1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

147

ἐντολὴν καὶ αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανα- κτῆσαι ἐπὶ τούτῳ καὶ τὸν βασιλεοπάτορα ̔Ρωμανόν. 15 Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς Κωνσταντίνου Κτηματινοῦ καὶ ∆αβὶδ Καμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφλωθέντες ουτοι διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐξορίᾳ παρεπέμφθησαν. ηγαγον δὲ καὶ Λέοντα μάγιστρον καὶ δομέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ καθεζόμενος. 16 ̓Εφωράθη δὲ καὶ Ζωὴ Αὐγοῦστα ἐπιβουλεύουσα ̔Ρω-μανῷ διὰ πεφαρμαγμένων βρωμάτων, ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων· καὶ ταύτην τοῦ παλατίου καταβι- βάζουσιν καὶ εἰς τὸ Πετρίον ἀπάγουσιν ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρι- κίου καὶ κόμητος τοῦ στάβλου εἰς αριστον ὁ παιδαγωγὸς Κων- σταντίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός· ἐσθιόντων δὲ αὐτῶν εἰσῆλθεν ̓Ιωάννης δρουγγάριος τῆς βίγλης ὁ Κουρκούας λεγόμενος μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπά- σας εἰς τὸ ̓Οψίκιον ἐξώρισεν ἐν τοῖς ἑαυτῶν προαστείοις ὡς κατὰ ̔Ρωμανοῦ μελετῶντας. 17 Εἰκάδι δὲ τετάρτῃ Σεπτεμβρίου μηνὸς τιμᾶται ̔Ρω- μανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ· καὶ ∆εκεμβρίῳ μηνί, ιζʹ τοῦ μη- 398 νός, τῇ τῶν προπατόρων κυριακῇ, τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ Κωνσταντίνου βασιλέως καὶ Νικολάου πα- τριάρχου.

{1ΒΑΣΙΛΕΙΑ ΡΩΜΑΝΟΥ.}1

̓Εν ετει #22υκηʹ, ἰνδικτιῶνος ηʹ καὶ ̓Ιανουαρίῳ ʹ, τῇ τῶν ἁγίων φώτων

ἡμέρᾳ στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαΐῳ δὲ μηνὶ ιζʹ στέφει Χριστοφόρον τὸν υἱὸν αὐτοῦ διὰ βασιλέως τῇ τῆς ἁγίας πεντηκοστῆς ἡμέρᾳ, καὶ μόνοι δύο ἐν τῇ αὐτῇ προελεύσει προῆλθον. ̓Ιουλίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας παρὰ ̔Ρωμανοῦ γέγονεν ενωσις, ἁπάντων ἑνωθέν- των μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. 2 ̓Ογδόῃ δὲ Φεβρουαρίου μηνός, ἰνδικτιῶνος θʹ, ἀπο- στείλας ̔Ρωμανὸς ὑπερορίζει Στέφανον τῆς Καλομαρίας εἰς τὴν ̓Αντιγόνου νῆσον, ὡς τῆς βασιλείας ἐφίεσθαι κατηγορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας αμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ ̓Ορφανοτρόφῳ ἀνθρώποις αὐτοῦ. 3 ̓Εποίησεν δὲ ̔Ρωμανὸς βασιλεὺς πρόκενσον ἐν τῷ τρι-βουναλίῳ, συνηγμένων ἁπάντων μεθ' οπλων ἐκεῖσε. ἀδνουμίου 399 δὲ γενομένου αἰφνίδιον ̔Ρωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφει. ἐμηνύθη γὰρ παρὰ Λέοντος ἀν- θρώπου τοῦ ̓Αρσενίου ἡ αὐτοῦ ̓Αρσενίου ἐπιβουλὴ καὶ Παύλου μαγγλαβίτου· οι τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. ην δὲ τότε παραδυναστεύων ὁ πρεσβύτερος ̓Ιωάννης ὁ ῥαίκτωρ, ος Λέοντα τὸν τοῦ ̓Αρσενίου ἐποίησεν ἑβδομαδάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. ̔Ρωμανὸν δὲ τὸν υἱὸν Λέοντος, ὡς εφθην εἰπών, τοῦ ̓Αργυροῦ, ̔Ρωμανὸς ὁ βασιλεὺς γαμβρὸν ἐποιήσατο, ανδρα οντα ὑπερώμιον, καὶ κάλλει σώματος καὶ ἰδέᾳ καὶ συνέσει καὶ μάλιστα τῇ ἐλεημοσύνῃ καὶ ἐπιδόσει καὶ τῇ ἀγαθότητι καὶ ἁπλότητι κοσμούμενον, δοὺς αὐτῷ τὴν θυγατέρα αὐτοῦ ̓Αγάθην. 4 ̓Εγένετό τις ̔Ρεντάκιος ̔Ελλαδικός, συγγενὴς ων Νικήτα τοῦ πατρικίου, ἀπαίδευτος δὲ καὶ πατραλοίας· ος τὸν ἑαυ- τοῦ πατέρα καταδιώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐ- τοῦ τὴν ἐπίθεσιν ἐν πλοίῳ εἰσελθὼν ἐξέπλει καὶ παρὰ Σαρακηνῶν τῶν Κρητῶν κατεσχέθη, ουτος ὁ ̔Ρεντάκιος αδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς ἐληΐσατο, καὶ ἐν τῇ πόλει ἐλθὼν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγεν. ̔Ρωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας καὶ λεηλασίας ἀναμαθὼν τοῦτον τῆς ἐκκλησίας ἐξαγαγεῖν ἐβουλεύσατο καὶ παιδεῦσαι. ὁ δὲ ψευδεῖς ἐπιστολὰς