1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

114

πλειόνων τριήρων καὶ διήρων κατασκευὴν ἐποιήσατο, καὶ τὰς ναυτικὰς δυνάμεις κατὰ τὴν βασιλίδα συναγαγὼν ἐκαρα- δόκει τὸ μέλλον. καὶ τέως μέν, ὡς αν μὴ σχολάζων ὁ ναυτικὸς οχλος ἀτακτότερος γένοιτο, ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βασί- λειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ονομα τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ ̓Ηλιοὺ τοῦ Θεσβίτου 309 διωρίσατο αὐτοὺς ὑπουργεῖν, οτε δὲ τῶν ὁρίων Συρίας ὁ ἐκεῖθεν στόλος ὑπερκύπτων φανῇ, ἀποσταλῆναι καὶ τούτους πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. ἐλθὼν ουν ὁ ἀπὸ Συρίας κατάσκοπος, καὶ τό τε πλῆθος ἰδὼν τῶν νεῶν καὶ τὴν δύναμιν ὡς ἑτοίμη πάρεστι πρὸς τὴν εκπεμψιν, καὶ πάντα καταμαθών τε καὶ στοχα- σάμενος, ἀπαγγέλλει τοῖς ἀποστείλασιν, οι παρ' ἐλπίδα τὸ ἐμπα- ράσκευον βασιλέως ἀκούσαντες, τότε μὲν πτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν καὶ τὴν πρὸς τὸν εκπλουν σπουδὴν διελύσαντο, εμενε δὲ ομως κατὰ τὴν βασιλεύουσαν ἡ ναυτικὴ πληθὺς εἰς τὸ εἰρημέ- νον εργον ἀσχολουμένη. 69 Οἱ δὲ ἐν Καρχηδόνι βάρβαροι διὰ τὰς προγεγενημένας ηττας δείσαντες μὴ πρὸς τὴν αὐτῶν ηδη πρὸς τὸ ἑξῆς διαπερᾶσαι ὁ στόλος ὁ ̔Ρωμαϊκὸς πειρασθῇ, καὶ διὰ τοῦτο ναῦς ἱκανὰς καὶ αὐτοὶ τεκτηνάμενοι, ἐπεὶ τοῦ ηρος διεληλυθότος οὐδεμίαν ἐκ βα- σιλέως δύναμιν κατελθοῦσαν ἐπύθοντο, ὑποτοπήσαντες πρὸς αλ- λοις πολέμοις ασχολον τυγχάνειν τὸν βασιλέως στρατὸν ἐκστρα- τεύεσθαι κατὰ Σικελίας ἐθάρρησαν, καὶ πρὸς τὴν ταύτης ἐλθόν- τες μητρόπολιν, τὰς Συρακούσας φημί, ταύτην ἐπολιόρκουν καὶ περὶ αὐτὴν ἐληΐζοντο καὶ κατεδῄουν τὴν χώραν καὶ τὰ προάστεια. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα τῷ βασιλεῖ καταστή- σαντος, εὐθέως ἡ κατὰ Συρίας εὐτρεπισθεῖσα δύναμις πρὸς Σι- κελίαν ἐκπέμπεται, ̓Αδριανόν τινα ναύαρχον εχουσα· ουτος γὰρ ετυχε τότε τῆς ναυτικῆς δυνάμεως ἐξηγούμενος. ος ἀπὸ τῆς βα- 310 σιλίδος ἐξορμισάμενος, πνευμάτων δὲ μὴ εὐμοιρήσας ἐπιτηδείων καὶ δεξιῶν, μόλις κατῆλθεν αχρι Πελοποννήσου, ἐν Μονεμβασίᾳ δὲ ἐν τῷ λιμένι τῷ καλουμένῳ ̔Ιέρακος προσορμίσας τὰς ναῦς ἐπί- φορον πνεῦμα ἀνέμενε, ῥαθυμότερος, ὡς εοικεν, ων καὶ μὴ εχων ζέουσαν τὴν ψυχήν, ωστε καὶ πρὸς ἐναντία παραβάλλεσθαι πνεύ- ματα καὶ δι' εἰρεσίας ἐν ταῖς διὰ μέσου γαλήναις πρὸς τὸ προκεί- μενον κατεπείγεσθαι. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ κατὰ τὸν εἰρημένον λιμένα, καὶ τῶν ̓Αγαρηνῶν σφοδρότερον τῇ πολιορ- κίᾳ ἐπικειμένων καὶ πᾶσαν μηχανὴν κινούντων καὶ σπευδόντων πρὸ τοῦ ἐπιστῆναι τοῖς πολιορκουμένοις βοήθειαν ἀνύσαι τὸ σπου- δαζόμενον, συνέβη τὴν πόλιν κατὰ κράτος ἁλῶναι καὶ τῶν ἀντι- ταττομένων φόνον γενέσθαι πολύν, ἐξανδραποδισθῆναι δὲ πᾶσαν τὴν κατὰ τὸ αστυ πληθὺν καὶ τὸν ἐν αὐτῇ πλοῦτον λάφυρα τοῖς πολεμίοις γενέσθαι, κατασκαφῆναι δὲ τὴν πόλιν καὶ πυρὶ δοθῆναι τοὺς ἐν αὐτῇ θείους ναούς, καὶ ἐρείπιον χρηματίσαι τὴν μέχρι τότε πόλιν περιφανῆ καὶ λαμπρὰν καὶ πολλὰς πολλάκις ̔Ελληνικάς τε καὶ βαρβαρικὰς δυνάμεις ἐπ' αὐτὴν ἐλθούσας καταβαλοῦσαν, (70) τοῦ δὲ συμβάντος αισθησις ἀπὸ τοιαύτης αἰτίας γίνεται τῷ ̓Αδριανῷ. τόπος τις εστι κατὰ Πελοπόννησον οὐ μακρὰν Μονεμβασίας διεστηκώς, καθ' ην ὁ ̔Ρωμαϊκὸς στόλος ηὐλίζετο, Ελος προσαγορευόμενος, ἀπὸ τῆς περὶ αὐτὸν δασείας καὶ συνηρε- φοῦς υλης τὸ ονομα κληρωσάμενος. ἐν τούτῳ τοίνυν δαιμονία τις ἐφήδρευε δύναμις, η καὶ ὑπὸ τῶν ἐκεῖσε νεμόντων ποιμένων πολ- 311 λάκις ἐθεραπεύετο, ὡς αν ἀσινῆ δῆθεν ἐκ τούτων τὰ νεμόμενα διαφυλάττοιτο θρέμματα. ων τινῶν δαιμόνων οἱονεὶ πρὸς ἀλλή- λους διαλεγομένων καὶ ἐπιχαιρόντων ηκουσαν οἱ νομεῖς ὡς ἑάλω τῇ χθὲς ἡμέρᾳ Συράκουσα καὶ τὰ ἐν αὐτῇ πάντα κατέσκαπται καὶ πυρὶ παραδέδοται. απερ πρός τινας τῶν νομέων ἐξηγουμένων εφθασε καὶ πρὸς τὸν ̓Αδριανὸν τὸ διήγημα. ὁ δὲ τοὺς ποιμένας αὐτοὺς μετακαλεσάμενος καὶ πολυπραγμόνως ἀναζητήσας, ευρε τοῖς ἀκουσθεῖσι συμβαίνοντα καὶ τὰ παρὰ τῶν ποιμένων λεγό-