1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

159

ἐννεακαίδεκα· τὰς δὲ ὁμολογίας κατέκαυσεν εἰς τὸ πορ- φυροῦν ὀμφάλιον τῆς Χαλκῆς, πάντων ἐπευχομένων τὸν βασιλέα. τῷ δὲ εἰκοστῷ δευτέρῳ αὐτοῦ χρόνῳ δέδωκε τὰ ἐνοικικὰ πάσης τῆς 430 πόλεως, ἀπὸ μικροῦ εως μεγάλου. τετράδην καὶ παρασκευὴν ἐξερχόμενος εἰς τὰ μεταστασίματα ἐδίδει πᾶσαν πολιτικὴν ἀνὰ ἀργυρῶν δύο· καὶ τοὺς ἐγκλείστους καὶ τὰς ἐγκλείστας ἐρόγευεν ἀνὰ νομισμάτων τριῶν. ἐκκλησίας δὲ καὶ μοναστήρια πολλὰ εκτισεν· ἀλλὰ καὶ ἐνδύτας χρυσοϋφάντους καὶ δισκοποτήρια ἀπε- χαρίσατο. καὶ ξενοδοχεῖον καθίδρυσεν εἰς τὰ Μαβριανοῦ, καὶ στάβλους ποιήσας καὶ ὀσπήτια κάλλιστα καὶ κραββατοστρώσια διὰ τοὺς εἰσερχομένους πάντας ἐξωτικοὺς καὶ δίκας λαμβάνοντας κατεσκεύασεν. ἀλλὰ καὶ ὑπὲρ διατροφῆς αὐτῶν τε καὶ τῶν ἀλό- γων αὐτῶν καὶ τῶν ἀνθρώπων αὐτῶν διωρίσατο καὶ προσέταξεν. καὶ οἰκήματα προσεκύρωσεν, τὸ ἀνελλιπῶς δίδοσθαι. τοῦτο δὲ ἐποίησεν διὰ τοὺς εχοντας δίκας ἐξωτικοὺς καὶ εἰσερχομένους, ινα διατρέφωνται καὶ διοικοῦνται ἐξ αὐτοῦ. εἰς δὲ τὸν τάφον αὐτοῦ διωρίσατο ινα καθ' ἑκάστην ἡμέραν δίδωνται ψωμία μυριάδες γ', καὶ τετράδην καὶ παρασκευὴν ινα δίδωται εἰς τὸ πραιτώριν καὶ εἰς τὴν Χαλκῆν καὶ εἰς τὰ Νούμερα ενα εκαστον ανθρωπον ἀνὰ φω- λέας δεκαπέντε, καὶ τῇ μεγάλῃ παρασκευῇ πάντας τοὺς φυλακίτας ἀνὰ νομίσματος ἑνός. διωρίσατο δὲ τοὺς μοναχοὺς τοῦ ̓Ολύμπου, τοῦ Κυμινᾶ, τοῦ Αθωνος, τοῦ Βαραχέως καὶ τοῦ Λάτρους, καὶ πάντας λαμβάνειν ἀνὰ νομίσματος ἑνός· ταῦτα δὲ λαμβάνειν αὐ- τοὺς ἐκ τῆς ἰδίας αὐτοῦ μονῆς. 45 ̓Ινδικτιῶνος πρώτης ̓Απριλλίῳ μηνὶ ἐπῆλθον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης ὁ 431 παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ' αὐτῶν, ὁμήρων ἐμφανῶν ἀναλαβόμενος· ἐξ ου συνέβη ἐπὶ χρόνους πέντε τὴν εἰρήνην διαφυλαχθῆναι. ὁ δὲ βασιλεὺς ̔Ρωμανὸς πλείσταις πόλεσι κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην, τὰς μὲν ἐκ βάθρων ἀνῳκοδόμησεν, τισὶ δὲ καινισμοὺς ἐπενόησεν. οὐ μὴν ἀλλὰ κατὰ τὴν βασίλειον πόλιν περιφανῆ παλάτια ἐκαινούργησεν, ετι καὶ λει- μῶνας ἀμφιλαφεῖς καὶ εὐκάρπους, ἐξ ων οὐ τυχοῦσα τέρψις ἐγ- γίνεται· ναὶ δὴ καὶ γερόντων τροφεῖα ξενουμένων τε καταγώ- για, ἀρρωστούντων ἐνδιαιτήματα, τῶν κατὰ ψυχὴν ενεκεν ἀντι- δόσεων. 46 ∆ευτέρας δὲ ἰνδικτιῶνος ὁ ̔Ρωμανὸς βασιλεὺς Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας πρὸς τὸν ῥῆγα Θραγγίας Ουγωνα ἐξαπέστειλεν, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην ̔Ρωμανῷ τῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταντίνου υἱῷ· εν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶ- νος τρίτης. ητις καὶ ζήσασα μετὰ τοῦ ἀνδρὸς ετη πέντε ἐτελεύ- τησεν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 47 ̓Ανέμου δὲ βιαίου καὶ σφοδροῦ καταπνεύσαντος ∆ε- κεμβρίῳ μηνὶ οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οι ἀπ' ἐναντίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε 432 ὑποκάτωθεν αὐτῶν βάθρα καὶ τὰ στηθεῖα λεγόμενα. χρόνου δὲ περικυκλώσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα ̔Ρωμανὸν οἱ υἱοὶ αὐ- τοῦ τοῦ παλατίου κατήγαγον. 48 Τῆς δὲ πόλεως ̓Εδέσης, ἐν ῃ τὸ τίμιον τοῦ Χριστοῦ ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ ̔Ρωμαϊκοῦ πολιορκουμένης στρατεύ- ματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ αὐ- τῆς οἰκήτορες πρὸς τὸν βασιλέα ̔Ρωμανὸν διαπρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ αγιον ἐκμαγεῖον παρέχειν ἐπαγγελλόμενοι· ὑπὲρ δὲ τῆς τοιαύτης χάριτος δεσμίους ᾐτήσαντο τῶν ἐπιφανῶν ἀντιλαβεῖν, χρυσοβούλλιόν τε λαβεῖν ωστε μηκέτι τὴν τούτων χώραν παρὰ τοῦ ̔Ρωμαίων στρατοῦ ληΐζεσθαι. ο δὴ καὶ γέγονεν. τοῦ ἁγίου δὲ ἐκμαγείου ητοι μανδηλίου ἀποσταλέν- τος καὶ ηδη τῇ Κωνσταντινουπόλει πλησιάζοντος, Θεοφάνης πα- τρίκιος ὁ παρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγάρῳ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ λαμπρᾶς φωταγωγίας καὶ τῆς