1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

4

τηρίαν ἐπραγματεύσατο), τὰ στρατιωτικὰ δὲ προδοὺς καὶ μόνον οὐχὶ χερσὶ πολεμίοις ἐμβαλὼν χρήματα. ου δὴ ενεκα δίκας, εἰ καὶ μὴ τὰς ἀξίας, τῷ καταπιστεύσαντι δοὺς Νικηφόρῳ πληγαῖς τε ταῖς κατὰ νώτου ὑπήχθη καὶ στέρνων καὶ φυγῇ ἀϊδίῳ τὴν ζη- μίαν ἀπέτισεν. ἀλλὰ τοῦ Νικηφόρου κατὰ Σκυθῶν ἐκστρατεύ- σαντος καὶ τραυματίου κατὰ τὴν παρεμβολὴν τοῦ πολέμου πεσόν- τος μηνὶ ̓Ιουλίῳ εἰκάδι εκτῃ τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τοῦ υἱοῦ Σταυρακίου κατὰ τὸν πόλεμον καιρίαν τρωθέντος ὡς δύο μὲν μόνους μῆνας καὶ ἡμέρας ἐπιζῆσαι ὀκτώ, συμβασιλεύσαντος δὲ πρότερον τῷ πατρὶ ετη ὀκτὼ μῆνας ἑπτά, καὶ Μιχαὴλ τοῦ κουρο- 12 παλάτου μετὰ τὴν τοῦ Σταυρακίου κατὰ τὴν δευτέραν τοῦ ̓Οκτω- βρίου μηνὸς ἀποβίωσιν, γαμβροῦ μὲν Νικηφόρου τελοῦντος, ἐκ γενεᾶς δὲ καταγομένου τοῦ ̔Ραγγαβὲ καὶ κατὰ τὴν θέσιν τῶν Μαγ- γάνων σκηνοῦντος, τὴν τῆς βασιλείας δεξαμένου ἀρχὴν κατὰ τὸν ̓Οκτώβριον μῆνα τῆς πέμπτης ἰνδικτιῶνος, ἀπολύεται ὁ Λέων τῆς ὑπερορίας κατὰ τὸ ἐπικρατῆσαν εθος τῆς χρηστότητος ενεκεν τοῖς ̔Ρωμαίων βασιλεῦσι, καὶ τῆς φυγῆς κατάγεται, καὶ τοῖς αὐτοῦ τούτου δὴ τοῦ Μιχαὴλ ῥαβδούχοις τοῖς κατὰ τὰ ἀνάκτορα συν- τάττεται ἐφεδρεύουσι, καὶ πατρικίων τιμᾶται μετ' οὐ πολὺ τιμῇ, καὶ στρατηγὸς ̓Ανατολικῶν ἀναδείκνυται, ἡνίκα καὶ τὴν παλαιὰν φιλίαν τοῦ σὺν αὐτῷ τραφέντος ἀνδρὸς Μιχαὴλ ἀνανεῶν, ον κό- μητα τῆς κόρτης ἡ ἐκ τοῦ Βαρδανίου μετάταξις προετίμησεν, καὶ τῶν ἀπορρήτων μύστην λαμβάνων, τῶν ενδον τε ειχεν πιστότατον καὶ τῶν ἐκτὸς πρακτικώτατον. ̓Αλλ' εμελλεν αυθις ἀχαριστίας ἁλῶναι γραφῇ, ὠμότητι συντραφεὶς καὶ ἀγριότητι ἐκτραφείς, καὶ τοῖς δευτέροις τὰ πρῶτα καλύψαι ὁ ἀλιτήριος. (5) οθεν αρτι Κρούμνου τοῦ τῶν Βουλ- γάρων ἡγεμόνος συμβάσεις καὶ φιλίας ὑποκριναμένου καὶ σπονδὰς ζητοῦντος εἰρηνικάς, εἰ μόνον τὰ κατ' ετος διδόμενα εἰς τάξιν οιμαι δοθῶσιν φόρου αὐτῷ, ὡς