1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

38

τρίκλινον ἐξεκάλει δημοσίᾳ δια- λεξομένους περὶ τῆς πίστεως· καὶ "αγε δή" φησίν, "ὑμεῖς ω κατάρατοι, τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς καὶ τεθαρρηκότες τὰ ειδωλα" ἀφέτῳ δὴ γλώσσῃ καὶ μιαρᾷ τὰς ἁγίας εἰκόνας ουτω καλῶν "προσκυνεῖτε, καὶ τοὺς πολλοὺς καὶ ἀκεραίους καλῶς εχειν ουτω ποιεῖν διαβεβαιοῦσθε;" καὶ αλλ' αττα προσετίθει βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς εἰκόνος Χριστοῦ τοῦ θεοῦ γεγωνοτέρᾳ φωνῇ. καὶ ουτοι δὴ μακάριοι, "ἐμφραχθείη τὸ στόμα" εἰπόντες "τὸ κατὰ τοῦ θεοῦ λαλοῦν ανομα," καὶ τούτῳ δὴ τὸ θράσος αὐτοῦ κατα- βαλόντες (οὐ φέρει γὰρ βασιλεὺς αδικος κατὰ πρόσωπον ἐλεγχό- μενος), τὸν θῶπα τέως ὑποκρίνεται, καὶ παρὰ τῶν προφητῶν ἐζήτει μαρτυρίας εἰς αὐτὸ τοῦτο ἐναγούσας, τὸ προσκυνεῖσθαι αὐτάς. τοῦ δὲ μακαρίου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ ̓Ησαΐου προσάγοντος προφητείας, οὐκ εχειν ουτως ταύτην ὁ Θεόφιλος ἀντέλεγεν, καὶ αμα τὴν ἑαυτοῦ βίβλον ἀνελίττων ἐδείκνυε τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ' αὐτοῦ οὐ ταύτην δὴ μό- νον ὁ αγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς εἰς αὐτοῦ χεῖρα βίβλους 105 ἐληλακυίας, ἐκείνην ελεγε προστιθεὶς τὴν βίβλον ἰέναι πρὸς αὐτὸν τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς τῶν λεγομένων βεβαίωσιν. ἐπεὶ γοῦν ἀπέσταλτό τις καὶ θᾶττον η λόγος ηγαγεν, ἑκὼν μὲν ὁ βασιλεὺς περὶ τὴν τοῦ ῥητοῦ ευρεσιν ἡμάρτανεν καὶ ἀλλαχοῦ ἀνείλιττεν αἰσχυνόμενος· ὡς δ' ὑπὸ τοῦ μακαρίτου Θεοφάνους ἀνεδιδάσκετο, δακτυλοδεικτοῦντος ὡς ετι τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβοις, τότε δὴ μὴ φέρων τὴν ἐκ τῶν ἀνδρῶν παρρησίαν, ἀλλὰ καὶ τὴν ἀλήθειαν εχειν ουτως εἰδώς, τὸ τῆς μακροθυμίας μέχρι τοῦ νῦν ἐπίπλαστον ἀπορρίψας καὶ τὸν θῆρα ἀνακαλύψας "οὐ δίκαιον" εφησε "βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι." οθεν προσέταξεν ἐν τῷ τοῦ Λαυσιακοῦ μεσοκηπίῳ ἀπαχθέντας ἀνὰ διακοσίων ῥάβδων τυφθῆναι, καὶ τῷ μετώπῳ αὐτῶν ἐπιγρα- φῆναι βαρβαρικῶς ἐγκεντηθέντας ους συνέθηκε λήρους ἰαμβικούς. εἰσὶ δὲ ουτοι. πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν οπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες εστησαν εἰς σύστημα τῆς οἰκουμένης, ωφθησαν ουτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες 106 οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. οθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ μαρτυρίας ἀνεδήσαντο στέφανον, ουτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἐδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος. 15 Πρὸς τούτοις δὲ καὶ Μιχαὴλ τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας σὺν ἑτέροις πολλοῖς ἀσκηταῖς κατὰ τὴν φυλακὴν ἐγκαθεῖρξεν, τῇ πολιχρονίῳ κακώσει ὑπάξαι μηχανώ- μενος. Τὰ μὲν δὴ κατὰ τῶν πιστῶν καὶ ἁγίων τοιαῦτα αὐτοῦ τὰ νεανιεύματα· καὶ τὸν μὲν δι' ἡμᾶς ὀφθέντα ανθρωπον, θεὸν οντα ἀληθινόν, ουτως υβριζέ τε καὶ τοὺς ἑαυτοῦ ἁγίους θερά- ποντας οὐχ ουτω βραχεῖ χρόνῳ καὶ περιωρισμένῳ κατὰ πάντα δὲ τὸν ἑαυτοῦ χρόνον τῆς ζωῆς ἐκάκου καὶ ἀνηκέστοις ὑπεβάλλετο συμφοραῖς. (16) υμνους δέ τινας ποιῶν καὶ στιχηρὰ μελίζων ᾳδεσθαι προετρέπετο· μεθ' ων καὶ τὸ τοῦ τετάρτου ηχου "εὐλο- γεῖτε," ἐκ τοῦ κατὰ τὴν ὀγδόην "ακουε κόρη" ᾠδὴν μεθαρμοσά- μενος καὶ ῥυθμὸν παρασχών, ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς πάντων ἐπήκοον ᾳδεσθαι διωρίσατο. φέρεται δὴ καὶ λόγος τις ὡς αὐτὸς ουτος ὁ Θεόφιλος ερωτι τοῦ μέλους βαλλόμενος, καθάπερ πατέρες 107 περὶ τὰ εκγονα, κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανηγύ- ρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ αὐτῆς λίτρας ὑπὲρ τούτου χρυσίου ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφόρον, "ἐξέλθετε εθνη, ἐξέλθετε καὶ λαοί," τῆς