τοῦτον βασιλέα ̔Ρωμαίων, καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σι- κελίας ἐγκρατὴς γίνεται, παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν, οὐ τούτου μόνον ἀλλὰ καὶ ἑτέρων συνδρόμων γενομένων ἐπὶ τῇ τοιού- των ἀπωλείᾳ τόπων. δηλοῖ δὲ ταῦτα σαφέστατα καὶ πλατικώτε- ρον ἡ τότε γραφεῖσα Θεογνώστῳ τῷ περὶ ὀρθογραφίας γεγραφότι καὶ εἰς χεῖρας ἐλθοῦσα ἡμῶν, ην ὁ βουλόμενος μεταχειριζόμενος τὰ καθ' εκαστον ἀναδιδαχθήσεται. πλὴν ὁ μὲν Εὐφήμιος μετ' οὐ πολὺ αθλον τῆς ἀποστασίας καὶ τῆς ἑαυτοῦ ἀνομίας λαμβάνει τὴν τῆς ἑαυτοῦ στέρησιν κεφαλῆς. σχῆμα γὰρ εχων βασιλικὸν ἀπῄει καὶ κατὰ τὴν Συράκουσαν, καὶ δὴ αποθεν γενόμενος τῆς 83 ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων ὡς ἀπὸ τόξου βολῆς ἐγένετο κατὰ τὴν πόλιν, ὁμιλῶν αὐτοῖς τυραννικῶς τε καὶ βασιλικῶς. τοῦτον ὡς προσερχόμενον εγνωσαν δύο τινὲς ἀδελφοί, γενόμενοι σύμπνοοι καὶ ταὐτὸν φρονήσαντες προσέρχονται τούτῳ εἰρηνικῶς, τὴν προσήκουσαν βασιλεῖ τιμὴν ἀπονέμοντες. ὡς δ' Εὐφήμιος τήν τε παρ' αὐτῶν ἀναγόρευσιν ἀσπαστῶς ἐδέξατο καὶ τῶν αλλων κατήκουεν αὐτῶν, προσεκαλεῖτο τούτους φιλοφρόνως ἀποδώσων τὸν ἀσπασμόν· καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσε- ρείσας τῷ στόματι ταῖς θριξὶ μὲν κατέχεται ἰσχυρῶς πρὸς ἑτέρου τῶν ἀδελφῶν, ὑπὸ δὲ τοῦ ἑτέρου ἀφαιρεῖται τὴν κεφαλήν. καὶ ὁ μὲν Εὐφήμιος τοιούτῳ τέλει τοῦ βίου ἐχρήσατο. 28 Οἱ δ' ̓Αγαρηνοὶ οὐ τῆς Σικελίας μόνον εκτοτε ἀλλὰ καὶ Καλαβρίας καὶ Λαγγοβαρδίας ἐγένοντο ἐγκρατεῖς, πᾶσαν κατατρέχοντες καὶ διαπορθοῦντες καὶ ἐνσκηνοῦντες αχρι τῆς βασι- λείας τοῦ ἐν μακαρίᾳ τῇ λήξει Βασιλείου τοῦ βασιλέως. ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνου δηλώσει ἱστορία· ὁ δὲ Μιχαὴλ μῆνας ὀκτὼ καὶ ετη τῆς βασιλείας γενόμενος ἐγκρατὴς ἐννέα τὸν βίον κατέλυσε, τῷ δυσουρίας νοσήματι ἁλούς, ἐκ τῶν νεφρῶν λαβούσης τὴν ἀρ- χήν, μήτε τὴν πρὸς θεὸν καταλύσας δυσμένειαν, οις οὐκ ηθελε τὴν ἑαυτοῦ μορφὴν δι' ἡμᾶς ἀναλαβόμενον σάρκα προσκυνεῖν, μᾶλλον δὲ καὶ τοὺς προσκυνοῦντας καθαιρῶν Μεθόδιόν τε καὶ Εὐθύμιον, περὶ ων εἰρήκαμεν, καὶ τὸν τῶν ̓Αγαρηνῶν ἐπαυξή-σας ἀκατάλλακτον πόλεμον, τά τε κατὰ Θωμᾶν καὶ τῶν Κρη- 84 ταιέων, ἀλλὰ μὴν καὶ τῶν εἰρημένων ̓Αφρικῶν διὰ τὴν ἑαυτοῦ κακίαν ἀποστείλαντος τοῦ θεοῦ. ἀλλὰ καὶ πᾶσα ἡ ∆αλματία τῆς τῶν ̔Ρωμαίων ἀπέστη τότε βασιλείας, καὶ γεγόνασιν απαντες ἰδιο- ρυθμοί τε καὶ αὐτοκέφαλοι μέχρι τῆς τοῦ Βασιλείου τοῦ ἀοιδίμου βασιλείας· τότε γὰρ πάλιν ουτοι ̔Ρωμαίοις καθυπετάγησαν. πε- πλήρωτο δὲ καὶ ὁ ἐπ' αὐτῷ χρησμός, λέγων ουτω, ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, οταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωσσος αρδην καὶ φιλόχρυσος λίαν. ἐτέθη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῷ ἡρώῳ ̓Ιουστινιανοῦ, ἐν λάρνακι πρασίνῳ Θετταλικῇ.

{1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ. ΛΟΓΟΣ Γ.} 1 Τὰ μὲν δὴ πραχθέντα Μιχαὴλ τῷ Τραυλῷ βασιλεύσαντι ἐννέα ετεσιν πρὸς

μησὶν ὀκτὼ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται· ὁ δὲ υἱὸς αὐτοῦ ηδη Θεόφιλος ἀνδρὸς εχων ἡλικίαν τὴν πατρικὴν ἀρχὴν καὶ βασιλείαν κατὰ τὸν ̓Οκτώβριον μῆνα τῆς ὀγδόης ἰνδικτιῶνος 85 διεδέξατο, λόγῳ μὲν ουν τῆς δικαιοσύνης ωσπερ εμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος καὶ νόμων ειναι φύλαξ πολιτικῶν ἀκριβής· τῇ δ' ἀληθείᾳ εξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόντων διατηρῶν, ὡς αν μή τις κατ' αὐτοῦ τι νεανιεύσηται, ταῦτα ὑπεκρίνετο. τὸν ἐπηρτημένον ουν κίνδυνον ὑφορῶν, τοὺς τῷ πατρὶ μὲν αὐτοῦ ἐκ συνωμοσίας τὴν βασιλείαν παρεσχηκότας, κατὰ τοῦ