33
πυνθανόμενον "ο τι τε αὐταῖς παρὰ τῆς μάμ- μης δεδώρηται καὶ ο τι χάριτος ἐξείργασται αξιον. αἱ μὲν γὰρ αλλαι τούτου τὰς πεύσεις ἀγαθὰ φρονοῦσαι ωσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία ατε ἡλικίᾳ καὶ νῷ νηπιά- ζουσα τάς τε φιλοφροσύνας ελεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συνηρίθμει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ουτω δὴ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα ὡς νινία πολλὰ ειη αὐτῇ κατὰ τὸ 91 κιβώτιον καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τοῖς προσώποις ἐπιτίθησι μετὰ τὰ φιλήματα. ταῦτα γοῦν τὸν βασιλέα εἰς μανίαν ηγεν ὑπο- λαλούμενα. ἀλλὰ πρᾶξαι μέν τι τῶν δριμυτέρων η πικροτέρων εἰς αὐτὴν ἐκώλυε τοῦτον τό τε τῆς γυναικὸς αἰδέσιμον καὶ ἡ εὐλά- βεια, καὶ ἡ παρρησία δὲ πρὸς τούτοις οὐκ ελαττον (καὶ γὰρ ην τοῦτον ἀριδήλως σκώπτουσα καὶ διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει, καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν πάντων ἀπέ- χθειαν), ἀπέτεμνεν δὲ μόνον τὴν πρὸς αὐτὴν τῶν τούτου θυγατέ- ρων αφιξιν, καὶ διεκώλυε γίνεσθαι συνεχῆ. 6 Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβη- κεν. ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τοῦ ̔Ομη- ρικοῦ Θερσίτου διενηνοχὸς κατ' οὐδέν· ∆ένδερις ονομα τούτῳ, ασημά τε φθεγγόμενος καὶ γέλωτας κινῶν καὶ θυμηδίας ενεκεν τοῖς βασιλείοις ἐνδιαιτώμενος. ουτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς βασιλίσσης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας περιειλημμένην καὶ τοῖς ἑαυτῆς ομμασιν μετὰ σπουδῆς προσάγου- σαν. ταύτας ὑπ' οψιν ἰδὼν ουτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυν- θάνετο, καὶ πλησιέστερον διέβαινεν. ἡ δὲ "τὰ καλά μου" εφησεν ουτως ἀγροικικῶς "νινία· καὶ ἀγαπῶ ταῦτα πολλά." κατὰ τὴν τράπεζαν τηνικαῦτα εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐ- θὺς διαβάντος ηρετο αὐτὸν οποι ποτὲ ἐτύγχανεν ων. ὁ δὲ παρὰ τὴν μάναν εφησεν ειναι, τὴν Θεοδώραν ουτω λέγων, καὶ θεάσα- σθαι ἐν αὐτῇ καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν 92 ουν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τρα- πέζης, πρὸς αὐτὴν ἀπῄει, αλλαις τε πολλαῖς ὑβρισίαις αὐτὴν ἐπαντλῶν καὶ εἰδώλων λάτριν ἀκολάστῳ γλώττῃ αὐτὴν ἀποκαλῶν, καὶ αμα διεξῄει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως μὲν τὸν θυμὸν καταστορεννύουσα "οὐ τοῦτό ἐστιν" ἐξ ἑτοίμου ελεγεν, ω βασιλεῦ, οὐ τοῦτο, ὡς ὑπείληφας σύ· τῷ δὲ κατόπτρῳ μου ημην ἀτενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς ἐκεῖσε τικτομέ- νας ἰδὼν ὁ ∆ένδερις μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρόνως τῷ δε- σπότῃ καὶ βασιλεῖ." ουτω μὲν ουν ἐκείνου τέως κατέσβεσε τὸν θυμόν· τὸν ∆ένδεριν δὲ μετ' οὐ πολλὰς ἡμέρας παιδείᾳ καθυπο- βάλλουσα πέπεικε σωφρονεῖν, ουτω πως λέγουσα ὡς μήποτε λέγειν περὶ τῶν καλῶν νινίων τινί. καί ποτε παρὰ πότον ἐγκαυχώμενος καὶ τῆς δεσποίνης κατεπαιρόμενος ὁ Θεόφιλος ἠρώτα τοῦτον περὶ αὐτῆς, εἰ πάλιν αρα τὰ καλὰ νινία ἡ μάνα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσι τὴν δεξιὰν χεῖρα ἐπιθεὶς καὶ τῇ ἀριστερᾷ τῶν οπισθεν με- ρῶν λαβόμενος "σίγα, σίγα περὶ τῶν νινίων" ἀντέφησεν, "βασι- λεῦ." ταῦτα μὲν ουτω7 Καί τινος δὲ κατὰ πόλεμον ἀνδραγαθιζομένου, χεῖρά τε νεανικὴν καὶ ιππον εχοντος δεξιόν, συνέβη τούτου δὴ τὸν στρα- τηγόν, ὑφ' ον ἐτέλει ὁ στρατιώτης, ερωτι κατασχεθῆναι τοῦ ιπ- που, ὑφ' ου ὁ ανθρωπος σέσωστο καὶ πολλάκις ἐκ θανάτου ἐρύετο. ἐπεὶ γοῦν τοῦτον πολλάκις ἐξαιτησάμενος πᾶσί τε τρόποις καὶ χάρισι (καὶ γὰρ ὑπισχνεῖτο πολλὰ διδόναι τῷ ἀνθρώπῳ) ἀπέτυχε τῆς αἰτήσεως, ηγε δὲ καὶ βίαν ὁ στρατηγὸς καὶ οὐδ' ουτως ειχε 93 τὸν ὑπακούοντα, διεδέξατο τοῦτον τῆς ης ειχεν ἀρχῆς, πολλὰ καὶ πρὸς τὸν Θεόφιλον κατειπὼν τοῦ ἀνδρός. ην ουν ὁ στρατιώτης ἐν ἑαυτῷ, καὶ τὸν ιππον εχων ἐντρύφημα. παρῴχετο δὲ καὶ χρό- νος ἱκανός, ὁ τὸν ανδρα πρὸς πόλεμον ἐκ φιλονεικίας καλῶν, ἀλλὰ καὶ καταδαπανῶν αὐτόν, οια φιλεῖ τοῖς δυστυχοῦσι δεινῶς. ἐγέ- νετο ουν ιππου ἀγαθοῦ ζήτησις παρὰ Θεοφίλου κατὰ τὸν τῆς δυστυχίας καιρὸν τοῦ ἀνδρός· διὸ καὶ διὰ