τοῖς πρότερον εδοξε, καὶ προστι- θέντος ὡς καὶ τοὺς πρόσφυγας Βουλγάρων, πρὸς δὲ καὶ ̔Ρωμαίων εἰς τοὐπίσω ἐκδίδοσθαι τῷ ἑαυτῶν εθνει, ατοπον ἐφάνη τὸ τῶν 13 προσφύγων τοῖς τῆς συγκλήτου βουλῆς, εἰ καὶ ὁ βασιλεύων Μι- χαὴλ ολως ἐγένετο τῆς δόξης τοῦ αρχοντος τῷ γε δὴ τῆς εἰρήνης βούλεσθαι μὴ ἀποτυχεῖν. ἀλλ' ἐκράτησεν ἡ βουλή, Θεόκτιστον μάγιστρον ἐπικυροῦντα καὶ συντιθέμενον εχουσα τῇ δόξῃ, καὶ διελύθησαν πάλιν εἰς εργα πολέμου, τοὺς λόγους καταλιπόντες γυμνούς. καὶ τοῦτ' εἰκότως ἐφάνη καλόν· πῶς γὰρ αν τις φιλάν- θρωπος δόξῃ καὶ συμπαθὴς τόν γε διά τινα σφαλέντα δὴ περιπέ- τειαν καὶ τὴν ἑαυτοῦ μὲν ἀρνησάμενον ἐνεγκαμένην, ης οὐδὲν γλύ- κιον, ως φασι, πρὸς δὲ καὶ γαμετήν τε καὶ εγγονα, ὡς εἰς ασυλον καταφυγόντα βωμὸν τῇ τῶν ̔Ρωμαίων πολιτείᾳ, τοῦτον ἐκδίδο- σθαι ὠμότητι Σκυθῶν, θηρίων διενηνοχότων οὐδέν; οις γὰρ τὸ φοβερὸν καὶ αγριον ὁρῶσιν αὐτῶν τοὺς πολλοὺς μὴ ὑποφέροντας καὶ διὰ τοῦτο ἀπορρέοντας πρὸς τὸ ημερον καὶ πρᾶον ἡμῶν συχνῶς, ατε δή, μὴ κατὰ μικρὸν λάθωσιν ἑαυτοὺς πρὸς ἡμᾶς ἐκκενώσαν- τες, δεδιότες οἱ σφῶν ἀρχηγοὶ τὸν πολὺν περὶ τούτων λόγον πολ- λάκις καὶ μέχρις ἡμῶν κεκινήκασιν. ἀλλὰ κενήν, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, εψηλαν, ἀνθρώποις ἐντυχόντες στερροῖς. (6) τοιγαροῦν μικρὸν διαλιπόντες κατ' ἀλλήλων ὁπλίζονται. καὶ Μιχαὴλ τὸν ἑαυτοῦ ὑποστράτηγον Λέοντα ἐπανάγειν καὶ διαπε- ραιοῦσθαι ἐκ τῆς ̓Ανατολῆς θᾶττον ἠξίου μετὰ καὶ τῶν δυνάμεων· καὶ βοηθῷ μέλλων χρῆσθαι αὐτῷ ἐχθρὸν κατέλαβεν ασπονδον. 14 ὡς γὰρ ἐκ τῶν μεγαλαύχων ῥημάτων καὶ ἀπειλῶν ων κατὰ ̔Ρω- μαίων ὁ Κροῦμνος ἀπέπεμπε, φθόρους σωμάτων ἐπαπειλῶν καὶ γῆς δῄωσιν καὶ δένδρων ἐκτομὰς καὶ οἰκημάτων πυρπόλησιν, καὶ ολως καθ' ἡμῶν οιά τις χειμάρρους ποταμὸς φερόμενος πάντας ὑφ' ἑαυτὸν ποιῆσαι διεβεβαίου, αρτι δὴ τοῦ βασιλέως ἐκστρατεύ- σαντος καὶ συστείλαντος τὰς ὑπερορίους ἐκείνας ἀπειλάς, καὶ μόνον οὐ τοῖς οἰκείοις οροις