1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

158

κατεστήσατο, πρότερον ουσαν καὶ κατεχομένην ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ μέχρι τοῦ Χαρσιανοῦ κά- στρου καὶ τῆς ̔Υψηλῆς καὶ τοῦ Αλυ ποταμοῦ. ὁ δὲ πιστὸς καὶ σπουδαῖος πρὸς ̔Ρωμανὸν αὐτοκράτορα ̓Ιωάννης δομέστικος τῶν σχολῶν μέχρι τοῦ Εὐφράτου καὶ τοῦ Τίγρη τὰ ορια τῶν ̔Ρωμαίων ἐστήσατο καὶ προῖκα καὶ δῶρα τῇ ̔Ρωμανίᾳ προσήνεγκεν, καὶ λαὸν καὶ στρατὸν ὁ βασιλεὺς ἐκεῖθεν προσεκτήσατο, καὶ φόρους πολλοὺς ἐτησίως λαμβάνειν ἐτύπωσεν, καὶ πολλῶν λαφύρων καὶ ἁρμάτων καὶ αἰχμαλώτων ̓Αγαρηνῶν ἐκεῖθεν ἀπήνεγκεν. μεγίστοις γὰρ ἀγῶσιν ἑαυτὸν παραθεὶς τὰς πόλεις τῶν ἀρνητῶν Χριστοῖ ἐπόρθησεν· καὶ τίς αν ἐξείπῃ κατ' ονομα ταύτας ας χειρωσάμενος ὑποφόρους τοῖς ̔Ρωμαίοις ̓Ιωάννης ὁ Κουρκούας καὶ δομέστικος τῶν σχολῶν [ἐποιήσατο;] τοῖς εικοσι καὶ δύο χρόνοις πόλεις χιλίας σχεδὸν καὶ πλέον κατεστήσατο καὶ τῇ ̔Ρωμανίᾳ προσήγαγεν· καὶ ην ἰδεῖν τὸν αγρυπνον ̓Ιωάννην τὸν Κουρκούαν ἐπὶ παρατάξεως πολεμικῆς διαλαλιαῖς καὶ παραινέσεσι πιθαναῖς τοῖς ̔Ρωμαίοις χρώμενον, καὶ αλλον Τραϊανὸν η Βελισάριον εἰκάσαι καὶ ὀνομάσαι τοῦτον. καὶ ει τις πρὸς τούτους παραθήσει τὸν ανδρα, εὑρήσει πλείονας τὰς τοῦ Κουρκούα ἀνδραγαθίας καὶ ἀριστείας. οἱ δὲ λαμπρῶς ποθοῦντες καὶ θέλοντες μαθεῖν τὰς τοῦ ̓Ιωάννου Κουρ- 428 κούα ἀριστείας καὶ συγγραφὰς εὑρήσουσιν ἐν ὀκτὼ βιβλίοις ἐκτε- θείσας παρὰ Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ. 42 Αξιον δὲ διηγήσασθαι καὶ τὰς τοῦ αὐταδέλφου μα- γίστρου καὶ δομεστίκου τῶν σχολῶν ̓Ιωάννου τοῦ πατρικίου καὶ στρατηγοῦ Χαλδίας Θεοφίλου ἀριστείας καὶ ἀνδραγαθίας. ουτος εἰς Χαλδίαν μονοστράτηγος γεγονὼς οὐκ ἐνέδωκεν αὐτόν, οια οἱ πολλοὶ τῇ τρυφῇ καὶ σπατάλῃ καὶ ἡδυπαθείᾳ χρῶνται· ἀλλ' ἑαυτὸν ἐκδοὺς πρὸς κόπους καὶ σκληρότητας, πρὸς τὸ τὰς κώμας καὶ χώρας τῶν ̓Αγαρηνῶν ληΐζεσθαι, ωστε καὶ τοὺς οἰκοῦντας ̓Αγαρηνοὺς εἰς τὸ κάστρον τὸ ἀνδρειότατον καὶ πανθαύμαστον