1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

76

παιδογόνα τούτου ἀπαιωρήσαντες μόρια παραδειγματί- ζουσί τε καὶ θριαμβεύουσι. θορύβου δὲ πολλοῦ γενομένου καὶ ταραχῆς, ην ἰδεῖν καὶ τὸν Μιχαὴλ μικροῦ τὸν περὶ ψυχῆς θέοντα· ἀλλ' ὁ τῆς βίγλης δρουγγάριος (Κωνσταντῖνος δὲ ην) ἐν μέσῳ που συρρυεὶς τὸν πολὺν ἐκεῖνον διέλυσε θροῦν, εὐφημίαις τε βάλ- λων αὐτὸν καὶ παρατάξεις ἀνθοπλίζων κατὰ τῶν ἐπανισταμένων. ὁ μὲν δὴ Βάρδας ουτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ ουτως ἡ κατὰ τῶν Κρητῶν διελύθη στρατιά, τοῦ βασιλέως κατὰ τὸ Βυζάντιον ὑποστρέψαντος. 42 Καὶ ετερον δὲ σημεῖον πρὸ δύο η καὶ πρὸ τριῶν ἡμε- 207 ρῶν τῷ Βάρδᾳ παρεσημαίνετο· ἡ γὰρ Θεοδώρα, ειτ' αλλως θεο- φορουμένη ειτε δὴ καὶ ὑπό τινος τῶν μεμελετημένων διακούσασα, ἐσθῆτά τινα παγκάλην μὲν καὶ χρυσαῖς πέρδιξι πεποικιλμένην, οὐκ ἀναλογοῦσαν δὲ τῷ μήκει τῆς ἡλικίας αὐτοῦ ἀλλὰ καὶ πολὺ ἀπο- δέουσαν αἰνιγματωδῶς ἐξαπέστειλεν. τό τε γὰρ πέρδικας ἀλλὰ μή τινας αλλας τῶν ὀρνίθων ἐνυφᾶναι, ἀλλὰ μὴν καὶ τὸ τῆς ἐσθῆ- τος ἐνδέον εἰς δόλον ἐμπεσεῖν θᾶττον η εδει προυσήμανεν. 43 Πλὴν ἀλλ' ὁ μὲν βασιλεὺς ὑπέστρεφε, τόν τε Βασί- λειον, ἐπεὶ μὴ εὐμοίρει παιδός, υἱοποιεῖται καὶ τῆς τῶν μαγίστρων τιμῆς ἀξιοῖ. ἐπεὶ δὲ χρόνου προϊόντος τὰ κοινὰ διοικεῖν οὐχ οιός τε ὁ Μιχαὴλ ην καὶ τῆς ἑαυτοῦ ἀφελείας ᾐσθάνετο καὶ αμα ἐπανά- στασιν μελετᾶσθαι καὶ ἀποστασίαν παρὰ τῆς συγκλήτου διή- κουεν τῷ τὰ τῶν ̔Ρωμαίων διοικεῖσθαι κακῶς, καὶ τὸ περιμάχητον διάδημα τῇ κεφαλῇ αὐτοῦ ἐπιτίθησι, καὶ βασιλέα τῇ ἡμέρᾳ πεν- τηκοστῆς, μηνὶ Μαΐῳ, εἰκάδι εκτῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκά- της, ἀναδείκνυσί τε καὶ ἀναγορεύει κατὰ τὴν μεγάλην ἐκκλησίαν ῃ ἐπώνυμον σοφία θεοῦ. ἀλλ' οστις μὲν ουτος ὁ Βασίλειος καὶ οθεν, καὶ οπως ηλθεν εἰς γνῶσιν τοῦ κρατοῦντος, ἡ κατ' αὐτὸν ἱστορία δηλώσει· τὰ νῦν δὲ τῆς βασιλείου δόξης ἀξιωθεὶς ειχετο μὲν τῆς βασιλείας, ἀπείχετο δὲ τῶν καθ' ἑκάστην ἁμιλλητηρίων καὶ ἱπποδρομιῶν καὶ τῶν περὶ τὸν αἰσχρότατον Γρῦλον καὶ ψευ- δοπατριάρχην αἰσχρουργιῶν, ων ἀκαίρως ἐνετρύφα ὁ Μιχαήλ. 