1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

12

21 Θεὸς δέ, οιος τρόπος ἐκείνου οὐ σύντονός τις ἀλλὰ μακρόθυμος, τὴν ῥομφαίαν ἐστίλβου μέν, οὐκ ἠφίει δέ. νῦν μὲν γὰρ αὐτοῖς λοιμοὶ καὶ αὐχμοὶ καὶ διάπυροι ηλιοι, νῦν δὲ σεισμοὶ καὶ ἀναβρασμοί, καὶ αλλοτε φλογὸς οια κατὰ τοῦ ἀέρος ἀκοντί- σεις καὶ ἑτέρωθεν ἐμφύλιοι στάσεις τῶν δεινῶν τὰ ἀκμαιότατα ἐπεσείοντο. ἀλλ' οὐκ ην ἐκείνην ἐπισχεῖν τὴν ψυχήν, συὸς δίκην κατὰ κρημνοῦ ἐπιβρίσασαν. ἐντεῦθεν ὀψὲ γοῦν καὶ καιρίως πλήτ- τουσα μάχαιρα παρὰ τοῦ θεοῦ ἐκπεπόρευται, ιν' ηλῳ τέως ηλος ἐκκρουσθῇ καὶ κακὸν τῷ κακῷ ἰαθῇ. Μιχαὴλ τοῦτο ην, ος τὴν φοιδεράτων τότε ἐπειλημμένος ἀρχήν, ἐγκλήματι καθοσιώσεως 34 ἁλούς, μόγῳ πολλῷ καὶ κόπῳ ἀποτρίψασθαι ισχυσεν. ἀλλ' εμελλεν ὑπ' ὀδόντα τοῦτον εχων ἀεὶ καθάπερ διαπεπραγμένον ἱερεῖον δεῖξαι οὐκ εἰς μακράν. αλλως μὲν γὰρ ἐξήσκει γλῶσσαν ὁ Μιχαὴλ πρόλαλόν τε καὶ ἰταμόν, καὶ τὴν αὐτοῦ οὐκ εληγεν ἐκ- πομπεύων θηριοτροπίαν, ατε δὴ αὐτῷ καὶ συναυξηθεὶς καὶ τῇ ἐκ χειρὸς γαννύμενος ἀνδρειότητι. ὁ Λέων δέ (οὐ φέρει γάρ τις πάντων κρατῶν ἑνὸς ἡττᾶσθαι μωροῦ, εἰ μή γε οντως οὐκ ἀνδρῶν ἀλλὰ καὶ θυμοῦ βασιλεὺς καταστῇ) ὠτακουστάς τινας τούτῳ λό- χον κατέστησεν, ὡς αν διά τινος πορθμείου διαβιβάζοιντο λόγοι οἱ αὐτοῦ· καὶ γὰρ ὑπείδετο τὸ μέλλον, τῆς κατὰ τὸ Φιλομήλιον προρρήσεως ἐξημβλωκυίας τῆς αὐτοῦ ψυχῆς μηδαμῶς, η τὸν Μι- χαὴλ δεύτερον τοῦ Λέοντος ἀναρρηθῆναι διωμολόγησεν. τούτων τῶν ἐφεδρευόντων εις ην καὶ ̔Εξαβούλιος, ἀνὴρ οιός τε ων ηθος καὶ φύσιν ἀνθρώπου καταμαθεῖν. ὡς ουν χρόνου προϊόντος οὐκ ἐνεδίδου τῆς ἀθυροστομίας μηδὲ τοῦ τωθασμοῦ, ἀλλ' οιόν τις κυματίας πᾶσαν ἀκαίρως ἰλὺν ἐξέβρασεν ποταμός, ἠπείλησε τῷ Λέοντι πανώλειαν καὶ ἀλλ' αττα θυμὸς ἐτρέφετο πονηρός, ἀνε- πέμπετο δὲ ταῦτα πρὸς βασιλέα, ἀνάρπαστος γίνεται ἐξ αὐτῆς, καὶ τέλος τῶν ἐλεγχόντων τὰ τῆς κατηγορίας κατεμπεδούντων κατατίθεται τυραννίδος ἐπίθεσιν μελετῶν. ἡμέρα ην προτεραία τῆς καθ' ἡμᾶς τοῦ λόγου Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπιδημίας τε καὶ σαρκώσεως. ἐπεὶ γοῦν πάντοθεν κατάφωρος ἐγεγένητο αὐτοῦ τοῦ βασιλέως ἐν τοῖς ἀσηκρητείοις ἐξετάζοντος, καὶ δρασμὸς τῶν 35 τολμηθέντων οὐκ ην, καταχειροτονεῖται τὴν ἐπὶ θάνατον, καὶ θάνατον οὐ τόνδε η τόνδε, ἀλλ' ιν' εχῃ καὶ τὸν βασιλέα αὐτὸν θεατήν τε καὶ αὐτουργόν, ειτε τῷ πάθει τῆς ὀργῆς ἐκνικώμενον, ειτ' αλλως τῇ ὠμότητι ἐφηδόμενον, κατὰ τὴν τοῦ βασιλικοῦ βαλα- νείου κάμινον δριμέως ἐκριφῆναι πυρὸς παραβόσκημα. ωριστο ταῦτα, καὶ αὐτὸς προέθεεν τὰ τοῦ δράματος ἐποψόμενος. ἀλλ' ἡ τούτου σύζυγος (Θεοδοσία ην, τὸ τοῦ ̓Αρσαβὴρ θυγάτριον) ἀνασπούδασα καὶ ὡς ετυχε θέουσα, ὡς εκ τινος βακχείας ἐξοιστρη- θεῖσα, ἀπέσπευδε τοῦτον καὶ τῆς ὁρμῆς ἐγατέπαυεν, ἀλάστορα καὶ θεομάχον ἀποκαλοῦσα, οις ουτε τὴν ἡμέραν αγει διὰ φειδοῦς, τοῦ θείου μέλλων σώματος μετασχεῖν. ἐκθειόμενος ουν τὰ δεινά, καὶ τῷ θεῷ μὴ ἀπὸ θυμοῦ γένηται δεδοικὼς, τότε μὲν αὐτῷ τὴν σωτηρίαν τὴν παλίντροπον ἐπεβράβευσε, τῷ παππίᾳ τὴν αὐτοῦ ἐπιτρέψας φρουράν, εἰ καὶ τῶν σιδηροπέδων δι' ἑαυτοῦ φρουρεῖ- σθαι ἠξίου τὴν κλεῖν. ἐπεπείλει δὲ καὶ τῇ γυναικί, καὶ "οὐκ εἰς μακρὰν ἐπόψεσθε" εφη, "σύ τε ω γῦναι καὶ τὰ τῆς ἐμῆς νηδύος βλαστήματα, τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἐκεῖθεν ἁμαρτήματος προσηλευθέρωσας." τούτοις τὸ μέλλον ἀπεφοίβασέ τε καὶ προεκήρυξε. 22 Καὶ γὰρ ην αὐτῷ δέος τῇ ψυχῇ ἐγκαθήμενον εκ τινος χρησμολογίας, ὡς κατὰ τὴν ἡμέραν τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πᾶσαν τὴν αὐξηθεῖσαν εὐδαιμονίαν καὶ βα- 36 σιλείαν ἀποκείρεσθαι μέλλοντος. ὁ δὲ χρησμὸς ην Σιβυλλιακός, εν τινι βίβλῳ εἰς τὴν βασιλικὴν βιβλιοθήκην ἐναποκείμενος, οὐ χρησμοὺς μόνον ἁπλῶς ἀλλὰ καὶ μορφὰς καὶ σχήματα εχουσα τῶν γενησομένων βασιλέων διὰ χρωμάτων. ην ουν λέων θηρίον μεμορφωμένον, χῖ στοιχεῖον κεχαραγμένον ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς αὐτοῦ. τούτου κατόπιν ἀνήρ τις