Θεοδοσιόπολιν καὶ τὰ πέριξ αὐτοῦ κάστρα αἰχμαλώτους ἀγαγέσθαι καὶ τῷ μαγίστρῳ ̓Ιωάννῃ φορολογῆσαι καὶ ὑποτάξαι ἐποίησεν. ἀλλὰ καὶ ἐν τῇ Μεσοποταμίᾳ αριστος στρατηγὸς ἀνε- φαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ καὶ ἐδείκνυτο καὶ αλλος Σολομὼν ὁ ἐπὶ ̓Ιουστινιανοῦ ἀνεφαίνετο καὶ ἐγνωρίζετο. ος καὶ τοῖς μετέπειτα καταλιπὼν τὸν εκγονον αὐτοῦ ̓Ιωάννην τὸν λεγόμε- νον Τζιμισκήν· καὶ τῇ εὐφυΐᾳ καὶ ἀνδρίᾳ καὶ ἀοκνίᾳ τοῦ ἀνδρὸς πατρίκιος καὶ στρατηγὸς διαφόρων θεμάτων τιμηθείς, επειτα καὶ ἐπὶ Νικηφόρου τοῦ Νικητοῦ βασιλέως τοῦ λεγομένου Φωκᾶ μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ἀνεφάνη. ἀλλὰ καὶ περὶ αὐτῶν ἐν τῷ ῥυθμῷ καὶ τῇ τάξει αὐτῶν διηγητέα· ὡσαύτως καὶ περὶ ̔Ρωμανοῦ πατρικίου καὶ στρατηγοῦ διαφόρων θεμάτων, τοῦ υἱοῦ 429 τοῦ μαγίστρου ̓Ιωάννου τοῦ λεγομένου Κουρκούα, ος καὶ αὐτὸς αριστος καὶ ἀνδρεῖος ἀνεφαίνετο. 43 Τούτων ουτως ἀκμαζόντων καὶ ὑπὲρ τῆς τῶν Χριστια- νῶν πίστεως ἀντεχομένων καὶ μαχομένων καὶ πόλεις καὶ χώρας καὶ κώμας τῇ βασιλείᾳ τῶν ̔Ρωμαίων προσαγόντων, καὶ ὑποφό- ρους τοὺς ἀρνητὰς τοῦ Χριστοῦ τῷ βασιλεῖ ̔Ρωμανῷ ποιοῦντες, ὁ ἀεὶ τὸ γένος τῶν πιστῶν καὶ ὀρθῶν δούλων μαχόμενος Βελίαρ, μὴ φέρων τὴν πολλὴν καὶ απειρον εὐχαριστίαν τῶν Χριστιανῶν, ὑπέβαλέ τισι, καὶ πρὸς τὸν βασιλέα ̔Ρωμανὸν καὶ τῷ μαγίστρῳ δομεστίκῳ ̓Ιωάννῃ διέβαλλον, ὡς τῆς βασιλείας τῶν ̔Ρωμαίων ἐφιέμενος καὶ λαὸν ἐμπαράσκευον εχων, καὶ οτι πλείστας ἀδικίας καὶ ἁρπαγὰς ἐποιήσατο τοπίων καὶ χωρίων. ὁ δὲ ̔Ρωμανὸς ἀποστείλας καὶ ζητήσας οὐδὲν ἐφεῦρεν, καὶ μεταδοὺς τῆς ἀρχῆς ἀπο- κατέστησεν. φθόνῳ δὲ αὐτῷ τῶν τοιούτων ὑποθέσεων παρὰ τῶν λοιπῶν κινηθέντων, ἐκπίπτει τῆς ἀρχῆς, καὶ δομέστικος ἀντ' αὐ- τοῦ προχειρίζεται Πανθήριος, συγγενὴς τοῦ βασιλέως ̔Ρωμανοῦ. 44 ̔Ο δὲ βασιλεὺς ̔Ρωμανὸς πάντα τὰ χρέη τῆς πόλεως ἀπό τε πλουσίων μεγιστάνων πτωχῶν καὶ πενήτων, οσα αν ἐν φανερῷ ἀπεδείκνυντο, ἀπέδωκεν· ως φασί τινες οτι δέδωκεν κεν- τηνάρια