1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

89

ἐκπέμπεται, ὁ δὲ Πηγάνης καὶ αὐτὸς τῇ τῶν ὀφθαλμῶν ὑποπεσὼν ἐκκοπῇ καὶ τῇ τῶν ῥινῶν διὰ ξίφους ἀνατομῇ, πρὸς ἐξορίαν καὶ αὐτὸς ἀποστέλλεται· ους ὁ γενναῖος βασιλεὺς Βασίλειος, οτε τὴν μόναρχον ἐξουσίαν ἐδέξατο, καὶ τῆς ὑπερορίας ἀνεκαλέσατο καὶ ταῖς πρὸ τῆς ἀποστασίας δωρεαῖς ἐφι- λοτιμήσατο, καὶ μηδὲ ιχνος μνησικακίας πρὸς αὐτοὺς ἐνδειξάμενος καὶ ὁμοδιαίτους πολλάκις ἐποιεῖτο καὶ λόγοις παρεμυθεῖτο, καὶ εργοις εὐεργετῶν ῥᾷον αὐτοὺς ἐποίει φέρειν τὸ τῆς ἀνοίας ἀτύ- χημα. ̓Αλλὰ ταῦτα μὲν υστερον· τότε δὲ καὶ ἡ πρὸ πεντήκοντα καὶ τριακοσίων ἐτῶν πρόρρησις καὶ προφητεία τὸ τέλος ἐλάμβανεν ̓Ισαὰκ τοῦ διορατικωτάτου τῶν ἱερέων καὶ μοναχῶν, ος ἐξ ̓Αρσα-κιδῶν καὶ αὐτὸς καταγόμενος δι' ὁράματος εμαθεν οτι μετὰ τοσοῦ- τον χρόνον τὸν μεταξὺ ἐκ τῶν ἀπογόνων ̓Αρσάκου μέλλει τις ἐπὶ τὰ τῆς ̔Ρωμαϊκῆς βασιλείας σκῆπτρα ἀναβιβάζεσθαι. γίνεται δὲ 242 κατ' εὐχὴν τὸ πρᾶγμα τοῖς τε ἐν τέλει καὶ τῷ δήμῳ παντὶ καὶ στρατοπέδῳ καὶ στρατηγοῖς καὶ τοῖς ὑπὸ τὴν ἀρχὴν ἀνὰ πάσαις ταῖς χώραις καὶ πόλεσιν απασι πλήθεσι· πάντες γὰρ ἐπιστῆναι τοῖς πράγμασιν ηυχοντο ανδρα καὶ τῆς ἐλάττονος τύχης πεῖραν δεξάμενον καὶ ἐγνωκότα τοὺς κατὰ τῶν πενήτων ὑπὸ τῶν ὑπερεχόντων κονδυλι- σμοὺς καὶ τὰς ἀδίκους ἐξ αὐτῶν ἀφαιρέσεις καὶ τὰς ωσπερ ἀνα- στάσεις τῶν ταπεινοτέρων καὶ τοὺς παρὰ τῶν ὁμοφύλων ἀνδραπο- δισμούς, α πάντα ἐπὶ τῆς τοῦ Μιχαὴλ βασιλείας εσχε καιρὸν διὰ τὸ πρὸς αλλοις μᾶλλον ειναι τὸν βασιλέα η περὶ τῶν τοιούτων ἐθέ- λειν σκοπεῖν. 20 Μᾶλλον δέ, ἐπεὶ ἐνταῦθα τοῦ λόγου ἐγενόμην, οιο- μαι δεῖν τὴν μὲν κατὰ τὸν βασιλέα Βασίλειον ἱστορίαν σχολάσαι ἐπὶ μικρόν, ανωθεν δὲ ἀναλαβόντα δηλῶσαι διὰ βραχέων, ὡς οιόν τε, οιος ην ὁ βίος τῷ βασιλεῖ Μιχαὴλ καὶ οιοις πράγμασιν εχαιρε καὶ ἐπὶ τίσι τὸν χρόνον καὶ τὴν πᾶσαν αὐτοῦ σπουδὴν καὶ τὰ δημόσια κατανήλισκε χρήματα, ιν' ἐντεῦθεν εἰδέναι λογιζόμε- νος