1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

80

τὸν λαὸν αὐτοῦ καὶ τὴν εξοδον αὐτοῖς πρυτα- νεύοντος (ὁ γὰρ τῶν Βουλγάρων αρχων μὴ δυνάμενος ἐπὶ πολὺ πρὸς τὰς ̔Ρωμαϊκὰς δυνάμεις ἀνταγωνίζεσθαι πάλιν εἰς ὑπόπτωσιν ενευεν), ἐν τῷ ἐπισυνάγεσθαι πρὸς τὸν αρχοντα τὸν εἰς τὰ οἰκεῖα ἀπολύεσθαι μέλλοντα λαὸν τῶν Χριστιανῶν, ἰδὼν τὸν παῖδα Βα- σίλειον τῇ τε μορφῇ ἐλευθέριον καὶ χαρίεν ὑπογελῶντα καὶ περι- σκαίροντα πρὸς ἑαυτὸν ἐφειλκύσατο, καὶ μῆλον θαυμαστὸν τῷ μεγέθει ἐπέδωκεν. ὁ δὲ παῖς ἀκάκως καὶ θαρραλέως τοῖς τοῦ αρχοντος ἐπερειδόμενος γόνασιν ἐν τῷ ἀπλάστῳ ηθει τὴν οἰκείαν εὐγένειαν ἐπεδείκνυτο, ὡς ἐκπλαγῆναι μὲν τὸν αρχοντα, διαγριαί- νεσθαι δὲ λεληθότως τὴν δορυφόρον τάξιν αὐτοῦ. 5 ̓Αλλ' ινα τὰ ἐν μέσῳ συντέμω, ἐξῆλθεν εὐμενείᾳ θεοῦ πρὸς τὰ οἰκεῖα απας ὁ ἀπαχθεὶς ὡς αἰχμάλωτος λαὸς τῶν Χρι- 218 στιανῶν, συνεξῆλθον δὲ καὶ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτα- τον αὐτοῖς παῖδα προσεπαγόμενοι. ἐγένετο δέ τι περὶ αὐτὸν εὐ- θὺς κατὰ τὴν πρώτην ἡλικίαν θαυμάσιον, τὴν εἰς υστερον τύχην παραδηλοῦν, οπερ οὐ θέμις οιμαι σιγῇ παρελθεῖν. τῷ γὰρ και- ρῷ τοῦ θέρους τῶν τούτου γονέων ἐπὶ τὸν ιδιον ἐξελθόντων ἀγρὸν καὶ τοῖς θερισταῖς ἐπιστατούντων καὶ διεγειρόντων συντόνως ἐρ- γάζεσθαι, ὡς περὶ πλήθουσαν ἀγορὰν ἡ ἡμέρα προέκοπτε καὶ ὁ ηλιος ηδη σφοδρότερον ταῖς μεσημβριναῖς ἀκτῖσιν ἐπέφλεγεν, οἱο- νεί τινα σκηνὴν ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων σκευάσαντες ἐν ταύτῃ τὸν παῖδα κοιμηθησόμενον εθεντο, οπως τῆς ἀπὸ τοῦ ἡλίου θέρμης ἀβλαβῶς διέλθῃ τὸν καύσωνα. ἐν δὲ τῷ ἐκείνους ἐνα- σχολεῖσθαι τοῖς θερισταῖς ἀετὸς ἐπικαταπτὰς καὶ ανωθεν ἐπι- καθίσας ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς οτι ολεθρον ισως ἐπάξει ὁ ἀετὸς τῷ παιδί, ἡ μήτηρ εὐθὺς οια μήτηρ φιλόστοργος καὶ φιλότεκνος πρὸς τὸν παῖδα ἐξέδραμεν. ἰδοῦσα δὲ τὸν ἀετὸν σκιὰν ταῖς πτέ- ρυξι τῷ παιδίῳ περιποιούμενον, καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλα- γέντα