1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

110

̔Ρωμαϊκῆς ἐπικρατείας ἐλθεῖν· ἀλλὰ ταῖς τοῦ βασιλέως ἐπιμόνοις δεήσεσι πρὸς θεὸν καὶ ταῖς εμφροσι δια- τάξεσι καὶ τῇ δεούσῃ τῶν πραγμάτων μεταχειρίσει μετὰ τῶν ̔Ρω- μαίων ἡ νίκη ἐγένετο καὶ δυσκλεᾶ τὴν ητταν οἱ ἐκ τῆς Αγαρ ἠνέγ- καντο. ὁ γὰρ τῆς Ταρσοῦ ἀμηρᾶς, ος ̓Εσμὰν ὠνομάζετο, τριά- κοντα πλοίων μεγίστων, α κομβάρια λέγεται, στόλον ἐξαρτυσά- μενος κατὰ τοῦ κάστρου Εὐρίπου ὁπλίζεται. τοῦ δὲ στρατηγοῦ ̔Ελλάδος (ὁ Οἰνιάτης ουτος ην) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς φυλακὴν τοῦ κάστρου λαὸν ἀπὸ πάσης ̔Ελλάδος εἰσαγαγόντος καὶ τοῖς τείχεσι τὰ ἁρμόζοντα παρασκευασαμένου ἀμυντήρια, ὡς ει- δον οἱ ἐκ τοῦ κάστρου τὰ πλοῖα τοῖς τείχεσι πλησιάζοντα καὶ τοὺς βαρβάρους βελῶν ἀφέσει συχνῶν ἀναστέλλειν καὶ ἀπωθεῖν πειρω- μένους τοὺς ενδον ἐκ τῶν τειχῶν, θυμοῦ καὶ προθυμίας πλήρεις γενόμενοι γενναίως ἀντηγωνίζοντο, καὶ τοῖς πετροβόλοις ὀργάνοις καὶ τοξοβαλλίστραις καὶ ταῖς ἐκ χειρῶν τῶν λίθων ἀφέσεσι χρώμε- νοι συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον. οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν νεῶν τὰς πλείστας ἐπιφόρου γενομένου τοῦ πνεύ- ματος τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. ἀπορῶν ουν καὶ δυσθυμῶν ὁ βάρβαρος, καὶ εἰδὼς ἐφέσει χρημάτων ἑκόντας τοὺς πολλοὺς ἀποθνήσκοντας, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυ- σίου ταύτην πεπληρωκὼς "τοῦτο γέρας" εφη "καὶ ἀριστεῖον ἐγὼ δίδωμι, μετὰ καὶ παρθένων ἐπιλέκτων τὸν ἀριθμὸν ἑκατόν, τῷ πρώτως ἐπιβάντι τοῦ αστεος καὶ τοῖς ὁμοφύλοις βραβεύσαντι τὸ 299 νικᾶν." οπερ οἱ ἀπὸ τῆς πόλεως θεασάμενοι, καὶ τὸν νοῦν τοῦ πραττομένου κατανοήσαντες, τοῖς παρακλητικοῖς τῶν λόγων ἑαυ- τοὺς παρεθάρρυνον, καὶ ὑφ' εν σύνθημα τῶν πυλῶν αὐτοῖς ἀνα- ζυγεισῶν ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ πολλῶν ἀναιρουμένων, δεξαμένου δὲ καὶ τοῦ ἀμηρᾶ καιρίαν πληγὴν καὶ πεσόντος, ἐτράπησαν οἱ λοιποὶ καὶ τῶν διωκόντων ἐπικειμένων μέχρι τῶν ὑπολοίπων νεῶν κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς. οἱ γὰρ περιλιπεῖς ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς τὰ ιδια. ουτως ὁ βαρβαρικὸς στό- λος δίχα ναυτικῆς τῶν ̔Ρωμαίων δυνάμεως, ταῖς τοῦ βασιλέως εὐχαῖς καὶ ταῖς τῶν ἀντιπαραταξαμένων ἀλκαῖς, περιφανῶς ἡτ- τήθη καὶ δυσκλεῶς ἀνεχώρησεν. 60 Ουτω δὲ τοῦ ἀπὸ Ταρσοῦ διασκεδασθέντος νέφους, αἱ ἀπὸ Κρήτης αυθις ἀντηγείροντο θύελλαι. τοῦ γὰρ Σαὴτ ἐκεί- νου τοῦ ̓Αποχὰψ τῆς τοιαύτης ἀμηρεύοντος νήσου, εχοντος δὲ καὶ Φώτιόν τινα συνεργόν, ανδρα πολεμιστὴν καὶ δραστήριον, ἑπτὰ καὶ εικοσι κομβάρια κατὰ Κρήτην ἐγένετο. προσῆν δὲ αὐτοῖς ἀναλόγως καὶ πλῆθος μυοπαρώνων καὶ πεντηκοντόρων, ας σα- κτούρας καὶ γαλέας ὀνομάζειν εἰώθασι πάμπολλοι. μεθ' ων κατὰ τῆς ̔Ρωμαίων ἐξιόντες ἐπικρατείας καὶ πάντα τὸν Αἰγαῖον κατα- ληϊζόμενοι, πολλάκις δὲ καὶ μέχρι τῆς ἐν ̔Ελλησπόντῳ Προικον- νήσου ποιούμενοι τὴν ἐπέλευσιν, πολλοὺς ἠνδραποδίζοντο καὶ διέ- φθειρον. προσβαλὼν δὲ τῷ τηνικαῦτα τῷ τοιούτῳ ναυτικῷ τῶν 300 Κρητῶν ὁ προμνημονευθεὶς Νικήτας πατρίκιος, ὁ τῶν ̔Ρωμαϊκῶν τριήρεων αρχειν λαχών, καὶ μάχην μετ' αὐτῶν καρτερὰν συστη- σάμενος, εὐθὺς τὰ μὲν εικοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ τοὺς ἐπ' αὐτῶν βαρβάρους μάχαιρα καὶ πῦρ καὶ υδωρ διεμερίσαντο· τὰ δὲ λοιπὰ φυγῇ τὴν σωτηρίαν, οσα τὸν ἀπὸ τῆς θαλάσσης διέφυγον κίνδυνον, ἐπορίσαντο. 61 ̓Αλλὰ καίπερ ουτως οἱ Κρῆτες ἐλαττωθέντες καὶ δυσ- τυχῶς ὑποστρέψαντες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν πραγμάτων ἀντείχοντο, καὶ τὰ μᾶλλον τῆς βασι- λίδος ἀπέχοντα, τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν ταύτης νή- σους φημί, παρελύπουν καὶ ἐληΐζοντο, τὸν ἀνωτέρω μνημονευ- θέντα Φώτιον ναύαρχον εχοντες. ἀποστέλλεται τοίνυν καὶ κατ' αὐτοῦ μετὰ τῶν ̔Ρωμαϊκῶν τριήρων ὁ τούτων καλῶς ἀφηγούμενος Νικήτας, τὸν ̓Ωορύφαν φημί, ος αἰσίως χρησάμενος πλῷ δι' ὀλί-γων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον. καὶ τῷ