εχοι πᾶς ὁ βουλόμενος οτι καὶ τὸν Βασίλειον θεία ψῆφος σα- φῶς ην ἡ ἐπὶ τὸ αρχειν καλέσασα (ἀδύνατον γὰρ ην ὡς ειχεν εχοντα συστῆναι τὰ πράγματα) καὶ οτι μετὰ ταῦτα αὐτὸς ὁ Μι- χαὴλ καθ' ἑαυτοῦ τὰ ξίφη ἠκόνησε καὶ τὰς τῶν ἀνελόντων αὐτὸν ἐστόμωσε δεξιὰς καὶ εἰς τὴν οἰκείαν σφαγὴν διηρέθισε· τοσοῦτον ἑαυτὸν τῶν καθηκόντων ἐξεδιῄτησε, καὶ τοσοῦτον πρὸς πᾶσαν 243 παράνομον ἐξεβακχεύθη πρᾶξιν, καὶ ουτως τά τε θεῖα ἐξωρχήσατο καὶ πρὸς τοὺς τῆς πολιτείας ὁμοῦ καὶ τῆς φύσεως νόμους ἐξύβρι- σεν. συστησάμενος γὰρ περὶ ἑαυτὸν ἀσελγῶν καὶ μιαρῶν καὶ παμπονήρων ἀνθρώπων χορὸν δυσσεβῆ, καὶ τὴν τοῦ βασιλικοῦ μεγέθους ἀτιμάσας σεμνότητα, περὶ κώμους καὶ μέθας καὶ ερω- τας ἀσελγεῖς καὶ αἰσχρὰ διηγήματα, ετι δὲ περὶ ἡνιόχους καὶ ιπ- πους καὶ αρματα καὶ τὴν ἐντεῦθεν μανίαν καὶ παρακοπὴν τῶν φρενῶν ὁ αθλιος διημέρευε, καὶ εἰς τοὺς τοιούτους ἀνθρώπους ἀφειδῶς ἐξεκένου τὰ δημόσια χρήματα. καὶ τὸ δὴ σχετλιώτατον, οτι καὶ αὐτὰ τὰ τῆς πίστεως ἡμῶν σύμβολα χλευάζων καὶ κερτο- μῶν, ἀντιτύπους τῶν σεμνῶν ἱερέων ἐκ τῶν περὶ αὐτὸν μίμων καὶ γελοίων καταστησάμενος, μυκτηρισμὸν καὶ χλεύην ἐτίθει ταῦτα καὶ γέλωτα. διηγήσομαι δέ τινα ἐξ αὐτῶν, οὐ πολλά, ινα ἀπὸ τῶν ὀλίγων γνῶτε καὶ τὰ λοιπά. 21 Οτι μὲν ουν ἁρματηλάτης καὶ ἡνίοχος ην, ἐπὶ τοῦ δίφρου τῶν ιππων μεθ' ἡνιόχου στολῆς καθεζόμενος καὶ πρὸς τοὺς διαύλους τῶν δρόμων τοῖς ἀντιτέχνοις διαμιλλώμενος ενδον τε τῆς βασιλευούσης καὶ τῶν βασιλείων καὶ εξω κατὰ τὰ ἐν τῷ τοῦ μάρτυρος Μάμαντος βασιλικὰ ἐνδιαιτήματα, καὶ οτι πάμπολλα χρήματα εἰς ταῦτα ἀνήλισκε, θεωρικῶν γενομένων τῶν στρατιω- τικῶν, καὶ ἀπὸ τῶν πολεμικῶν τάξεων εἰς τὰς θυμελικὰς ὀρχήσεις καὶ λέσχας ὁ ̔Ρωμαϊκὸς ἐξεχεῖτο πλοῦτος, καὶ εἰς ἀσελγεῖς καὶ 244 παρανόμους βακχείας καὶ ερωτας ἀσώτους ἀσώτως καὶ ῥύδην ἐξε- φοροῦντο οἱ βασιλικοὶ θησαυροί, ὡς πᾶσι γνώριμον καὶ καταφανὲς καθεστὼς παρήσειν μοι δοκῶ· οτι δὲ τὰ θεῖα κατέπαιζε, καὶ ἀπὸ τῶν