1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

144

τάγματος ̓Εξκουβίτων ̓Ιωάννης ὁ Γρά-ψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· ̔Ρωμανὸς δὲ ὁ ̓Αργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οις συνῆν μὲν καὶ ὁ Μελίας μετὰ τῶν ̓Αρμενίων καὶ οἱ αλλοι πάντες στρατηγοὶ τῶν θεμάτων, συνῆν δὲ καὶ πρὸς τοῖς αλλοις ὁ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λέοντι δομεστίκῳ, σύμ- βουλος αὐτοῦ ἐν πᾶσι τοῖς ἀνήκουσιν ων. μηνὶ δὲ Αὐγούστῳ εἰκάδι, ἰνδικτιῶνος εʹ, ὁ πόλεμος μεταξὺ ̔Ρωμαίων τε καὶ Βουλ- γάρων πρὸς τῷ ̓Αχελῴῳ συγκεκρότηται ποταμῷ· καὶ οια τὰ τοῦ θεοῦ κρίματα, ὡς ἀνεξερεύνητα καὶ ἀνεξιχνίαστα, τρέπονται ̔Ρωμαῖοι πανστρατὶ καὶ γέγονε φυγὴ παντελὴς καὶ φρικώδης ὀλο- λυγή, τῶν μὲν ὑπ' ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αιματός τε χύσις οια ἐξ αἰῶνος οὐ γέγο- νεν. ὁ δὲ Λέων ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς αλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ ̓Ιωάννης ὁ Γράψων καὶ αλλοι τῶν ἀρχόντων ἱκανοί. ἀπεστάλη δὲ καὶ ̔Ρωμανὸς πατρίκιος δρουγγάριος ων τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ ∆ανουβίῳ ποταμῷ βοηθῆσαι Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ ̓Ιωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζι- 390 νάκας, ὡς ειρηται. κελευσθέντος δὲ τοῦ δρουγγαρίου ̔Ρωμανοῦ τούτους διαπερᾶσαι κατὰ Βουλγάρων ωστε συμμαχῆσαι Λέοντι τῷ Φωκᾷ, ̔Ρωμανοῦ δὲ καὶ ̓Ιωάννου εἰς εριδας καὶ λογομαχίας ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκαι πρὸς ἀλλήλους διαμα- χομένους καὶ συστασιάζοντας ὑπεχώρησαν εἰς τὰ ιδια. τοῦ πολέ- μου δὲ τέλος λαβόντος, καὶ ὑποστρεψάντων ἐν τῇ πόλει τοῦ τε ̔Ρωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ καθ' ἑαυτῶν ἐκινήθησαν· καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον ̔Ρωμανὸν περιέστησαν, ωστε καὶ καταδικάζουσαν ψῆφον ἐξήνεγκαν τῶν ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζι- νάκας, ἀλλ' ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας ̔Ρω- μαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦτο αν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλά, τὰ τῆς καταδίκης ἀνετράπη. τῶν δὲ Βουλγάρων τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως, ἐξῆλθε Λέων ὁ δομέστι- κος τῶν σχολῶν καὶ ̓Ιωάννης ὁ ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ ∆ουκὸς εἰς χῶρον Θρᾳκῷον ουτω λεγόμενον Κατασύρτας αμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόν- των αὐτοῖς τῶν Βουλγάρων, καὶ τοῦ δομεστίκου φυγόντος, ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ πολλοὶ ετεροι μετ' αὐτοῦ. 11 Θεόδωρος ουν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδα- γωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ιδιον 391 γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκεν Κωνσταντίνῳ τῷ βασιλεῖ ̔Ρωμανὸν τὸν δρουγγάριον προσλαβέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ ευνουν τὰ πρὸς αὐτόν, ὡς αν ῃ σὺν αὐτῷ, καὶ διαφυλάττειν αὐτόν, καὶ ἐν οις αν δέῃ, σύμμαχον εχειν καὶ βοη- θόν. περὶ τούτου ουν πολλάκις λαληθεὶς ̔Ρωμανὸς ἀπείπατο. γραμμάτιον ουν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαπράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῷ· οπερ αὐτὸς ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν, ὡς δέει, ποιή- σασθαι. τῆς φήμης ουν ταύτης διαθεούσης, καὶ τοῦ παρακοι- μωμένου καταναγκάζοντος ̔Ρωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος, ἐν τῇ ἐξαρτύσει δὲ οντος τοῦ ̔Ρωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος, ἐξῆλθεν Κωνσταντῖνος παρακοιμώμενος ὡς ἐπισπουδάζων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ τούτῳ δουλικῷ τῷ σχήματι προϋπήντησεν, καὶ προθύμως ποιή- σειν τὸ κελευόμενον ἐπηγγέλλετο· καὶ εἰ εχει ανδρας εὐειδεῖς καὶ γενναίους ἐπιτηδείους τὴν βασιλικὴν ἐρέττειν τριήρη εἰπόντος πρὸς ̔Ρωμανόν, ουτος εὐθὺς ενευσεν τούτοις τῇ χειρὶ ἑτοίμοις ουσι πλη- σίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς