1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

140

τὴν θυγατέρα αὐτοῦ ἐπειλημμένην καὶ κρατηθεῖσαν καὶ τὰς χεῖρας καὶ τὸ στόμα καὶ τὴν λαλιάν· ητις καὶ κλινήρης ουσα διήρκεσε τὴν ἐφήμερον τροφὴν ζητοῦσα μέχρι Νικηφόρου βασιλέως τοῦ Νικητοῦ. 2 ̔Ο ουν ̓Αλέξανδρος καὶ πάλαι τοῦτο εργον εχων, τὸ ἁβροδίαιτος ειναι καὶ τοῖς κυνηγεσίοις προσέχειν διὰ τὰς ὑπερ- οψίας τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος, καὶ μηδὲν βασιλέως εργον δια- πράττεσθαι, ἀλλὰ τὸ τρυφᾶν καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, μονώτατος αρξας οὐδὲν γενναῖον η λόγου αξιον κατεπράξατο. αμα γὰρ τῷ γενέσθαι μονοκράτωρ ̓Ιωάννην παπᾶν (Λαζάνης τούτῳ 379 ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν· ος καὶ κακῶς τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον ̓Αλεξάνδρου ἐν τῷ ̔Εβδόμῳ σφαιρίζων. (3) ὡσαύ-τως ουν καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην τὸν ἀπὸ Σκλαβισίαν σφοδρῶς κατεπλούτισεν καὶ τοῖς τοῦ παλατίου περιήντλησε χρή- μασι. φασὶ δὲ καὶ βεβουλεῦσθαι αὐτὸν πολλάκις τὸν αὐτὸν Βα- σιλίτζην εἰς βασιλέα προχειρίσασθαι, τὸν δὲ Κωνσταντῖνον τοῦ Λέοντος υἱὸν εὐνουχίσαι· ητις βουλὴ καὶ διεσκεδάσθη παρὰ τῶν εὐνοούντων τῷ Λέοντι, ποτὲ μὲν ὡς νήπιός ἐστι ποτὲ δὲ ὡς ἀσθε- νὴς ὑποτιθεμένων. ἐπὶ τούτου ἀστὴρ ἐφάνη κομήτης ἐκ δύσεως· ξιφίαν αὐτὸν ἐκάλουν, ον αἱμάτων χύσιν προσημαίνειν ἐν τῇ πόλει γενέσθαι εφασαν. 4 Ουτος ̓Αλέξανδρος πλάνοις ἑαυτὸν καὶ γόησιν ἐκδεδω- κὼς ἐπείσθη ὑπ' αὐτῶν ὡς ὁ ἐν τῷ ἱππικῷ σύαγρος χαλκοῦς ἑστη- κὼς στοιχεῖον αὐτοῦ ειη· λέοντι γὰρ τῷ αὐτοῦ, φασίν, ἀδελφῷ ἀντιμάχεται, χοιρόβιον τὸν ἀνόητον ὑπεμφαίνοντες. ὁ δὲ τούτοις ἀπατηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσανενέωσεν ὡς λει- πομένους αὐτῷ. τῇ τοιαύτῃ ουν πλάνῃ πεποιθὼς ἱππικὸν πεποίη- κεν, καὶ τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησεν, τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώ- λοις ὁ δείλαιος παρασχών. διὸ καὶ τὴν τιμὴν παρὰ θεοῦ ἀφῃρέθη ὡς τάχιστα. 5 ̔Ημερίου δὲ λογοθέτου ἐκ τῆς ηττης τῶν ̓Αγαρηνῶν ὑποστρέψαντος, ἀποστείλας περιώρισεν αὐτὸν ἐν τῇ μονῇ τοῦ πα- 380 λατίου ῃ ἐπώνυμον Καμπᾶ, διαπειλησάμενος αὐτὸν ὡς ἐχθρὸν φανέντα ἐν ταῖς ἡμέραις τῆς βασιλείας τοῦ ἀδελφοῦ αὐτοῦ Λέον- τος. ὁ δὲ περιωρισμένος ἐπὶ μῆνας εξ ἐτελεύτησεν δεινῶς ὑπὸ θλίψεως κατεργασθείς. 6 ̔Ο δὲ αρχων Βουλγαρίας Συμεὼν πρέσβεις πρὸς ̓Αλέ-ξανδρον ἐξαπέστειλεν περὶ τῆς εἰρήνης, μηνύων ὡς ταύτην ἀσπά- ζοιτο, καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι, ωσπερ δὴ καὶ ἐπὶ τοῦ βασιλέως Λέοντος. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατηθεὶς τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς χρώμενος κατὰ Συμεὼν καὶ καταπλήττειν οἰόμενος. τῆς ουν εἰρήνης διαλυθείσης οπλα κατὰ Χριστιανῶν κινῆσαι Συμεὼν ἐβουλεύετο. 7 ̓Αλέξανδρος δὲ ἀριστήσας καὶ οἰνωθεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασιν κατῆλθεν τῇ τῆς σφαιρᾶς χρήσασθαι παιδιᾷ. ῥομφαίᾳ δὲ θεηλάτῳ πληγεὶς καὶ ἀνελθών, αιματος αὐτοῦ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ αἰδοίων καταφερομένου, μετὰ δύο ἡμέρας ἐτε- λεύτησεν, μηνὶ ̓Ιουνίῳ ʹ, ἡμέρᾳ κυριακῇ, ἰνδικτιῶνος πρώτης, ἐπιτρόπους καταλιπὼν Νικόλαον πατριάρχην καὶ Στέφανον μάγι- στρον καὶ ̓Ιωάννην μάγιστρον τὸν ̓Ελαδᾶν καὶ ̓Ιωάννην ῥαίκτωρακαὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, τὴν βασιλείαν τῷ υἱῷ Λέοντος Κωνσταντίνῳ παραδούς. ἀπέθεντο δὲ ̓Αλέξανδρον ἐν τοῖς τάφοις τῶν βασιλέων, καὶ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασιλείου.

381 {1ΒΑΣΙΛΕΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΙΟΥ ΛΕΟΝΤΟΣ.}

1 Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος παῖς ιτε τυγχάνων (εβδομον γὰρ ειχεν τῆς ἡλικίας ετος) ὑπὸ ̓Αλεξάν- δρου θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν ουν ὑπὸ τῶν αὐτοῦ