ἐπέλευσιν ἀλλ' ωσπερ χαριέντως πρὸς αὐτὴν ἀτενίζοντα, οὐκ ἠδυνήθη κατὰ τὸ πρόχειρον εἰς κρείττονα πεσεῖν λογισμόν, ἀλλὰ λίθον εβαλε κατ' αὐτοῦ· καὶ ουτως ἀνέπτη ὁ ἀετὸς καὶ ὡς εδοξεν ἀπεχώρησεν. ἐκείνης δὲ αυθις πρὸς τὸν ανδρα καὶ τοὺς ἐργάτας ὑποστρεψάσης, ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα παρῆν τὸ παιδίον ἐπισκιάζων, καὶ πάλιν ὁμοίως ἡ φωνὴ παρὰ τῶν θεα- 219 τῶν, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ τῇ βολῇ τοῦ λίθου ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ἐπι- στροφή. ἐναργέστερον δὲ αρα τῆς προνοίας δηλῶσαι θελησάσης οτι οὐ κατά τινα τύχης αὐτοματισμὸν ἀλλὰ θείᾳ προγνώσει τὸ τελούμενον δείκνυται, ἐκ τρίτου συνέβη τὰ ομοια, ὁ ἀετὸς ἐπὶ τὸ παιδίον, οἱ θεωροῦντες βοῶντες, καὶ ἡ μήτηρ ἐπὶ τὸν ἀετόν, καὶ ὁ ἀετὸς πρὸς βίαν καὶ μόλις ἀπαλλαττόμενος. ουτω τῶν μεγάλων πραγμάτων ἀεὶ πόρρωθεν ὁ θεὸς προκαταβάλλεταί τινα σύμβολα καὶ τεκμήρια τῶν εἰς υστερον. τοῦτο δὲ καὶ εἰς τὴν ἐχομένην ἡλικίαν οὐκ ὀλιγάκις γέγονεν ἐπ' αὐτῷ, ἀλλὰ πολλάκις εὑρέθη ὑπὸ ἀετοῦ ἐν τῷ ὑπνοῦν σκιαζόμενος. ἀλλ' ἐν οὐδενὶ σχεδὸν λόγῳ τότε ταῦτα ἐτίθετο· πρὸ τοῦ γὰρ ἐμφανεῖς καταστῆναι τὰς ἐν αὐτῷ ἀρετάς, καν μεγάλα τὰ προφαινόμενα ἠμελεῖτο καὶ παρε- λάνθανεν, οὐδενὸς δυναμένου ἐν οἰκίᾳ λιτῇ καὶ δημοτικῇ οπως ελθῃ ποτὲ βαλέσθαι εἰς νοῦν. πλὴν ἐπεὶ καὶ τὸ τούτοις ἐπὶ πλέον ἐνδιατρίβειν οὐ πόρρω τυχὸν δόξει τρόπου θωπεύοντος, καὶ νο- μισθῶμεν ισως ἀπορίᾳ τῶν περὶ αὐτὸν καλῶν ἐν τούτοις τὴν ἱστορίαν ἀπασχολεῖν, τὰ τοῦ ὁμοίου ειδους καὶ τῆς παιδικῆς ἡλικίας πάντα παρήσομεν, ἐπὶ δὲ τὰ εμπροσθεν τὸν λόγον σπουδῇ προαγάγωμεν, τὴν τῶν ἐπαίνων ἀπληστίαν ωσπερ αλλο τι τῶν οὐκ ἐπαινετῶν ἀπωθούμενοι. 220 6 Τρεφόμενος τοίνυν ὁ παῖς παρὰ τῷ πατρί, καὶ αὐτὸν εχων τῶν πρακτέων ὑφηγητὴν καὶ τῶν ῥητέων ἐξηγητὴν καὶ δι- δάσκαλον καὶ παιδοτρίβην πρὸς απαν σπουδαῖον καὶ ἐπαινούμε- νον, ουτε μιξανθρώπου Χείρωνος ἐδεήθη ὡς ̓Αχιλλεὺς ουτε Λυ- κούργου νομοθέτου καὶ