1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

135

δὲ τοῦ βασιλέως πεποιηκότος τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς εἰς τὸν αγιον Μώκιον, ἐν τῷ εἰσοδεύειν καὶ πλησίον τῶν ἁγίων γενέσθαι θυρῶν ἐκπεπηδηκώς τις τοῦ αμβωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ τούτου επαισε κατὰ κεφαλῆς. καὶ δὴ αν ἐθανάτωσεν παρευθύ, εἰ μὴ προνοίᾳ τινὶ τὸ τῆς ῥάβδου ακρον τῷ πολυκανδήλῳ προσκεκρουκὼς τῆς βιαίας μικρὸν ἀνεσχέθη φο- ρᾶς. τοῦ δὲ αιματος σφοδρῶς ἐκ τῆς τοῦ βασιλέως καταρρέοντος κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. ὁ δὲ ἀδελ- φὸς αὐτοῦ ̓Αλέξανδρος νόσον προφασισάμενος οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὑποπτευθῆναι αὐτὸν τὴν τοιαύτην ἐπιβου- λὴν κατεργάσασθαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομεμενηκώς, ἐπεὶ μηδένα συνειδέναι καθωμο- λόγει, τέλος χεῖρας καὶ πόδας ἐκκοπεὶς ἐν τῇ τοῦ ἱππικοῦ σφεν- δόνῃ ἐκάη. εκτοτε δὲ ἡ τοιαύτη ἐξεκόπη προέλευσις. μετὰ δέ τινα καιρὸν Μάρκος ὁ σοφώτατος μοναχός, οἰκονόμος ων τῆς αὐτῆς ἐκκλησίας, ος καὶ ἐν μεγάλῳ σαββάτῳ τετραῴδιον τοῦ με- γάλου Κοσμᾶ ἀνεπλήρωσεν, ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώ- 366 μενος ἐλιπάρει τούτῳ μὴ τὴν τοιαύτην ἐκκοπῆναι προέλευσιν. τοῦ δὲ βασιλέως ἀπαναινομένου ὁ Μάρκος εφη "μὴ ὀργίζου μηδὲ χαλέπαινε, ω βασιλεῦ, ἐπεὶ προγεγραμμένον ην παρὰ τοῦ προφή- του ∆αβὶδ τοῦτό σε καθυποστῆναι· προείρηκε γὰρ τοῦτο, λέγων "3οσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ ἑορτῆς σου."3 δεῖ ουν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ετη δέκα τὴν βασιλείαν κατασχεῖν." ο καὶ γέγονεν· μετὰ γὰρ τὴν ἐκπλήρωσιν τῶν δέκα ἐνιαυτῶν, τῇ αὐτῇ ἡμέρᾳ ἐν ῃ καὶ ἐπλήγη, τετελεύτηκεν. 20 Ην δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἐν τῷ πα- λατίῳ μετὰ τοῦ βασιλέως ἀστεφής. τῶν δὲ Βουλγαρικῶν ἐφόδων ̔Ρωμαίους ἐπιτριβόντων, οἱ ἐξ Αγαρ μαθόντες τοῦτο στόλος ἐξῄ-σαν ναύμαχος, ἐπιστήσαντες στρατηγὸν Τριπολίτην Λέοντα, ̓Αττάλου μὲν ἐξωρμημένον τῆς πόλεως, τῆς δὲ Χριστιανῶν εὐσεβείας ἀποστήσαντα. καὶ Τρίπολις μὲν ὠνόμασται ἡ κατὰ Φοινίκην τρισὶ διαιρεθεῖσα ταῖς γενεαῖς ἐξ ̓Αραδίων καὶ Τυρίων καὶ Σιδο- νίων ἀποίκων. τοῦ δὲ βασιλέως ἐξελθόντος ἐν τῷ τοῦ Βουτίου ἐμπορίῳ πρὸς τὸ τὴν μονὴν ἐγκαινίσαι τοῦ πρωτοβεστιαρίου αὐ- τοῦ Χριστοφόρου, ἡ ἀγγελία αυτη κατέλαβεν ὡς Τριπολίτης μετὰ στόλου τῶν Σαρακηνῶν κατὰ Κωνσταντινουπόλεως ἀνέρχεται. ἀποστέλλει ουν ὁ βασιλεὺς τὸν Εὐστάθιον τὸν τηνικαῦτα δρουγγά- ριον μετὰ στόλου κατὰ τοῦ Τριπολίτου· ος μὴ δυνηθεὶς ἀντιτάξα- 367 σθαι τούτῳ ἀντεστράφη κενός. κατόπιν δὲ αὐτοῦ ὁ Τριπολίτης ἐλθὼν ἐντὸς ̓Αβύδου εἰσελήλυθεν καὶ μέχρι Παρείου κατέλαβεν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην αὐτὸν ἀθυμίαν καὶ ἀμη- χανίαν περιέστησεν. ̔Ημερίῳ ουν πρωτασηκρῆτις τὴν ναυτικὴν δύναμιν ἐγχειρίσας κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν· ος Αβυδον διελθὼν τὴν καθ' ̔Ελλήσποντον, ην Μιλησίων κατῴκισαν αποι- κες, ̔Ελλήσποντον τὸν ἀπὸ Ελλης τῆς Φρίξου ἀδελφῆς τῷ ἐκεῖσε πελάγει ῥιφείσης ουτως ἀγορευόμενον, καὶ Αἰγαῖον πέλαγος, ο τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς ἀϊσσούσης κατὰ τρόπον αἰγός, ἑξῆς δὲ προσωρμικὼς Στροβήλῳ τῇ κατὰ Κιβύρραν (καὶ Στρόβηλος μὲν ἀπὸ τῆς τοπικῆς θέσεως, Κιβύρρα δὲ ἀπὸ Κιβύρρου ἀδελφοῦ Μαρσοῦ τε καὶ Κιδράμου) καὶ Λαμψάκῳ, ἀπὸ φωτὸς λάμψεως ὠνομασμένῃ, οπερ νυκτὶ Φωκαέων θεμε- λιούντων ταύτην εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμε- λίων βάσις καλῶς κεκραταίωτο, μετὰ ταῦτα τῇ Ιμβρῳ διεληλυ- θώς, ητις ἀπὸ Ιμβρου κέκληται υἱοῦ Ανθου, ου γενέτης Στάφυλος ∆ιονύσου φίλτατος εγγονος, Σαμοθρᾴκην δὲ διαβὰς καὶ τῇ Θάσῳ προσπελάσας, ην Χρυσῆν οἱ πρὶν διεφημίζοντο, Σαμοθρᾴκην δὲ ἐν Θρᾴκῃ χερόνησον τὴν πρότερον Θηριοῦσαν διὰ τὸ θηρίων πεπλη- ρῶσθαι, ἱερὰν Νυμφῶν ουσαν, μετέπειτα τοῦ ῥοῦ συρραγέντος εἰς νῆσον συστῆναι καὶ ὑπὸ Σαμίων μετοίκων ἐν κατασχέσει γενέσθαι