208 (44) πάντων μὲν γὰρ κόρον ειναι καὶ τῶν αἰσχρῶν καὶ τῶν φυσι- κῶν ειρηταί τε πολλοῖς, καὶ ἡ πεῖρα τούτων διδάσκαλος ἀκριβής· Μιχαὴλ δὲ τῷ τότε κρατοῦντι ουτε τῶν ἱπποδρομιῶν ουτε μὴν τῶν αλλων ἀκρατοποσίων τε καὶ αἰσχρῶν κόρος ην, ὡς φασίν. α πειρώμενος κωλύειν ὁ Βασίλειος καὶ πορρωτέρω τούτων ποιεῖν αὐτόν, νῦν μὲν παραινέσεσι χρώμενος, νῦν δ' αλλως μῖσος παρὰ τῶν πολιτῶν καὶ τὰς παρὰ τῶν ἱερέων ἀρὰς καὶ τὰς τῆς συγκλήτου ἐπαναστάσεις προτιθεὶς καὶ οιον ἐνώπιον αὐτοῦ ζωγραφῶν, ελαθε τῷ φθόνῳ ἑαυτὸν καθυποβαλών, καὶ ἀντὶ φίλου ἐχθρὸς καὶ μεμι- σημένος ὁ υἱοθετηθεὶς ἐνομίζετο. ἐντεῦθεν οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινα αλλον, τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην τηνικαῦτα τελοῦντα (Βασιλικῖνος ουτος ἐλέγετο, καὶ ἀδελφὸς ην Καπνογένους ἐκείνου τοῦ τὴν ὑπαρχικὴν ἀξίαν ἠξιωμένου τὸ δεύτερον), ἀγαγὼν τὴν πορ- φύραν τε ἐνδύει καὶ τὸ διάδημα περιτίθησιν, καὶ τὰ παράσημα τῶν ὑποδημάτων περιβαλὼν ἐξάγει πρὸς τὴν σύγκλητον τῆς χειρὸς εχων αὐτόν, καὶ πρὸς τὴν γερουσίαν φησὶν ὡς εδει πάλαι με τοῦ- τον εἰς τουτονὶ τὸν περίβλεπτον κόσμον, ω ανδρες, ἐπαγαγεῖν. πρῶτον μὲν ειδος αξιον τυραννίδος, καὶ δεύτερον δὲ συμφυὲς πέλει στέφος, απαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν· καὶ οτι πόσον ην κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα η τὸν Βασί- λειον, ἐφ' ῳ μεταμεμέλημαι ἐφ' οις αὐτὸν ἐβασίλευσα." αυτη τῆς καταλύσεως αὐτοῦ ἡ ἀρχή. τοῦτο πάντας περιηχῆσαν ἐκπλα- 209 γῆναί τε τούτους ἐποίησε καὶ ἀφασίᾳ καταληφθῆναι πολλῇ, οτι κατὰ τοὺς μυθικοὺς Γίγαντας βασιλέας σπαρτοὺς καθ' ἑκάστην ἡμέραν ἀναδίδωσιν. ηυξητο μὲν ουν εκτοτε τὸ πρὸς τὸν Βασίλειον μῖσος, καὶ σφοδρότερον κατὰ τὴν τοῦ πυρὸς φύσιν ἐγίνετο, ὑπέκ- καυμα εχον καὶ αιτιον τὸ μήτε συμφθείρεσθαι βούλεσθαι τούτοις αὐτὸν μήτε μὴν συνεπάγεσθαι ταῖς ἀκολάστοις γνώμαις αὐτῶν. εἰς τοσαύτην γὰρ ὁ Μιχαὴλ