138
ἀπώλεια. δοὺς αὐτῷ χρή- ματα παρήγγειλεν τοῦτο εἰς τὰς χεῖρας τοῦ Οὐζὴρ ἐμβαλεῖν. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ ̓Ανδρόνικος καὶ ἐδεσμήθη μετὰ πάντων τῶν αὐτοῦ συγγενῶν· καὶ μαθὼν διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα γεγονέναι, ἀναγκασθεὶς τὴν ἰδίαν πίστιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἐξωμόσαντο. Κωνσταντῖνος δὲ ὁ υἱὸς αὐτοῦ, εἰδὼς ὡς ἀδύνατόν ἐστιν ἐκεῖθεν ἐξελθεῖν, βουλῇ αὐτοῦ φυγῇ χρησάμενος ἀπὸ Συρίας ἐξῆλθεν, καὶ πρὸς βασιλέα ἐπάνεισι σὺν τοῖς μετ' αὐτοῦ, ον δώροις πλείστοις ὁ βασιλεὺς δαψιλευσάμενος τάδε φησὶ πρὸς αὐτόν, στὰς ἐν τῇ πρὸς ἀνατολὰς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν εἰκόνι, "μὴ πεπλάνησο καθ' ἑαυτὸν τῷ παρὰ πολ- λοῖς ειναι ᾀδόμενον Κωνσταντῖνον βασιλεύσοντα ̔Ρωμαίων. ομνυμί σοι εἰς τὴν παντέφορον δίκην καὶ εἰς τὴν τοῦ κυρίου ἡμῶν εἰκόνα οτι οὐκ εστι σὸν τὸ βασίλειον διὰ τὸ κατονομασθῆναί σε Κωνσταν- τῖνον, ἀλλὰ τῷ φιλτάτῳ μου υἱῷ θεόθεν διὰ προγόνων δεδώρηται, καθὼς παρὰ πολλῶν ἁγίων ἀνδρῶν πεπληροφόρημαι. εἰ γὰρ πειραθείης τοῦτον διαχειρίσασθαι, τῇ πύλῃ ταύτῃ ἡ κεφαλή σου σώματος ἐκτὸς εἰσελεύσεται." ο καὶ γέγονεν· μετὰ γὰρ τὸ αραι 374 αὐτὸν τυραννικῶς χεῖρας ἡ κεφαλὴ αὐτοῦ αιματι καὶ λύθρῳ καὶ κόνει ἀμαυρωθεῖσα διὰ τῶν αὐτῶν πυλῶν εἰσελήλυθεν. 27 ̔Ο δὲ βασιλεὺς διεδέξατο τὸν Εὐστάθιον ἐπονομαζό- μενον Ἀργυρὸν ἀπὸ τοῦ δρουγγαράτου τῆς βίγλης δι' ὑπόνοιάν τινα, καὶ τοῦτον εἰς τὸν οικον αὐτοῦ ἀπέστειλεν εἰς τὸ Χαρσια- νόν. καθ' ὁδοῦ δὲ εἰς τὸ Αραν φάρμακον παρὰ ἀνθρώπου αὐτοῦ λαβὼν τέθνηκεν, καὶ θάπτεται εἰς τὸ Σπυνὶν τοῦ Αρα τὴν κορυ- φήν. ειθ' ουτω οἱ υἱοὶ αὐτοῦ Πόθος καὶ Λέων, οἱ τῇ τοῦ μαγ- γλαβίτου ἀξίᾳ τετιμημένοι, αραντες αὐτὸν θάπτουσιν αὐτὸν εἰς τὸ γονικὸν αὐτῶν μοναστήριον τὸ ον εἰς τὸ θέμα τοῦ Χαρσιανοῦ τῆς ἁγίας ̓Ελιζάβετ, τὸ ἀνιερωθὲν παρὰ Λέοντος τουρμάρχου τοῦ πάππου αὐτῶν· ος καὶ τὸ ονομα τῶν ̓Αργυρῶν ειληφεν, ειτε διὰ τὸ καθαρὸν καὶ ἁγνὸν τοῦ σώματος, ειτε διὰ τὸ κάλλος καὶ γεν- ναῖον τῆς οψεως, ειτε διά τινα τρόπον τῆς γενεᾶς καὶ ἀνδρίας αὐτοῦ· καὶ γὰρ τοιοῦτος ην ὁ ἀνὴρ οιος ετερος ἐπὶ Μιχαὴλ βασι- λέως οὐχ εὑρέθη στρατιώτης, ὡς πολλάκις τοῖς ̓Αγαρηνοῖς τῆς Τεφρικῆς μετὰ τοὺς ἀνθρώπους αὐτοῦ μιγνύμενον εἰς τροπὴν καὶ φροῦδον καὶ ἀπώλειαν παρέχειν, καὶ τὸ ονομα αὐτοῦ φημιζόμενον καταπτήσσειν καὶ τρέμειν. 28 ̓Αλλαγίου δὲ ενεκεν ἀπὸ Ταρσοῦ ἐξῆλθεν ο τε ̓Αβελ-βάκης ἐκεῖνος καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο, κόσμῳ πολλῷ τὴν Μαγναῦραν κατακοσμήσας. ἐκαλλώ- 375 πισεν δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν παντελῶς, καὶ ὑπέδειξεν απαντα τὰ τίμια σκεύη τοῖς ̓Αγαρηνοῖς· οπερ ἀνάξιον ην Χριστια- νικῆς καταστάσεως, ἀθεμίτοις καὶ ἀλλοεθνέσιν τὰ τῆς τοῦ θεοῦ λειτουργίας σκεύη καταθέσθαι. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἠθέλη- σεν συνεῖναι τῷ υἱῷ· ὁ δὲ οὐ κατεδέξατο τοῦτο, ἀλλὰ μᾶλλον παρῄνει εἰς τὰ οἰκεῖα ὑποστρέφειν καὶ τῆς ἰδίας ἀντέχεσθαι πί- στεως. "κἀγὼ δέ" φησιν, "ειπερ δυνηθῶ, τάχιον πρὸς σὲ ἐπαν- ελεύσομαι." 29 Τῇ δὲ τῆς πεντηκοστῆς ἡμέρᾳ στέφει ὁ Λέων ὁ βασι- λεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον διὰ Εὐθυμίου πατριάρχου. ὁ δὲ Σαμωνᾶς Κωνσταντῖνον ανθρωπον αὐτοῦ, τὸν πρότερον Βασι- λείῳ μαγίστρῳ καὶ κανικλείῳ δουλεύσαντα, τῇ Αὐγούστῃ ἐπιδέ- δωκεν πρὸς τὸ ταύτῃ ὑπηρετεῖσθαι· ος τοσοῦτον ἠγαπήθη παρά τε τοῦ Λέοντος καὶ τῆς βασιλίσσης αὐτῆς ωστε καὶ τὸν Σαμωνᾶν διαφθονεῖσθαι αὐτὸν καὶ λοιδορεῖσθαι τοῦτον ὡς τῇ Αὐγούστῃ στνόντα· οπερ ὁ βασιλεὺς ἀληθὲς ειναι ὑπονοήσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ, αὐτῷ τῷ Σα- μωνᾷ ἐπιτρέψας τοῦτο ποιῆσαι. μετ' ὀλίγον δὲ βουλόμενος τοῦ- τον ἀναλαβέσθαι, ἐκέλευσεν τῷ Σαμωνᾷ ἐν τῇ τῶν Σπειρῶν μονῇ τοῦτον ἀπαγαγεῖν. ἐν τῷ ∆αματρὺ ουν ὁ βασιλεὺς ἐξελθών, καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσαντος μονῇ, ειδεν Κωνσταντῖνον, καὶ παρευθὺ διεκελεύσατο, καὶ ἐνέδυσαν αὐτὸν ἱμάτια κοσμικά, καὶ ἐπέδωκαν εἰς χεῖρας τὸ τοῦ βασιλέως ποτήριον ἐν τῷ