1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

106

καὶ τάφρον προβαλέσθαι τῆς στρατοπεδείας, μήτ' αλλο τι τῶν α τὸ λελογισμένον τῶν στρατηγῶν καὶ εμφρον προδιοικονο- μεῖται καταπραξάμενον, κλέψαι τὴν νίκην βουλεύονται, καὶ ἀπα- ρασκεύῳ καὶ ἀμερίμνῳ ἐπιτίθενται αὐτῷ ἐν νυκτί, στρατηγήματι χρησάμενοι πρὸς τὴν ἀπορίαν αὐτῶν καὶ περίστασιν, ὡς ἐφάνη, σοφῷ. ὀλίγοι γάρ τινες οντες ἀπὸ τῆς προτέρας ηττης καὶ εὐα- ρίθμητοι τῇ ἀπορίᾳ πρὸς πανουργίαν ἐξ ἀνάγκης ἐχώρησαν, καὶ ιππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱππείων οὐρῶν ὑφ' εν παράγγελμα κατὰ πολλὰ τοῦ ̔Ρωμαϊ- κοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη. ειτα καὶ αὐτοὶ ἀπὸ διαφόρων τόπων, τοῖς τυμπάνοις ἐπιδουπήσαντες, ἐν μέσῳ τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. πτοίας ουν καὶ ταραχῆς ἐμπε- σούσης τῷ τῶν ̔Ρωμαίων στρατεύματι, καὶ συνταραχθέντων ιπ- 288 πων ὁμοῦ καὶ ἀνδρῶν καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβάρους κρατῆσαι καὶ φόνον απειρον ἀπεργάσασθαι, τῶν πλεί- στων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ' ἑαυτῶν. ουτω δὲ παραδόξως καὶ παρ' ἐλπίδα κρατήσαντες οἱ ἐξ ̓Ισμαήλ, καὶ τὰ νεῦρα τῆς ̔Ρωμαϊκῆς ἀρχῆς κατακόψαντες, τυμπάνων βοαῖς καὶ βαρβαρικοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον. τοιοῦτον τὸ τέλος τῆς ἀνοήτου στρατηγίας ὁ φθόνος κατὰ τῶν ̔Ρωμαίων ἐβράβευσε, καὶ τοιοῦτον ἡ βάσκανος Νέμεσις κατὰ τῶν εὐτυχησάντων πρότερον ̔Ρωμαίων τὸ τρόπαιον εστησεν. ̓Αλλὰ τὰ μὲν πρὸς ἀνίσχοντα ηλιον ουτως ειχε κατὰ τοὺς χρόνους τῆς εὐσεβοῦς βασιλείας Βασιλείου, (52) τὰ δὲ πρὸς δυόμενον ερχομαι διηγήσασθαι. ἀκολούθως γὰρ τοῖς λοιποῖς καὶ τῶν κατὰ τὴν ἑσπέραν πραγμάτων ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν ̓Ιταλίας, οση τῇ καθ' ἡμᾶς νέᾳ ̔Ρώμῃ προαφώριστο, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς γειτονούσης τῶν Καρχηδονίων δυνάμεως καταπολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γεγενημένης, ετι γε μὴν καὶ τῶν ἐν Παννονίᾳ καὶ ∆αλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακειμένων Σκυθῶν, Κρωβάτοι φημὶ καὶ Σέρβλοι καὶ Ζαχλουμοὶ Τερβου- νιῶταί τε καὶ Καναλῖται καὶ ∆ιοκλητιανοὶ καὶ ̔Ρεντανοί, τῆς ἀνέ- καθεν τῶν ̔Ρωμαίων ἐπικρατείας ἀφηνιάσαντες αὐτόνομοί τε καὶ αὐτοδέσποτοι καθεστήκεισαν, ὑπὸ ἰδίων ἀρχόντων μόνον ἀρχό- μενοι. οἱ πλεῖστοι δὲ τὴν ἐπὶ πλέον ἀπόστασιν ἐνδεικνύμενοι καὶ 289 τοῦ θείου βαπτίσματος ἑαυτοὺς ἠλλοτρίωσαν, ὡς αν μηδὲν ἐνέχυ- ρον τῆς πρὸς ̔Ρωμαίους φιλίας καὶ δουλώσεως εχοιεν. 53 Ουτως ουν τῶν κατὰ τὴν ἑσπέραν ἐχόντων καὶ ἐν τοιαύταις οντων ἀναρχίαις καὶ ἀταξίαις, συνεπέθεντο μετὰ τοῦ καιροῦ καὶ οἱ ἀπὸ Καρχηδόνος ̓Αγαρηνοί, καὶ αρχοντας ἐπιστή- σαντες τόν τε Σολδάνον καὶ Σάμβαν καὶ τὸν Καλφούς, ους ἐν κακίᾳ καὶ πολεμικῇ ἐμπειρίᾳ κατὰ πολὺ διαφέρειν τῶν ὁμοφύλων ἐπίστευον, εξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ ∆αλματίας στόλον ἀπέστειλαν, ὑφ' ου διάφοροι πόλεις ἑάλωσαν ∆αλματῶν, οιον η τε Βούτομα καὶ ̔Ρῶσα καὶ τὰ κάτω ∆εκάτορα. προχω- ρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς πολεμίοις, ηλθον καὶ ἐπὶ τὴν τοῦ ολου εθνους μητρόπολιν, η ̔Ραούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν ἱκανόν. ἑλεῖν δὲ ἐξ ἑτοίμου οὐκ εσθενον διὰ τὸ ἐκθύμως τοὺς ενδοθεν ἀγωνίζεσθαι ὡς ὑπὲρ ψυ- χῆς, τὸ λεγόμενον, θέοντας. ὡς ουν ἐπὶ χρόνον οἱ ἐν ̔Ραουσίῳ ἐταλαιπώρουν καὶ εἰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσβεις ὡς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, καίτοι σχεδὸν οὐκ ἀγνοοῦντες ὡς εἰς αλλα μᾶλλον ὁ κρατῶν ἀπησχόληται, ἐλεῆσαι παρακαλοῦντες καὶ ἐπαμῦναι τοῖς οσον ουπω κυνδυνεύου- σιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνητῶν τοῦ Χριστοῦ. ουπω δὲ τῶν πρέσβεων καταλαβόντων τὴν βασιλεύουσαν, ἀλλ' ετι χρονο- τριβούντων περὶ τὴν ανοδον, ἐξ ἀνθρώπων μὲν ὁ φαῦλος γίνεται 290 βασιλεύς, ἐπὶ δὲ τὸν ἐγρηγορότα καὶ νήφοντα τῶν κοινῶν φρον- τιστὴν Βασίλειον τὰ τῆς αὐτοκράτορος ἐξουσίας περιίσταται πρά- γματα· ος