1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

90

συνόντων αὐτῷ μιαρῶν καὶ ἀσελγῶν ἀνδρογύνων καὶ πατριάρ- χην ενα ὠνόμαζε καὶ μητροπολίτας ἐκ τούτων ἀφώρισεν ενδεκα ὡς αὐτοῦ συμπληροῦντος τὸν δώδεκα ἀριθμόν, τοῦτο δὲ διηγήσομαι. τὸν γὰρ ἐναγῆ καὶ μιαρώτατον ἐκεῖνον Γρῦλλον τὸ τοῦ πατριάρχου ἐπιφημίσας ονομα, καὶ ἀρχιερατικῇ τοῦτον χρυσοστίκτῳ καὶ ὑπερ- λάμπρῳ κοσμήσας στολῇ καὶ ὠμοφόριον περιθείς, καὶ ἐν τάξει μητροπολιτῶν ἑτέρους ενα πρὸς τοῖς δέκα, ὡς ειρηται, ἐκ τοῦ αὐτοῦ τῶν ὁμογνωμόνων αὐτῷ συνεδρίου σκευάσας, καὶ δωδέκα- τον ἑαυτὸν Κολωνείας ὀνομάσας ἀρχιεπίσκοπον, καὶ κιθάραν εκα- στον εσωθεν τῆς ἱερατικῆς στολῆς ἐπιφέρεσθαι δούς, καὶ ταύτας κάτωθεν ὑπηχεῖν προστάξας, ουτω σὺν αὐτοῖς τὴν ἱερὰν δῆθεν παίζων καὶ κατορχούμενος ἐπετέλει μυσταγωγίαν καὶ λειτουργίαν, μετὰ τῶν παμμιάρων ὁ μιαρώτατος, μετὰ τῶν βεβήλων ὁ ἐναγής. καὶ οτε μὲν μυστηριώδης δῆθεν εὐχὴ ἐλέγετο, ἠρέμα τὰς κιθάρας εδει ὑποφωνεῖν· οτε δὲ ἱερέως ἐκφώνησιν η λαοῦ ἀμοιβαίαν ἀπό- κρισιν ὁ χρόνος ὑπέβαλλεν, ἐπὶ μέγα τὰς κιθάρας τῷ πλήκτρῳ κρουομένας εδει ἠχεῖν καὶ ἐξάκουστον αὐτῶν τὴν μελῳδίαν καθί- στασθαι. ειτα τοῖς σκεύεσι τοῖς ἱεροῖς, α τινα λίθοις τιμίοις καὶ μαργάρων κατεκοσμεῖτο φαιδρότησιν, ἐξ ἀργύρου καὶ χρυσοῦ 245 κατεσκευασμένοις, α καὶ λελειτουργηκότα πολλάκις τῇ θείᾳ μυ- σταγωγίᾳ ἐτύγχανεν, ἐν τούτοις τοίνυν σίνηπι καὶ οξος ἐμβαλόν- τες ουτω μετεδίδοσαν τοῖς ὁμοίοις μετὰ πολλοῦ τοῦ μεταξὺ γέλω- τος καὶ ῥημάτων αἰσχρῶν καὶ σχημάτων ἀποτροπαίων καὶ βδελυ- ρῶν. ειεν. 22 Τοῦ δὲ ἁγιωτάτου πατριάρχου ̓Ιγνατίου ποτέ, μετὰ πάσης τῆς περὶ αὐτὸν ἐκκλησιαστικῆς δορυφορίας καὶ τάξεως, λιτανείαις πρόοδον πρὸ τῆς πόλεως ποιουμένου καὶ πρός τινα πο- ρευομένου θεῖον ναὸν μετὰ τῆς εἰωθυίας ἱερᾶς μελῳδίας καὶ κατα- στάσεως, συνέβη καὶ τὸν δυσσεβῆ καὶ βέβηλον τοῦ βασιλέως φα- τριάρχην Γρῦλλον, ἱερατικὴν στολὴν ἀμπεχόμενον καὶ ονῳ ἐπο- χούμενον, μετὰ τῶν δυσσεβεστέρων αὐτοῦ μητροπολιτῶν καὶ πά- σης αὐτοῦ τῆς σκηνῆς τε καὶ Σατυρικῆς χορείας καὶ τάξεως, ἀκό- λουθα τῶν οἰκείων πράξεων θυμελικῶς ἐπιτραγῳδοῦντας καὶ ᾳδον- τας ἐξ ἐναντίας χωρεῖν. ὡς δὲ πλησίον ἐγένοντο, τοῖς ωμοις τοὺς φελόνας μετεωρίσαντες καὶ τὰς κιθάρας εὐτονώτερον κρούσαντες, καὶ ῥήματα καὶ ᾳσματα πορνικὰ κατὰ τὸν φθόγγον τοῦ μέλους τοῦ ἱεροῦ ἀντεπᾴδοντες, καὶ Πανικῶς τε καὶ Σατυρικῶς σκιρτῶντες καὶ κυμβαλίζοντες, καὶ ὡς ἀντιτέχνους τοὺς ἱερεῖς καὶ τὸν ἀρχιερέα μυ- κτηρίσαντες, τὴν διαβολικὴν χορείαν καὶ πορείαν διήνυον. πυθό- μενος δὲ ὁ τοῦ θεοῦ ἀρχιερεὺς καὶ μαθὼν οιτινές εἰσι καὶ παρὰ τίνος καὶ ἐπὶ ποίᾳ προφάσει συνέστησαν, πολλὰ καταστενάξας καὶ 246 ἀποκλαυσάμενος τὸν κορυφαῖον τούτων καὶ αιτιον, καὶ μετὰ δα- κρύων τοῦ θεοῦ δεηθεὶς στῆσαι τὴν τοιαύτην βλασφημίαν καὶ υβριν καὶ διασκεδάσαι παρὰ τὸν ᾳδην τοὺς δυσσεβεῖς, ινα μὴ βεβηλῶνται τὰ αγια καὶ τὰ μυστικὰ καὶ σεπτὰ διασύρωνται, τῆς προκειμένης ὑμνῳδίας ἐχόμενος τὴν πορείαν διήνυεν. 23 Αλλοτέ ποτε ἐπὶ φαυλισμῷ δῆθεν τοῦ ἀοιδίμου τού- του ̓Ιγνατίου τοῦ πατριάρχου καὶ τῆς οἰκείας μητρὸς ἐμπαιγμῷ ὁ ἀνόητος καὶ παραπλὴξ βασιλεὺς τοιοῦτόν τι ἐδραματούργησεν. ἐν τῷ ὑπερλάμπρῳ Χρυσοτρικλίνῳ ἐπὶ τοῦ βασιλείου θρόνου προκαθ- εσθείς, καὶ τὸν αἰσχρότατον Γρῦλλον μετὰ τῶν ἀρχιερατικῶν ἐνδυμάτων ὡς εἰς ονομα τοῦ ἀληθῶς πατριάρχου πλησιαίτατα ἑαυτοῦ παρακαθισάμενος, καὶ τὴν ἀρχιερεῖ θεοῦ πρέπουσαν ἀπονέ- μων τιμήν, καὶ μετὰ τοῦ τῆς κεφαλῆς καλύμματος ἐπικρύψασθαι τὴν ἐξάγιστον γενειάδα πεποιηκώς, τὴν ἰδίαν μητέρα διά τινος τῶν θαλαμηπόλων εὐνούχων δηλοῖ ὡς ὁ ἁγιώτατος πατριάρχης ̓Ιγνάτιος ἐνταῦθα μετ' ἐμοῦ συγκαθέζεται, καὶ εἰ βούλει λαβεῖν τὴν εὐχὴν αὐτοῦ, ἐλθέ, καὶ μετ' ἐμοῦ τυγχάνεις αὐτῆς. ἐκείνη δὲ οια φιλευσεβὴς γυνὴ καὶ φιλόθεος, πόθον πολὺν καὶ πίστιν ζέουσαν πρὸς τὸν ἁγιώτατον κεκτημένη ̓Ιγνάτιον, σπουδαίως ἐκ- δραμοῦσα ὡς